Page images
PDF
EPUB

κατ ̓ αὐτὸν ἱστοροῦνται, καὶ πιστοῦταί γε τὴν ἱστορίαν ἡ Πέτρου και Παύλου εἰς δεῦρο κρατήσασα ἐπὶ τῶν αὐτόθι κοιμητηρίων πρόσρησις. οὐδὲν δ ̓ ἧττον καὶ ἐκκλησιαστικὸς ἀνὴρ Γάϊος ὄνομα, κατὰ Ζεφυρῖνον 'Ρω5 μαίων γεγονὼς ἐπίσκοπον· ὃς δὴ Πρόκλῳ τῆς κατὰ Φρύγας προϊσταμένῳ γνώμης ἐγγράφως διαλεχθείς, αὐτὰ δὴ ταῦτα περὶ τῶν τόπων ἔνθα τῶν εἰρημένων ἀποστόλων τὰ ἱερὰ σκηνώματα κατατέθειται, φησίν·

Ἐγὼ δὲ τὰ τρόπαια τῶν ἀποστόλων ἔχω δεῖξαι, ἐὰν το γὰρ θελήσῃς ἀπελθεῖν ἐπὶ τὸν Βατικανόν, ἢ ἐπὶ τὴν ὁδὸν τὴν ̓Ωστίαν, εὑρήσεις τὰ τρόπαια τῶν ταύτην ίδρυ σαμένων τὴν ἐκκλησίαν.

Ως δὲ κατὰ τὸν αὐτὸν ἄμφω καιρὸν ἐμαρτύρησαν, Κορινθίων ἐπίσκοπος Διονύσιος ἐγγράφως Ρωμαίοις 15 ὁμιλῶν, ὧδέ πως παρίστησιν·

Ταῦτα καὶ ὑμεῖς διὰ τῆς τοσαύτης νουθεσίας τὴν ἀπὸ Πέτρου καὶ Παύλου φυτείαν γενηθεῖσαν ̔Ρωμαίων τε καὶ Κορινθίων συνεκεράσατε, καὶ γὰρ ἄμφω καὶ εἰς τὴν ἡμετέραν Κόρινθον φυτεύσαντες ἡμᾶς, ὁμοίως ἐδίδαξαν· 20 ὁμοίως δὲ καὶ εἰς τὴν Ιταλίαν ὁμόσε διδάξαντες, ἐμαρτύ ρησαν κατὰ τὸν αὐτὸν καιρόν.

ΧΙ.

EUSEBIUS, Hist. Eccles. ii. 25.

Πέτρου μὲν οὖν ̓Επιστολὴ μία ἡ λεγομένη αὐτοῦ προτέρα ἀνωμολόγηται· ταύτῃ δὲ καὶ οἱ πάλαι πρεσβύτεροι ὡς ἀναμφιλέκτῳ ἐν τοῖς σφῶν αὐτῶν κατακέχρηνται 25 συγγράμμασι. τὴν δὲ φερομένην αὐτοῦ δευτέραν, οὐκ ἐνδιάθηκον μὲν εἶναι παρειλήφαμεν. ὅμως δὲ πολλοῖς χρήσιμος φανεῖσα, μετὰ τῶν ἄλλων ἐσπουδάσθη γραφῶν. τό γε μὴν τῶν ἐπικεκλημένων αὐτοῦ Πράξεων, καὶ τὸ κατ' αὐτὸν ὠνομασμένον Εὐαγγέλιον, τό τε λεγόμενον αὐτοῦ Κήρυγμα, καὶ τὴν καλουμένην ̓Αποκάλυψιν, οὐδ ̓

30

33 time; and the story is confirmed by the attachment (usual even now) of their names to the cemeteries at Rome. It is also confirmed by an ecclesiastical writer, Gaius by name, who lived in the time of Zephyrinus bishop of Rome. He in his written dialogue with Proclus, a champion of 5 the Phrygian heresy, speaks thus of the places where the holy corpses of the aforesaid Apostles are laid :

But I can show the trophies of the Apostles. For if thou wilt go to the Vatican, or to the Ostian road, thou wilt find the trophies of those who founded this Church.' 10 And that they were both martyred at the same time is shown by Dionysius, the Bishop of Corinth, who writes to the Romans thus::

'In this way by such an admonition you too joined together the plantings of Peter and Paul at Rome and 15 Corinth. For they both together in Corinth here planted us and taught alike; and both together in Italy taught alike, and then were martyred at the same time.'

Of the Canonical Epistles.

Or Peter then one Epistle, his so-called Former, is fully acknowledged; and of this even the ancient elders have 20 made constant use in their writings as undisputed. But as for the current Second Epistle, we have understood that it is not canonical: yet as it seemed useful to many, it was studied along with the other writings. The Acts, however, which bear his name, and the Gospel inscribed 25 'according to Peter,' and his so-called Preaching and socalled Apocalypse we know have not been handed down

D

ὅλως ἐν καθολικοῖς ἴσμεν παραδεδομένα, ὅτι μήτε ἀρχαίων μήτε τῶν καθ ̓ ἡμᾶς τις ἐκκλησιαστικὸς συγγραφεὺς ταῖς ἐξ αὐτῶν συνεχρήσατο μαρτυρίαις. προϊούσης δὲ τῆς ἱστορίας, προὔργου ποιήσομαι σὺν ταῖς 5 διαδοχαῖς ὑποσημῄνασθαι, τίνες τῶν κατὰ χρόνους ἐκκλησιαστικῶν συγγραφέων ὁποίαις κέχρηνται τῶν ἀντιλεγομένων, τίνα τε περὶ τῶν ἐνδιαθήκων καὶ ὁμολογουμένων γραφῶν, καὶ ὅσα περὶ τῶν μὴ τοιούτων αὐτοῖς εἴρηται. ἀλλὰ τὰ μὲν ὀνομαζόμενα Πέτρου, ὧν μόνην μίαν το γνησίαν ἔγνων ἐπιστολήν, καὶ παρὰ τοῖς πάλαι πρεσβυτέροις ὁμολογουμένην, τοσαῦτα. τοῦ δὲ Παύλου πρόδηλοι καὶ σαφεῖς αἱ δεκατέσσαρες. ὅτι γε μήν τινες ἠθετήκασι τὴν πρὸς ̔Εβραίους, πρὸς τῆς ̔Ρωμαίων ἐκκλησίας ὡς μὴ Παύλου οὖσαν αὐτὴν ἀντιλέγεσθαι φήσαντες, οὐ 15 δίκαιον ἀγνοεῖν. καὶ τὰ περὶ ταύτης δὲ τοῖς πρὸ ἡμῶν εἰρημένα κατὰ καιρὸν παραθήσομαι. οὐδὲ μὴν τὰς λεγομένας αὐτοῦ Πράξεις ἐν ἀναμφιλέκτοις παρείληφα. ἐπεὶ δὲ ὁ αὐτὸς ἀπόστολος, ἐν ταῖς ἐπὶ τέλει προσρήσεσι τῆς πρὸς ̔Ρωμαίους, μνήμην πεποίηται μετὰ τῶν ἄλλων 20 καὶ ̔Ερμᾶ, οὗ φασιν ὑπάρχειν τὸ τοῦ Ποιμένος βιβλίον, ἰστέον ὡς καὶ τοῦτο πρὸς μὲν τινῶν ἀντιλέλεκται, δι ̓ οὓς οὐκ ἂν ἐν ὁμολογουμένοις τεθείη, ὑφ ̓ ἑτέρων δὲ ἀναγκαιότατον οἷς μάλιστα δεῖ στοιχειώσεως εἰσαγωγικῆς, κέκριται. ὅθεν ἤδη καὶ ἐν ἐκκλησίαις ἴσμεν αὐτὸ δεδημοσιευμένον, 25 καὶ τῶν παλαιοτάτων δὲ συγγραφέων κεχρημένους τινὰς αὐτῷ κατείληφα, ταῦτα εἰς παράστασιν τῶν τε ἀναν τιρρήτων καὶ τῶν μὴ παρὰ πᾶσιν ὁμολογουμένων θείων γραμμάτων εἰρήσθω.

Ibid. iii. 3.

XII.

Εὔλογον δ ̓ ἐνταῦθα γενομένους ἀνακεφαλαιώσασθαι

30 τὰς δηλωθείσας τῆς καινῆς Διαθήκης γραφάς. καὶ δὴ

at all among canonical books, because no ecclesiastical writer, either of the ancients or of our own time, ever made general use of testimonies from them. But, as my history goes on, I shall do my diligence to signify along with the successions, who of the ecclesiastical writers from time to 5 time used disputed books, and which of them they used, and also what they have said concerning the canonical and acknowledged books, and all that they have said concerning those that are not such. But so many are the writings that bear the name of Peter; and of them I recognize one single Epistle as genuine and acknowledged by the ancient elders. Of Paul the fourteen are manifest and clear. It is not indeed right to ignore the fact that some have rejected that to the Hebrews, saying that it is disputed by the Roman Church as not being Paul's; but I will set out at suitable opportunities what has been said by our predecessors concerning this Epistle too. The so-called Acts however of Paul I have not understood to be among the undisputed books. But whereas the same Apostle in the final salutations of the Epistle to the Romans mentions 20 among others Hermas, whose work the so-called Shepherd is said to be, it ought to be known that this too has been disputed by some, and on their account must not be set down among the acknowledged books, but by others it has been judged indispensable for those who specially need 25 elementary instruction. Hence, as we know, it has actually been read in public in churches, and I have found some even of the oldest writers using it. Let this serve to show those of the divine writings which are undisputed, and those which are not acknowledged by all.

Of the Canon of the New Testament.

Now that we have reached this point, it is reasonable to sum up the writings of the New Testament already mentioned. Well, then, we must set in the first place the holy

30

τακτέον ἐν πρώτοις τὴν ἁγίαν τῶν Εὐαγγελίων τετρακτύν, οἷς ἕπεται ἡ τῶν Πράξεων τῶν ἀποστόλων γραφή. μετὰ δὲ ταύτην, τὰς Παύλου καταλεκτέον Επιστολάς, αἷς ἑξῆς τὴν φερομένην ̓Ιωάννου προτέραν, καὶ ὁμοίως τὴν Πέτρου 5 κυρωτέον Επιστολήν. ἐπὶ τούτοις τακτέον, εἴγε φανείη, τὴν ̓Αποκάλυψιν Ιωάννου, περὶ ἧς τὰ δόξαντα κατὰ καιρὸν ἐκθησόμεθα. καὶ ταῦτα μὲν ἐν ὁμολογουμένοις. τῶν δ ̓ ἀντιλεγομένων, γνωρίμων δ ̓ οὖν ὅμως τοῖς πολλοῖς, ἡ λεγομένη Ιακώβου φέρεται καὶ ἡ ̓Ιούδα, ἥ τε Πέτρου 1ο δευτέρα Επιστολή, καὶ ἡ ὀνομαζομένη δευτέρα καὶ τρίτη Ιωάννου, εἴτε τοῦ εὐαγγελιστοῦ τυγχάνουσαι, εἴτε καὶ ἑτέρου ὁμωνύμου ἐκείνῳ. ἐν τοῖς νόθοις κατατετάχθω καὶ τῶν Παύλου Πράξεων ἡ γραφή, ὅ τε λεγόμενος Ποιμήν, καὶ ἡ ̓Αποκάλυψις Πέτρου, καὶ πρὸς τούτοις, 15 ἡ φερομένη Βαρνάβα ἐπιστολή, καὶ τῶν ἀποστόλων αἱ λεγόμεναι Διδαχαί· ἔτι τε, ὡς ἔφην, ἡ ̓Ιωάννου ̓Αποκάλυψις, εἰ φανείη, ἤν τινες, ὡς ἔφην, ἀθετοῦσιν, ἕτεροι δὲ ἐγκρίνουσι τοῖς ὁμολογουμένοις. ἤδη δ ̓ ἐν τούτοις τινες καὶ τὸ καθ ̓ Εβραίους Εὐαγγέλιον κατέλεξαν, ᾧ μάλιστα 20 ̔Εβραίων οἱ τὸν Χριστὸν παραδεξάμενοι χαίρουσι. ταῦτα μὲν πάντα τῶν ἀντιλεγομένων ἂν εἴη. ἀναγκαίως δὲ καὶ τούτων ὅμως τὸν κατάλογον πεποιήμεθα, διακρίναντες τάς τε κατὰ τὴν ἐκκλησιαστικὴν παράδοσιν ἀληθεῖς καὶ ἀπλάστους καὶ ἀνωμολογημένας γραφάς, καὶ τὰς ἄλλας 25 παρὰ ταύτας, οὐκ ἐνδιαθήκους μέν, ἀλλὰ καὶ ἀντιλεγομένας, ὅμως δὲ παρὰ πλείστοις τῶν ἐκκλησιαστικῶν γιγνωσκομένας, ἵν ̓ εἰδέναι ἔχοιμεν αὐτάς τε ταύτας, καὶ τὰς ὀνόματι τῶν ἀποστόλων πρὸς τῶν αἱρετικῶν προφερομένας, ἤτοι ὡς Πέτρου καὶ Θωμᾶ καὶ Ματθία, ἢ καί 3ο τινων παρὰ τούτους ἄλλων εὐαγγέλια περιεχούσας, ὡς ̓Ανδρέου καὶ ̓Ιωάννου καὶ τῶν ἄλλων ἀποστόλων πράξεις, ὧν οὐδὲν οὐδαμῶς ἐν συγγράμματι τῶν κατὰ τὰς

« PreviousContinue »