Page images
PDF
EPUB

ὦ ἄνδρες Αθηναῖοι, τοὺς εὐεργέτας τιμᾶν ; δίκαιον. τί δ ̓, ὅσ ̓ ἂν δῷ τις ἅπαξ. δίκαιον ἔχειν ἐᾶν ; δίκαιον. ταῦτα τοίνυν αὐτοί τε ποιεῖτε, ἵν ̓ εὐορκῆτε, καὶ τοὺς προγόνους ὀργίζεσθ ̓ ἂν μή τις φῇ ποιεῖν, καὶ τοὺς τὰ τοιαῦτα λέγοντας παραδείγματα, ὡς ἄρ ̓ ἐκεῖνοι μεγάλ εὖ παθόντες οὐδέν ̓ ἐτίμησαν, καὶ πονηροὺς καὶ ἀπαιδεύτους ἡγεῖσθ ̓ εἶναι, πονηροὺς μέν, διότι καταψεύδονται τῶν προγόνων ὑμῶν ὡς ἀχαρίστων, ἀμαθεῖς δέ, διότι ἐκεῖν ̓ ἀγνοοῦσιν, ὅτι εἰ τὰ μάλιστα ταῦθ ̓ οὕτως εἶχεν, ἀρνεῖσθαι μᾶλλον ἢ λέγειν αὐτοῖς προσῆκεν.

Οἶμαι τοίνυν καὶ τοῦτον τὸν λόγον Λεπτίνην 120 ἐρεῖν, ὡς τὰς εἰκόνας καὶ τὴν σίτησιν οὐκ ἀφαιρεῖται τῶν εἰληφότων ὁ νόμος, οὐδὲ τῆς πόλεως τὸ τιμᾶν τοὺς ὄντας ἀξίους, ἀλλ ̓ ἔσται χαλκοῦς ἱστάναι καὶ σίτησιν διδόναι καὶ ἄλλ ̓ ὅ τι ἂν βούλησθε, πλὴν τούτου. ἐγὼ δ ̓ ὑπὲρ ὧν μὲν τῇ πόλει καταλείπειν φήσει, τοσοῦτον λέγω· ὅταν, ὧν ἐδώκατέ τῳ πρότερόν τι, τοῦτ ̓ ἀφέλησθε, καὶ τὰς ὑπολοίπους ἀπίστους ποιήσετε πάσας δωρεάς. τί γὰρ ἔσται πιστότερον τὸ τῆς εἰκόνος ἢ τὸ τῆς σιτήσεως, ἢ τὸ τῆς ἀτελείας, ἣν πρότερόν τισι δόντες ἀφῃρημένοι φανεῖσθε; ἔτι δ' 121 εἰ μηδὲν ἔμελλε τοῦτ ̓ ἔσεσθαι δυσχερές, οὐδ ̓ ἐκεῖνο καλῶς ἔχειν ἡγοῦμαι, εἰς τοιαύτην ἄγειν ἀνάγκην τὴν πόλιν, δι' ἧς ἅπαντας ἐξ ἴσου τῶν αὐτῶν ἀξιώσει τοῖς τὰ μέγιστ ̓ εὐεργετοῦσιν, ἢ μὴ τοῦτο ποιοῦσα χάριν τισὶν οὐκ ἀποδώσει. μεγάλων μὲν οὖν εὐεργεσιῶν οὔθ ̓ ἡμῖν συμφέρει

συμβαίνειν πολλάκις καιρόν, οὔτ ̓ ἴσως ῥᾴδιον 494 122 αἰτίῳ γενέσθαι· μετρίων δὲ καὶ ὧν ἐν εἰρήνῃ τις καὶ πολιτεία δύναιτ ̓ ἂν ἐφικέσθαι, εὐνοίας, δικαιοσύνης, ἐπιμελείας, τῶν τοιούτων, καὶ συμφέρειν ἔμοιγε δοκεῖ καὶ χρῆναι διδόναι τὰς τιμάς. δεῖ τοίνυν μεμερίσθαι καὶ τὰ τῶν δωρεῶν, ἵν ̓ ἧς ἂν ἄξιος ὢν ἕκαστος φαίνηται, ταύτην 123 παρὰ τοῦ δήμου λαμβάνῃ τὴν δωρεάν. ἀλλὰ μὴν ὑπὲρ ὧν γε τοῖς εὑρημένοις τὰς τιμὰς καταλείπειν φήσει, οἱ μὲν ἁπλᾶ πάνυ καὶ δίκαι ̓ ἂν εἴποιεν, πάνθ ̓, ὅσα τῶν αὐτῶν ἕνεκ ̓ αὐτοῖς ἔδοτ ̓ εὐερ γεσιῶν, ἀξιοῦντες ἔχειν, οἱ δὲ φενακίζειν τὸν ὡς καταλείπεται λέγοντά τι αὐτοῖς. ὁ γὰρ ἄξια τῆς ἀτελείας εὖ πεποιηκέναι δόξας καὶ ταύτην παρ' ὑμῶν λαβὼν τὴν τιμὴν μόνην, ἢ ξένος ἢ καί τις πολίτης, ἐπειδὰν ἀφαιρεθῇ ταύτην, τίν ̓ ἔχει λοιπὴν δωρεάν, Λεπτίνη; οὐδεμίαν. μὴ τοίνυν διὰ μὲν τοῦ τῶνδε κατηγορεῖν ὡς φαύλων ἐκείνους ἀφαιροῦ, δι' ἃ δ ̓ αὖ καταλείπειν ἐκείνοις φήσεις, τούσδε, ὃ μόνον λαβόντες ἔχουσι, τοῦτ ̓ ἀφέλῃ. 124 ὡς δ ̓ ἁπλῶς εἰπεῖν, οὐκ εἰ τῶν πάντων ἀδική

125

σομέν τινα μείζον ̓ ἢ ἐλάττονα, δεινόν ἐστιν, ἀλλ ̓ εἰ τὰς τιμάς, αἷς ἂν ἀντ ̓ εὖ ποιήσωμέν τινας, ἀπίστους καταστήσομεν· οὐδ ̓ ὁ πλεῖστος ἔμοιγε λόγος περὶ τῆς ἀτελείας ἐστίν, ἀλλ ̓ ὑπὲρ τοῦ πονηρὸν ἔθος τὸν νόμον εἰσάγειν καὶ τοιοῦτον, δι' οὗ πάντ ̓ ἄπισθ ̓ ὅσ ̓ ὁ δῆμος δίδωσιν ἔσται.

Ὃν τοίνυν κακουργότατον οἴονται λόγον εὑρηκέναι πρὸς τὸ τὰς ἀτελείας ὑμᾶς ἀφελέσθαι πεῖσαι, βέλτιόν ἐστι προειπεῖν, ἵνα μὴ λάθητ'

ἐξαπατηθέντες.

ἐροῦσι γὰρ ὅτι ταῦθ ̓ ἱερῶν

495 ἐστιν ἅπαντα τἀναλώματα, αἱ χορηγίαι καὶ αἱ γυμνασιαρχίαι· δεινὸν οὖν, εἰ τῶν ἱερῶν ἀτελής τις ἀφεθήσεται. ἐγὼ δὲ τὸ μέν τινας, οἷς ὁ δῆμος ἔδωκεν, ἀτελεῖς εἶναι τούτων δίκαιον ἡγοῦ μαι, ὃ δὲ νῦν οὗτοι ποιήσουσιν, ἐὰν ἄρα ταῦτα λέγωσι, τοῦτ ̓ εἶναι δεινὸν νομίζω. εἰ γὰρ ἃ κατὰ 126 μηδέν ̓ ἄλλον ἔχουσι τρόπον δεῖξαι δίκαιον ὑμᾶς ἀφελέσθαι, ταῦτ ̓ ἐπὶ τῷ τῶν θεῶν ὀνόματι ποιεῖν ζητήσουσιν, πῶς οὐκ ἀσεβέστατον ἔργον καὶ δεινότατον πράξουσιν ; χρὴ γάρ, ὡς γοῦν ἐμοὶ δοκεῖ, ὅσα τις πράττει τοὺς θεοὺς ἐπιφημίζων, τοιαῦτα φαίνεσθαι, οἷα μηδ' ἂν ἐπ ̓ ἀνθρώπου πραχθέντα πονηρὰ φανείη. ὅτι δ ̓ οὐκ ἔστι ταὐτὸν ἱερῶν ἀτέλειαν ἔχειν καὶ λειτουργιῶν, ἀλλ ̓ οὗτοι τὸ τῶν λειτουργιῶν ὄνομ ̓ ἐπὶ τὸ τῶν ἱερῶν μεταφέροντες ἐξαπατῶν ζητοῦσι, Λεπτίνην ὑμῖν αὐτὸν ἐγὼ παρασχήσομαι μάρτυρα. γράφων 127 γὰρ ἀρχὴν τοῦ νόμου “ Λεπτίνης εἶπεν” φησίν, ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσιν, ἀτελῆ μηδένα εἶναι πλὴν τῶν ἀφ' Αρμοδίου καὶ Αριστογείτονος.” καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν ταὐτὸ καὶ λειτουργιῶν, τί τοῦτο μαθὼν προσέγραψεν ; οὐδὲ γὰρ τούτοις ἀτέλεια τῶν γ ̓ ἱερῶν ἐστιν δεδομένη. ἵνα δ ̓ εἰδῆθ ̓ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, λαβέ μοι πρῶτον μὲν τῆς στήλης τἀντίγραφα, εἶτα τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. λέγε.

[ocr errors]

128

ΑΝΤΙΓΡΑΦΑ ΣΤΗΛΗΣ.

Ακούετε τῶν ἀντιγράφων τῆς στηλης, ὦ ἄνδρες Αθηναῖοι, ἀτελεῖς αὐτοὺς εἶναι κελευόντων πλὴν ἱερῶν. λέγε δὴ τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου.

ΝΟΜΟΣ.

Καλῶς· κατάθες. γράψας “ ὅπως ἂν οἱ πλουσιώτατοι λειτουργῶσι, μηδένα εἶναι ἀτελῆ” προσέγραψε “πλὴν τῶν ἀφ' Αρμοδίου καὶ ̓Αριστογείτονος.” τίνος εἵνεκ', εἴ γε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λειτουργεῖν; αὐτὸς γὰρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, 129 φανήσεται. ἡδέως δ ̓ ἂν ἔγωγ ̓ ἐροίμην Λεπτίνην· τίνος αὐτοῖς τὴν ἀτέλειαν ἢ σὺ νῦν καταλείπειν φήσεις ἢ κείνους τότε δοῦναι, τὰς λειτουργίας ὅταν εἶναι φῇς ἱερῶν; τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἰσὶν ἀτελεῖς, τῶν δὲ λειτουργιῶν εἴπερ εἰσὶν ἱερῶν, οὐδ ̓ ἔχουσιν. 130 ἀλλὰ μὴν γέγραπταί γ' ἀτελεῖς αὐτοὺς εἶναι. τίνος ; ἢ τοῦ μετοικίου ; τοῦτο γὰρ λοιπόν. οὐ δήπου, ἀλλὰ τῶν ἐγκυκλίων λειτουργιῶν, ὡς ἥ τε στήλη δηλοῖ καὶ σὺ προσδιώρισας ἐν τῷ νόμῳ καὶ μαρτυρεῖ πᾶς ὁ πρὸ τοῦ χρόνος γεγονώς, ἐν ᾧ τοσούτῳ τὸ πλῆθος ὄντι οὔτε φυλὴ πώποτ' ἐνεγκεῖν ἐτόλμησεν οὐδεμία οὐδένα τῶν ἀπ ̓ ἐκείνων χορηγόν, οὔτ ̓ ἐνεχθεὶς αὐτοῖς ἄλλος

496

οὐδεὶς ἀντιδοῦναι. οἷς οὐκ ἀκουστέον ἂν ἐναν
τία τολμᾷ λέγειν.

Ἔτι τοίνυν ἴσως ἐπισύροντες ἐροῦσιν, ὡς 131 Μεγαρεῖς καὶ Μεσσήνιοί τινες εἶναι φάσκοντες ἔπειτ ̓ ἀτελεῖς εἰσιν, ἁθρόοι παμπληθεῖς ἄνθρωποι, καί τινες ἄλλοι, δοῦλοι καὶ μαστιγίαι, Λυκίδας καὶ Διονύσιος, καὶ τοιούτους τινὰς ἐξειλεγμένοι. ὑπὲρ δὴ τούτων ὡδι ποιήσαθ ̓, ὅταν ταῦτα λέγωσιν· κελεύετ ̓, εἴπερ ἀληθῆ λέγουσι πρὸς 497 ὑμᾶς, τὰ ψηφίσματ ̓ ἐν οἷς ἀτελεῖς εἰσιν οὗτοι δεῖξαι. οὐ γάρ ἐστ ̓ οὐδεὶς ἀτελὴς παρ' ὑμῖν, ὅτῳ μὴ ψήφισμ ̓ ἢ νόμος δέδωκε τὴν ἀτέλειαν. πρόξενοι μέντοι πολλοὶ διὰ τῶν πολιτευομένων 132 γεγόνασι παρ' ὑμῖν τοιοῦτοι, ὧν εἷς ἐστιν ὁ Λυκίδας. ἀλλ ̓ ἕτερον πρόξενόν ἐστ ̓ εἶναι καὶ ἀτέλειαν εὑρῆσθαι. μὴ δὴ παραγόντων ὑμᾶς, μηδ' ὅτι δοῦλος ὢν ὁ Λυκίδας καὶ Διονύσιος καὶ τις ἴσως ἄλλος διὰ τοὺς μισθοῦ τὰ τοιαῦτα γράφοντας ἑτοίμως πρόξενοι γεγόνασιν, διὰ τοῦθ ̓ ἑτέρους ἀξίους καὶ ἐλευθέρους καὶ πολλῶν ἀγαθῶν αἰτίους, ἃς ἔλαβον δικαίως παρ' ὑμῶν δωρεάς, ἀφελέσθαι ζητούντων. πῶς γὰρ οὐχὶ 133 καὶ κατὰ τοῦτο δεινότατ ̓ ἂν πεπονθὼς ὁ Χαβρίας φανείη, εἰ μὴ μόνον ἐξαρκέσει τοῖς τὰ τοιαῦτα πολιτευομένοις τὸν ἐκείνου δοῦλον Λυκίδαν πρόξενον ὑμέτερον πεποιηκέναι, ἀλλ ̓ εἰ καὶ διὰ τοῦτον πάλιν τῶν ἐκείνῳ τι δοθέντων ἀφέλοιντο, καὶ ταῦτ ̓ αἰτίαν λέγοντες ψευδῆ; οὐ γάρ ἐστιν οὔθ ̓ οὗτος οὔτ ̓ ἄλλος οὐδεὶς πρόξενος ὢν ἀτελής, ὅτῳ μὴ διαρρήδην ἀτέλειαν ἔδωκεν ὁ δῆμος.

« PreviousContinue »