Page images
PDF
EPUB

:

FINAL HONOUR EXAMINATIONS,

FEBRUARY, 1893.

FINAL HONOUR EXAMINATION IN ARTS.

SCHOOL OF CLASSICS AND PHILOLOGY.

GREEK TRANSLATION.

Professor Tucker and Mr. Tubbs.

1. Translate, with brief marginal notes where you think them desirable

(α) Ὣς φάτ' Αθηναίη, τῷ δὲ φρένας ἄφρονι πεῖθεν αὐτίκα ἐσύλα τόξον εύξοον ἐξάλου αἰγὸς

ἀγρίου, ὃν ῥά ποτ' αὐτὸς ὑπὸ στέρνοιο τυχήσας
πέτρης ἐκβαίνοντα, δεδεγμένος ἐν προδοκῇσι,
βεβλήκει πρὸς στῆθος· ὁ δ ̓ ὕπτιος ἔμπεσε πέτρῃ.
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα πεφύκει
καὶ τὰ μὲν ἀσκήσας κεραοξόος ἤραρε τέκτων,
πᾶν δ' εὖ λειήνας χρυσέην ἐπέθηκε κορώνην.
καὶ τὸ μὲν εὖ κατέθηκε τανυσσάμενος ποτὶ γαίῃ
ἀγκλίνας· πρόσθεν δὲ σάκεα σχέθον ἐσθλοὶ ἑταῖροι,
μὴ πρὶν ἀναίξειαν 'Αρήτοι υίες Αχαιών,
πρὶν βλῆσθαι Μενέλαον 'Αρήϊον Ατρέος υἱόν.
αὐτὰρ ὁ σύλα πῶμα φαρέτρης, ἐκ δ ̓ ἕλετ ̓ τὸν
ἀβλῆτα πτερόεντα, μελαινέων ἔρμ ̓ ὀδυνάων·

B

(b)

ὁ χρυσαμοιβὸς δ' Αρης σωμάτων,
καὶ ταλαντούχος ἐν μάχῃ δορὸς,
πυρωθὲν ἐξ Ιλίου

φίλοισι πέμπει βαρὺ

ψῆγμα δυσδάκρυτον, ἀντήνορος σποδοῦ γεμίζων
λέβητας εὐθέτου.

στένουσι δ' εὖ λέγοντες ἄν-
δρα τὸν μὲν ὡς μάχης ίδρις·
τὸν δ' ἐν φοναῖς καλῶς πεσόντ' άλ-
λοτρίας διαὶ γυναικός

τὰ δὲ σιγά τις βαΰζει

φθονερὸν δ ̓ ὑπ ̓ ἄλγος ἔρπει
προδίκοις 'Ατρείδαις.

οἱ δ ̓ αὐτοῦ περὶ τεῖχος

θήκας Ιλιάδος γᾶς

εὔμορφοι κατέχουσιν· ἐχθρὰ δ ̓ ἔχοντας ἔκρυψεν.
βαρεῖα δ ̓ ἀστῶν φάτις ξὺν κότῳ,
δημοκράντου δ' ἀρᾶς τίνει χρέος.

μένει δ ̓ ἀκοῦσαί τί μου

μέριμνα νυκτηρεφές.

τῶν πολυκτόνων γὰρ οὐκ ἄσκοποι θεοί· κελαιναὶ δ'

Ερινύες χρόνῳ

τυχηρὸν ὄντ ̓ ἄνευ δίκας

παλιντυχεῖ τριβᾷ βίου

τιθεῖσ ̓ ἀμαυρὸν, ἐν δ ̓ ἀΐστοις

τελέθοντος οὔτις ἀλκά.

τὸ δ ̓ ὑπερκόπως κλύειν εὖ
βαρύ βάλλεται γὰρ ὄσσοις
Διόθεν κεραυνός.

(ε) ΛΑ. ἀλλὰ τίς γὰρ εἶ ;

ΔΙ. ὅστις ; πολίτης χρηστὸς, οὐ σπουδαρχίδης,

ἀλλ' ἐξ ὅτου περ ὁ πόλεμος, στρατωνίδης,
σὺ δ ̓ ἐξ ὅτου περ ὁ πόλεμος, μισθαρχίδης.

ΛΑ. ἐχειροτόνησαν γάρ με.

ΔΙ. κόκκυγές γε τρεῖς.

ταῦτ ̓ οὖν ἐγὼ βδελυττόμενος ἐσπεισάμην,

ὁρῶν πολιοὺς μὲν ἄνδρας ἐν ταῖς τάξεσιν,
νεανίας δ ̓ οἷος σὺ διαδεδρακότας

τοὺς μὲν ἐπὶ Θρᾴκης μισθοφοροῦντας τρεῖς δραχμάς,
Τισαμενοφαινίππους, Πανουργιππαρχίδας

ἑτέρους δὲ παρὰ Χάρητε, τοὺς δ' ἐν Χαόσι
Γερητοθεοδώρους, Διομειαλαζόνας,

τοὺς δ' ἐν Καμαρίνῃ καν Γέλᾳ κἀν Καταγέλᾳ.

ΛΑ. ἐχειροτονήθησαν γάρ.

ΔΙ. αἴτιον δὲ τί

ὑμᾶς μὲν ἀεὶ μισθοφορεῖν ἁμηγέπη,
τωνδὶ δὲ μηδέν'; ἐτεὸν, ὦ Μαριλάδη,
ἤδη πεπρέσβευκας σὺ πολιὸς ὤν; ἐνὶ,
ἀνένευσε· καίτοι γ' ἐστὶ σώφρων κἀργάτης.
τί δαὶ Δράκυλλος κεὐφορίδης ἢ Πρινίδης;
οἶδέν τις ὑμῶν τἀκβάταν ̓ ἢ τοὶς Χαόνας ;
οὔ φασιν. ἀλλ' ὁ Κοισύρας καὶ Λάμαχος,
οἷς ὑπ ̓ ἐράνου τε καὶ χρεῶν πρώην ποτὲ,
ὥσπερ ἀπόνιπτρον ἐκχέοντες ἑσπέρας,
ἅπαντες ἐξίστω παρῄνουν οἱ φίλοι.

(α) ὧν ἐγὼ ορεγόμενος, καὶ διὰ ταῦτα τὰ ἴδια ἐπι βοώμενος, τὰ δημόσια σκοπεῖτε εἴ του χεῖρον μεταχειρίζω. Πελοποννήσου γὰρ τὰ δυνατώτατα ξυστήσας ἄνευ μεγάλου ὑμῖν κινδύνου καὶ δαπάνης Λακεδαι· μονίους ἐς μίαν ἡμέραν κατέστησα ἐν Μαντινείᾳ περὶ τῶν ἁπάντων ἀγωνίσασθαι· ἐξ οὗ καὶ περιγενόμενοι τῇ μάχῃ οὐδέπω καὶ νῦν βεβαίως θαρσοῦσιν. καὶ ταῦτα ἡ ἐμὴ νεότης καὶ ἄνοια παρὰ φύσιν δοκοῦσα εἶναι ἐς τὴν Πελοποννησίων δύναμιν λόγοις τε πρέ πουσιν ὡμίλησε καὶ ὀργῇ πίστιν παρασχομένη ἔπεισεν. καὶ νῦν μὴ πεφόβησθε αυτήν, ἀλλ ̓ ἕως ἐγώ τε ἔτι ἀκμάζω μετ ̓ αὐτῆς καὶ ὁ Νικίας εὐτυχὴς δοκεῖ εἶναι, ἀποχρήσασθε τῇ ἑκατέρου ἡμῶν ὠφελίᾳ, καὶ τὸν ἐς

« PreviousContinue »