Page images
PDF
EPUB

ANNUAL EXAMINATION,

OCTOBER, 1892,

FOR THE

DEGREES OF B.A., MUS. BAC., LL.B., AND M.B., AND FOR THE CERTIFICATE OF ENGINEER.

FIRST PASS EXAMINATION.

GREEK.-PART I. (TRANSLATION.)

Professor Tucker and Mr. Tubbs.

1. Translate with brief marginal notes where you think desirable

[blocks in formation]

ὦ φιλτάτου μνημεῖον ἀνθρώπων ἐμοὶ
ψυχῆς ̓Ορέστου λοιπὸν, ὥς σ' ἀπ' ἐλπίδων
οὐχ ὧνπερ ἐξέπεμπον εἰσεδεξάμην.

νῦν μὲν γὰρ οὐδὲν ὄντα βαστάζω χεροῖν·
δόμων δέ σ ̓, ὦ παῖ, λαμπρὸν ἐξέπεμψ ̓ ἐγώ.
ὡς ὤφελον πάροιθεν ἐκλιπεῖν βίον,
πρὶν ἐς ξένην σε γαῖαν ἐκπέμψαι χεροῖν
κλέψασα ταῖνδε κἀνασώσασθαι φόνου,
ὅπως θανὼν ἔκεισο τῇ τόθ' ἡμέρᾳ,
τύμβου πατρώου κοινὸν εἰληχὼς μέρος.

B

νῦν δ ̓ ἐκτὸς οἴκων κἀπὶ γῆς ἄλλης φυγὰς
κακῶς ἀπώλου, σῆς κασιγνήτης δίχα.
κοὔτ ̓ ἐν φίλαισι χερσὶν ἡ τάλαιν' ἐγὼ
λουτροῖς σ' ἐκόσμησ ̓ οὔτε παμφλέκτου πυρὸς
ἀνειλόμην, ὡς εἰκὸς, ἄθλιον βάρος.
ἀλλ' ἐν ξέναισι χερσὶ κηδευθεὶς τάλας
σμικρὸς προσήκεις ὄγκος ἐν σμικρῷ κύτει.

(δ) οὔτε γὰρ ὁ τὰν Κρῖσαν

βούνομον ἔχων ἀκτὰν

παῖς ̓Αγαμεμνονίδας ἀπερίτροπος,

οὔθ ̓ ὁ παρὰ τὸν ̓Αχέροντα θεὸς ἀνάσσων.

ΗΛΕΚΤΡΑ

ἀλλ' ἐμὲ μὲν ὁ πολὺς ἀπολέλοιπεν ἤδη
βίοτος ἀνέλπιστος, οὐδ ̓ ἔτ ̓ ἀρκῶ
Στις ἄνευ τοκέων κατατάκομαι,
ἆς φίλος οὔτις ἀνὴρ ὑπερίσταται,
ἀλλ' ὑπερεί τις ἔποικος ἀναξία

οἰκονομῷ θαλάμους πατρὸς, ὧδε μὲν
ἀεικεῖ σὺν στολᾷ,

κεναῖς δ ̓ ἀμφίσταμαι τραπέζαις.

ΧΟΡΟΣ

οἰκτρὰ μὲν νόστοις αὐδὰ,

οἰκτρὰ δ' ἐν κοίταις πατρῴαις
ὅτε οἱ παγχάλκων ἀνταία
γενύων ὡρμάθη πλαγά.

δόλος ἦν ὁ φράσας, ἔρος ὁ κτείνας,
δεινὰν δεινῶς προφυτεύσαντες
μορφὰν εἶτ ̓ οὖν θεὸς εἶτε βροτῶν
ἦν ὁ ταῦτα πράσσων.

(c) Τί οὖν ποτ' αἴτιον, θαυμάζετ ̓ ἴσως, τοῦ καὶ τοὺς Ολυνθίους καὶ τοὺς Ερετριεῖς καὶ τοὺς Ωρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ ἑαυτῶν ; ὅπερ καὶ παρ' ὑμῖν, ὅτι τοῖς μὲν

ὑπερ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· τὰ γὰρ πράγματ' ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δ' ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν. εἰσφέρειν ἐκέλευον, οἱ δ ̓ οὐδὲν δεῖν ἔφασαν πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δ' ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν. τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθ', ἵνα μὴ καθ ̓ ἕκαστα λέγω· οἱ μέν, ἐφ ̓ οἷς χαριοῦνται, ταῦτ' ἔλεγον, οἱ δ' ἐξ ὧν ἔμελλον σωθήσεσθαι, πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως οὔτε πρὸς χάριν οὔτε δι' ἄγνοιαν οἱ πολλοὶ προΐεντο, ἀλλ ̓ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον.

(α) Ἤπειον μέντοι τὴν μεταξὺ πόλιν Ηραίας καὶ Μακίστου ἠξίουν οἱ Ἠλεῖοι ἔχειν πρίασθαι γὰρ ἔφασαν τὴν χώραν ἅπασαν παρὰ τῶν τότε ἐχόντων τὴν πόλιν τριάκοντα ταλάντων, καὶ τἀργύριον δεδωκέναι. οἱ δὲ Λακεδαιμόνιοι γνόντες μηδὲν δικαι ότερον εἶναι βίᾳ πριαμένους ἢ ἀφελομένους παρὰ τῶν ἡττόνων λαμβάνειν, ἀφιέναι καὶ ταύτην ἠνάγκασαν τοῦ μέντοι προεστάναι τοῦ Διὸς τοῦ Ὀλυμπίου ἱεροῦ, καίπερ οὐκ ἀρχαίου Ηλείοις ὄντος, οὐκ ἀπήλασαν. αὐτούς, νομίζοντες τοὺς ἀντιποιουμένους χωρίτας εἶναι καὶ οὐχ ἱκανοὺς προεστάναι. τούτων δὲ συγχωρηθέντων εἰρήνη τε γίγνεται καὶ συμμαχία Ἠλείων πρὸς Λακεδαιμονίους. καὶ οὕτω μὲν δὴ ὁ Λακεδαιμονίων καὶ Ἠλείων πόλεμος ἔληξεν.

2. Parse ἀπώλου, γεγηθός, ὁρῶσα, τεθνάτω, ὑπέροχη, ὤλισθε.

3. Explain περὶ θανάτου κρίνεσθαι—τά δέκα ἀφ' ἥβης— δεδεμένος τὸ χεῖρε καὶ τὸν τράχηλον ἐν κλοιῷ χορηγὸν ἔχοντες Φίλιππον—τυμβεῦσαι χοάς ἄνακτ' ̓Αμφιάρεων ἕρκεσιν κρυφθέντα γυναικῶν— κάρα προβάλλων ἱππικῶν ὀχημάτων.

4. Narrate briefly the events that led to the delivery of the third Philippic.

5. Explain the syntax of the words underlined in(α) ἐκ τῶ θαλάμω ἐξελάσας.

[blocks in formation]

τοσοῦτο μόνον διαμαρτυράμενος (καὶ πρὸς Διὸς καὶ θεῶν ἀναμιμνήσκεσθε) ὅτι ταῦτα οὔτ ̓ οἶδα οὔτε κοινωνῶ, προσέθηκα δὲ ὡς οὐδὲ προσδοκῶ. τραχέως δ' ὑμῶν τῷ μηδὲ προσδοκῶν σχόντων, “ καὶ ὅπως γε, ὦ ἄνδρες Αθηναῖοι,” ἔφην “ ἄν τι τούτων γίγνηται, τούτους ἐπαινέσεσθε καὶ τιμήσετε καὶ στεφανώσετε, ἐμὲ δὲ μή. καὶ μέντοι κἄν τι τῶν ἐναντίων, ὅπως τούτοις ὀργιεῖσθε· ἐγὼ δ ̓ ἀφίσταμαι.” “ μὴ νῦν,” ὑπολαβὼν ἔφη Αἰσχίνης ουτοσί, “ μὴ νῦν ἀφίστ τασο, ἀλλ ̓ ὅπως τότε μὴ προσποιήσει.” νὴ Δία, ἢ ἀδικήσω γ', ἔφην. ἐπαναστὰς δ' ὁ Φιλοκράτης μάλα ὑβριστικῶς “οὐδὲν ἔφη “ θαυμαστόν, ὦ ἄνδρες Αθηναῖοι, μὴ ταὐτὰ ἐμοὶ καὶ Δημοσθένει δοκεῖν οὗτος μὲν γὰρ ὕδωρ ἐγὼ δὲ οἶνον πίνω.” καὶ ὑμεῖς ἐγελάτε.

66

« PreviousContinue »