LIBRUM TERTIUM ET ANACEPHALAEOSIN, SYLLOGEN EDIDIT FRANCISCUS OEHLER. BEROLINI APUD. A. ASHER ET SOCIOS. MDCCCLXI, S. EPIPHANII EPISCOPI CONSTANTIENSIS PANARIA EORUMQUE ANACEPHALAEOSIS. AD VETERES LIBROS RECENSUIT ET CUM LATINA DION. PETAVII INTERPRETATIONE ET INTEGRIS EIUS ANIMADVERSIONIBUS EDIDIT FRANCISCUS OEHLER. TOMI POSTERIORIS PARS PRIOR. BEROLINI APUD A. ASHER ET SOCIOS. MDCCCLXI, pag. 208. ΤΑΔΕ ΕΝΕΣΤΙ * ΚΑΙ ΕΝ ΤΩΙ ΠΡΩΤΩΙ ΤΟΜΩΙ ΤΟΥ ΤΡΙΤΟΥ ΒΙΒΛΙΟΥ, ΕΚΤΟΥ ΔΕ ΟΝΤΟΣ ΤΟΜΟΥ, ΚΑΘ ΟΝ ΑΡΙΘΜΟΝ ΠΡΟΕΙΠΟΜΕΝ, ΕΝ ΩΙ ΕΙΣΙΝ ΑΙΡΕΣΕΙΣ ΕΠΤΑ, ΣΥΝ ΤΟΙΣ ΣΧΙΣΜΑΣΙΝ ΟΥΤΩΣ. α. 1 Αὐδιανῶν ἀφηνιασμὸς καὶ σχίσμα, οὐ μέν τοι αἵρεσις. Οὗτοι μὲν διαγωγὴν καὶ βίον εὖ τεταγμένον κέκτηνται, 2 εἰσὶ δὲ κατὰ πάντα τὴν πίστιν ἔχοντες ὡς ἡ καθολικὴ ἐκκλησία. Μοναστήρια 3 δὲ οἱ πλείους κατοικοῦσι· κέχρηνται δὲ καὶ ἀποκρύφοις πολλοῖς κατακόρως· οὐ 4 συνεύχονται δὲ ἡμῖν, ψέγοντες τοὺς παρ ̓ ἡμῖν ἐπισκόπους πλουσίους, 5 καὶ ἄλλους, ἀλλὰ καὶ διὰ τὸ Πάσχα ποιεῖν ἰδιαζόντως, ὅτε 6 οἱ Ἰουδαῖοι ποιοῦσιν. Ἔχουσι δὲ καὶ ἰδιωτικόν τι καὶ φιλόνεικον, ξηρότατα τὸ κατ ̓ εἰκόνα ἑρμηνεύοντες. β ́. Φωτεινιανοί. Οὗτος ὁ Φωτεινὸς ἀπὸ Σιρμίου ὑπάρχων ἔτι καὶ δεῦρο περιενόστει· ὃς τὰ αὐτὰ Παύλῳ τῷ Σαμοσατεῖ ἐφρόνησε. Κατά τι δὲ πρὸς ἐκεῖνον διαφέρονται, καὶ αὐτοὶ δὲ ἀπὸ Μαρίας καὶ δεῦρο τὸν Χριστὸν διαβεβαιοῦνται. γ ́. Μαρκελλιανοί. ̓Απὸ Μαρκέλλου τοῦ 1 ἀπὸ ̓Αγκύρας τῆς Γαλατίας. Οὗτος ἐν ἀρχῇ παραπλησίως Σαβελλίῳ φρονήσας διεφημίσθη. Εἰς ἀπολογίας δὲ πολλάκις ἐλθὼν, καὶ ἐγγράφως 2 ἀπολογισάμενος παρὰ πολλῶν τοῖς αὐτοῖς ἐμμένειν κατηγορήθη. Ισως δὲ μεταγνοὺς τάχα ἑαυτὸν 3 διωρθώσατο, ἢ οἱ αὐτοῦ μαθηταί. 4Ὑπὲρ αὐτοῦ γὰρ, 5 ἢ ὑπὲρ τῶν αὐτοῦ μαθητῶν ὀρθόδοξοί τινες μέσως 6 ὑπεραπελογοῦντο. δ ́. Ἡμιάρειοι. Οἱ Χριστὸν μὲν κτίσμα ὁμολογοῦντες, εἰρωνείᾳ δὲ pag. 809. κτίσμα αὐτὸν φάσκοντες, ἀλλ ̓ οὐχ ὡς ἓν τῶν κτισμάτων, ἀλλὰ, φα |