Page images
PDF
EPUB

λέκτῳ ταῦτα· Ολυμπιονίκας, Πυθιονίκας, Νεμεονίκας, Ἰσθμιονίκας, Προσόδια, Παρθένια, Ἐνθρονισμούς, Βακχικά, Δαφνηφορικά, Παιᾶνας, Ὑπορχήματα, Ὕμνους, Διθυράμβους, Σκολιὰ, Ἐγκώμια, Θρήνους, Δράματα τραγικὰ ιζ', Επιγράμματα ἐπικὰ, καὶ καταλογάδην Παραινέσεις τοῖς Ἕλλησι καὶ ἄλλα πλεῖστα. Καὶ ἕτερος Πίνδαρος Σκοπελίνου Θηβαῖος, καὶ αὐτὸς λυρικὸς, ἀνεψιὸς τοῦ προτέρου.

Τὰς Θήβας τὴν πόλιν ̓Αλέξανδρόν φασιν εἰς ἔδαφος κατασκάψαι, καὶ πλὴν ἱερέων τε καὶ ἱερειῶν τοὺς ἄλλους ἀνδραποδίσαι. καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἐκγόνους τοῦ Πινδάρου, φησὶν ̓Αῤῥιανὸς ὁ ἱστορικὸς ἐν τῇ πρώτῃ διαβάσει ̓Αλεξάνδρου, ἀπαθεῖς ἐφύλαξεν αἰδοῖ τῇ τοῦ Πινδάρου.

[blocks in formation]

Πίνδαρον ὑψαγόρην Καδμηΐος οὔδεϊ Θήβης κλειδίκη εὐνηθεῖσα μενεπτολέμῳ Δαϊφάντῳ γείνατο ναιετάουσα Κυνὸς κεφαλῇ παρὰ χώρῳ, οὐκ οἶόν γ ̓ ἅμα τῷ καὶ Ἐρείτιμον, εἰδότα θήρην, 5 εἰδότα πυγμαχίην τε παλαισμοσύνην τ ̓ ἀλεγεινήν. τὸν μὲν ὅτε κνώσσοντα ποτὶ χθόνα κάτθετο μήτηρ εἰσέτι παιδίον ὄντα, μέλισσά τις ὡς ἐπὶ σίμβλῳ χείλεσι νηπιάχοισι τιθαιβώσσουσα ποτᾶτο. τῷ δὲ λιγυφθόγγων ἐπέων μελέων θ ̓ ὑποθήμων 1ο ἔπλετο δια Κόριννα θεμείλια δ ̓ ὤπασε μύθων τοπρῶτον· μετὰ τὴν δ ̓ ̓Αγαθοκλέος ἔμμορεν αὐλῆς, ὥστε ῥά οἱ κατέδειξεν ὁδὸν καὶ μέτρον ἀοιδῆς· εὖτε δ ̓ Αλεξάνδροιο Φιλιππιάδαο μενοινῇ Καδμείων ἀφίκοντο Μακηδόνες ἄστεα πέρσαι, 15 Πινδαρέων μεγάρων οὐχ ἥψατο θεσπιδαὲς πῦρ. ἀλλὰ τὸ μὲν μετόπισθεν. ἔτι ζώοντι δ ̓ ἀοιδῷ

Γ.

Φοῖβος ἄναξ ἐκέλευσε πολυχρύσου παρὰ Πυθοῦς
ἤια καὶ μέθυ λαρὸν ἀεὶ Θήβηνδε κομίζειν.

καὶ μέλος, ὡς ἐνέπουσιν, ἐν οὔρεσιν ἠΰκερως Πὰν
20 Πινδάρου αἰὲν ἄειδε, καὶ οὐκ ἐμέγηρεν ἀείδων.
ἦμος δ ̓ ἐν Μαραθῶνι καὶ ἐν Σαλαμίνι παρέσταν
αἰναρέται Πέρσαι μετὰ Δάτιδος ἀγριοφώνου,
τῆμος ἔτι ζώεσκεν, ὅτ ̓ Αἰσχύλος ἦν ἐν ̓Αθήναις.
τῷ Τιμοξείνη παρελέξατο δια γυναικῶν
25 ἢ τέκεν Εὔμητιν μεγαλήτορα καὶ Δαΐφαντον,

Πρωτομάχην δ ̓ ἐπὶ τοῖσιν· ἔμελψε δὲ κῦδος ἀγώνων
τῶν πισύρων, μακάρων [δέ τε] παίονας [ἐξεδίδαξεν],
καὶ μέλος ὀρχηθμοῖσι, θεῶν τ ̓ ἐρικυδέας ὕμνους,
ἠδὲ μελιφθόγγων μελεδήματα παρθενικάων.

30 τοῖος ἐὼν καὶ τοῖα πορὼν καὶ τόσσα τελέσσας
κάτθανεν ὀγδώκοντα τελειομένων ἐνιαυτῶν.

Περὶ λυρικῶν ποιητῶν.

Concinnatum ex Ald. Rom. Gott. Vrat. D. et lectione et sede variante.

Λυρικοὶ ποιηταὶ μουσικῶν ᾀσμάτων εἰσὶν ἐννέα. ἐννέα δὲ καὶ αἱ καθ ̓ ἡμᾶς τῶν θείων ᾀσμάτων ᾠδαί· τὰ δὲ ὀνόματα τῶν προειρημένων ποιητῶν εἰσι τάδε· ̓Αλκμάν, ̓Αλκαίος, Σαπφώ, Στησί χορος, Ιβυκος, ̓Ανακρέων, Σιμωνίδης, Βακχυλίδης καὶ Πίνδαρος. τινὲς δὲ καὶ τὴν Κόρινναν.

Εἰς τοὺς ἐννέα λυρικοὺς ποιητὰς ἡρωελεγεῖον.

Ex Romana.

Ἐννέα τῶν πρώτων λυρικῶν πάτρην γενεήν τε
μάνθανε, καὶ πατέρας καὶ διάλεκτον ἄθρει.

ὧν Μυτιληναῖος μὲν ἔην, γεραρώτερος ἄλλων,

̓Αλκαίος πρότερος, κἠχικὸς Αἰολίδος.

5 ἡ δ ̓ ἐπὶ τῷ ξυνὴν πάτρην φωνήν τε δαεῖσα
Σαπφώ, Κληΐδος καὶ πατρὸς Εὐρυγύρου.
Στησίχορος Σικελός· πάτρη δέ οἱ ἱμέρα ἐστίν·
εὐφήμου πατρός, Δωρικὸς ἁρμονίην.
Ίβυκος Ἰταλὸς αὖ ἐκ Ρηγίου ἠὲ Μεσήνης,

ΙΟ

Ἠελίδα πατρὸς, Δωρίδα δ' ἡρμόσατο. παρθενίου δὲ πατρὸς λιγυρὸς πάϊς Ἠετιήου

ἦν ἄρα μελπόμενος Τήϊος ̓Ανακρέων.
Πίνδαρος ἦν Θηβαῖος, ἀτὰρ πατρὸς Σκοπελίνου,
δώριον αἰνήσας ἁρμονίην ἐπέων.

15 ἠδὲ Σιμωνίδεω Κείου Δωριστὶ λαλοῦντος
τὸν πατέρ ̓ αἰνήσας ἴσθι Λεωπρεπέα.
ἶσα δαεὶς καὶ Κεῖος ἔην γενεῇ μελοποιός

20

Μείλωνος πατέρος δ ̓ ἔπλετο Βακχυλίδης. ̓Αλκμὰν ἐν Λυδοῖσι μέγα πρέπει· ἀλλ ̓ Αδάμαντος ἐστὶ καὶ ἐκ Σπάρτης, Δωρίδος ἁρμονίης.

Βίος Πινδάρου.

Ex Vratisl. Α.

Πίνδαρος ὁ ποιητὴς Θηβαῖος ἦν ἐκ Κυνοσκεφαλῶν· κώμη δέ ἐστι Θηβαϊκή· υἱὸς Δαϊφάντου, κατὰ δ ̓ ἐνίους Παγώνδα, ἔνιοι δὲ Σκοπελίνου αὐτὸν γενεαλογοῦσι, τινὲς δὲ τὸν Σκοπελῖνον πατρωὸν αὐτοῦ γενέσθαι καὶ αὐλητὴν ὄντα τὴν τέχνην διδάξαι αὐτόν. ὑπὸ πολλοῦ καμάτου εἰς ὕπνον κατενεχθῆναι, κοιμωμένου δὲ αὐτοῦ μέλισσαν τῷ στόματι προσκαθίσασαν κηρία ποιῆσαι, οἱ δέ φασιν ὅτι ὄναρ εἶδεν ὡς μέλιτος καὶ κηροῦ πλῆρες εἶναι αὐτοῦ τὸ στόμα, καὶ ἐπὶ ποιητικὴν ἐτράπη, διδάσκαλον δὲ αὐτοῦ ̓Αθήνησιν οἱ μὲν ̓Αγαθοκλέα, οἱ δὲ ̓Απολλόδωρον λέγουσιν, ὃν καὶ προϊστάμενον κυκλίων χορῶν ἀποδραμοῦντα πιστεῦσαι τὴν διδασκαλίαν τῷ Πινδάρῳ παιδὶ ὄντι, τὸν δὲ εὖ διακοσμήσαντα διαβόητον γενέσθαι. ἔρεισμα δὲ τῆς Ἑλλάδος εἰπὼν ̓Αθήνας ἐζημιώθη ὑπὸ

с

Θηβαίων χιλίας δραχμάς, ἃς ἐξέτισαν ὑπὲρ αὐτοῦ ̓Αθηναῖοι. ἦν δὲ οὐ μόνον εὐφυὴς ποιητὴς ἀλλὰ καὶ ἄνθρωπος θεοφιλής· ὁ γοῦν Πὰν ὁ θεὸς ὤφθη μεταξὺ τοῦ Κιθαιρώνος καὶ τοῦ Ἑλικῶνος ᾄδων παιᾶνα Πινδάρου· διὸ καὶ ᾆσμα ἐποίησεν εἰς τὸν θεὸν ἐν ᾧ χάριν ὁμολογεῖ τῆς τιμῆς αὐτῷ, οὗ ἡ ἀρχή... “Πον Πον Αρκαδίας μεδέων καὶ σεμνῶν ἀδύτων φύλαξ” ἀλλὰ καὶ ἡ Δημήτηρ ὄναρ ἐπιστᾶσα αὐτῷ ἐμέμψατο, ὅτι μόνην τῶν θεῶν οὐχ ὕμνησεν. ὁ δὲ εἰς αὐτὴν ἐποίησε ποίημα οὗ ἡ ἀρχή... “Πότνια θεσμοφόρε χρυσάννιον.” ἀλλὰ καὶ βωμὸν ἀμφοτέρων τῶν θεῶν πρὸ τῆς οἰκίας τῆς ἰδίας ἱδρύσατο. Παυσανίου δὲ τοῦ Λακεδαιμονίων βασιλέως ἐμπιπρῶντος τὰς Θήβας ἐπέγραψέ τις τῇ οἰκίᾳ· “ Πινδάρου τοῦ μουσοποιοῦ τὴν στέγην μὴ καίετε·” καὶ οὕτω μόνη ἀπόρθητος ἔμεινεν· καὶ ἔστι τὸ νῦν ἐν Θήβαις πρυτανεῖον. ἀλλὰ καὶ ἐν Δελφοῖς ὁ προφήτης μέλλων κλείειν τὸν νεών κηρύσσει καθ' ἡμέραν· “ Πίνδαρος ὁ μουσοποιὸς παρίτῳ πρὸς τὸ δεῖπνον τῷ θεῷ.” καὶ γὰρ ἐν τῇ τῶν Πυθίων ἑορτῇ ἐγεννήθη, ὡς αὐτός φησι· “Πενταετηρὶς ἑορτὰ βουπομπός, ἐν ᾧ πρῶτον εὐνάσθην ἀγαπατὸς ὑπὸ σπαργάνοις.” λέγεται δὲ θεωροῖς ἀπιοῦσιν εἰς ̓́Αμμωνος αἰτῆ σαι Πίνδαρος τὸ ἐν ἀνθρώποις ἄριστον, καὶ ἀποθανεῖν ἐν ἐκείνῳ τῷ ἐνιαυτῷ. ἐπέβαλε δὲ τοῖς χρόνοις Σιμωνίδου ᾗ νεώτερος πρεσβυτέρῳ· τῶν γοῦν αὐτῶν μέμνηνται ἀμφότεροι πράξεων. καὶ γὰρ Σιμωνίδης τὴν ἐν Σαλαμῖνι ναυμαχίαν γέγραφε καὶ Πίν δαρος μέμνηται τῆς Κάδμου βασιλείας. ἀλλὰ καὶ ἀμφότεροι παρὰ Ιέρωνι τῷ Συρακουσίων τυράννῳ γεγένηνται. γήμας δὲ Μεγάκλειαν τὴν Λυσιθέου καὶ Καλλίνης ἔσχεν υἱὸν Δαΐφαντον, ᾧ καὶ δαφνηφορικὸν ᾆσμα ἔγραψεν· καὶ θυγατέρας δύο Πρωτομάχην καὶ Εὔμητιν. γέγραφε δὲ βιβλία ἑπτὰ καὶ δέκα· ὕμνους, παιᾶνας, διθυράμβων β', προσοδίων β'· φέρεται δὲ καὶ παρθενίων β' και γ', ὃ ἐπιγράφει κεχωρισμένων παρθενίων· ὑπορχημάτων β', ἐγκώμια, θρήνους, ἐπινίκων δ. φέρεται δὲ ἐπίγραμμα ἐπὶ τῇ τελευτῇ αὐ τοῦ τόδε·

ή μάλα Πρωτομάχα τε καὶ Εὔμητις λιγύφωνοι
Πινδάρου ἔκλαυσαν θυγατέρες πινυταί·
̓Αργόθεν ἦμος ίκοντο κομιζούσ ̓ ἐνδόθι κρωσσοῦ
λείψαν ̓ ἀπὸ ξείνης ἀθρόα πυρκαϊῆς.

Πινδάρου ἀποφθέγματα.

Ex Vratisl. Α.

Πίνδαρος ὁ μελοποιὸς ἐρωτηθεὶς ὑπό τινος, τί πρίονος ὀξύτερον, εἶπε διαβολή.

Παραγενόμενος δὲ εἰς Δελφοὺς καὶ ἐρωτώμενος τί πάρεστι θύσων τῷ ̓Απόλλωνι, εἶπε παιᾶνα.

Ἐρωτηθεὶς πάλιν διὰ τί Σιμωνίδης πρὸς τοὺς τυράννους ἀπεδήμησεν εἰς Σικελίαν, αὐτὸς δὲ οὐ θέλει ὅτι βούλομαι, εἶπεν, ἐμαυτῷ ζῆν, οὐκ ἄλλῳ.

Ἐρωτηθεὶς διὰ τί τῷ εὖ πράττοντι τὴν θυγατέρα οὐ δίδωσιν· οὐ μόνον δεῖσθαι, φησὶν, εὖ πράττοντος, ἀλλὰ καὶ πράξοντος εὖ.

Ἐρωτηθεὶς πάλιν ὑπό τινος, διὰ τί μέλη γράφων οὐκ ἐπίσταται ᾄδειν, εἶπεν· καὶ γὰρ οἱ ναυπηγοὶ πηδάλια κατασκευάζοντες κυβερ νῦν οὐκ ἐπίστανται.

Τοὺς φυσιολογοῦντας ἔφη ἀτελῆ σοφίας δρέπειν καρπόν.

These biographies are from Böckh. I have not thought worth while to add Eustathios' Life of Pindar.

« PreviousContinue »