Page images
PDF
EPUB

ἐκ περιωπῆς γὰρ ἂν ἀκριβῶς ἅπαντα καθεώρας. ἐπεὶ δὲ οὐ θέμις εἰδώλοις ἀεὶ συνόντα ἐπιβατεύειν τῶν βασιλείων τοῦ Διός, ὥρα ἡμῖν ὑψηλόν τι ὄρος περι

σκοπεῖν.

3. ΧΑΡ. οἶσθα, ὦ Ἑρμῆ, ἅπερ εἴωθα λέγειν ἐγὼ 5 πρὸς ὑμᾶς, ἐπειδὰν πλέωμεν; ὁπόταν γὰρ τὸ πνεῦμα καταιγίσαν πλαγίᾳ τῇ ὀθόνῃ ἐμπέσῃ καὶ τὸ κῦμα ὑψηλὸν ἀρθῇ, τότε ὑμεῖς μὲν ὑπ ̓ ἀγνοίας κελεύετε τὴν ὀθόνην στεῖλαι ἢ ἐνδοῦναι ὀλίγον τοῦ ποδὸς ἢ συνεκδραμεῖν τῷ πνέοντι, ἐγὼ δὲ τὴν ἡσυχίαν ἄγειν παρακελεύομαι ὑμῖν· το αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιον. κατὰ ταὐτὰ δὴ καὶ σὺ πρᾶττε ὁπόσα καλῶς ἔχειν νομίζεις κυβερνήτης νῦν γε ὤν· ἐγὼ δέ, ὥσπερ ἐπιβάταις νόμος, σιωπῇ καθεδούμαι πάντα πειθόμενος κελεύοντί σοι.

ΕΡΜ. ὀρθῶς λέγεις αὐτὸς γὰρ εἴσομαι τί ποιητέον 15 καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήν. ἆρ ̓ οὖν ὁ Καύκασος ἐπιτήδειος ἢ ὁ Παρνασὸς ὑψηλότερος ἢ ἀμφοῖν ὁ Ὄλυμπος ἐκεινοσί; καίτοι οὐ φαῦλον ὃ ἀνεμνήσθην ἐς τὸν Ὄλυμπον ἀπιδών· συγκαμεῖν δέ τι καὶ ὑπουργῆσαι καὶ σὲ δεῖ.

ΧΑΡ. προσταττε· ὑπουργήσω γὰρ ὅσα δυνατά.

20

ΕΡΜ. Ὅμηρος ὁ ποιητής φησι τοὺς ̓Αλωέως υἱέας, δύο καὶ αὐτοὺς ὄντας, ἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Οσσαν ἐκ βάθρων ανασπάσαντας ἐπιθεῖναι τῷ Ὀλύμπῳ, εἶτα τὸ Πήλιον ἐπ ̓ αὐτῇ, ἱκανὴν ταύτην κλίμακα ἕξειν 25 οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόν. ἐκείνω μὲν οὖν τὼ μειρακίω, ἀτασθάλω γὰρ ἤστην, δίκας ἐτισάτην νὰ δὲ—οὐ γὰρ ἐπὶ κακῷ τῶν θεῶν ταῦτα βουλεύομεν τί οὐχὶ οἰκοδομοῦμεν καὶ αὐτοὶ κατὰ ταὐτὰ ἐπικυλιν δοῦντες ἐπ ̓ ἄλληλα τὰ ὄρη, ὡς ἔχοιμεν ἀφ ̓ ὑψηλοτέρου 30 ἀκριβεστέραν τὴν σκοπήν ;

4. ΧΑΡ. καὶ δυνησόμεθα, ὦ Ἑρμῆ, δύ ̓ ὄντες ἀναθέσθαι ἀράμενοι τὸ Πήλιον ἢ τὴν Οσσαν;

ΕΡΜ. διὰ τί δ ̓ οὐκ ἄν, ὦ Χάρων; ἢ ἀξιοῖς ἡμᾶς ἀγεννεστέρους εἶναι τοῖν βρεφυλλίοιν ἐκείνοιν, καὶ ταῦτα 5 θεοὺς ὑπάρχοντας ;

ΧΑΡ. οὐκ, ἀλλὰ τὸ πρᾶγμα δοκεῖ μοι ἀπίθανόν τινα τὴν μεγαλουργίαν ἔχειν.

ΕΡΜ. εἰκότως· ἰδιώτης γὰρ εἶ, ὦ Χάρων, καὶ ἥκιστα ποιητικός· ὁ δὲ γεννάδας Ομηρος ἀπὸ δυοῖν στίχοιν το αὐτίκα ἡμῖν ἀμβατὸν ἐποίησε τὸν οὐρανόν, οὕτω ῥᾳδίως συνθεὶς τὰ ὄρη, καὶ θαυμάζω, εἴ σοι ταῦτα τεράστια εἶναι δοκεῖ τὸν "Ατλαντα δηλαδὴ εἰδότι, ὃς τὸν πόλον αὐτὸν εἰς ὢν φέρει ἀνέχων ἡμᾶς ἅπαντας. ἀκούεις δέ γε ἴσως καὶ τοῦ ἀδελφοῦ τοῦ ἐμοῦ πέρι τοῦ ̔Ηρακλέους, ὡς 15 διαδέξαιτό ποτε αὐτὸν ἐκεῖνον τὸν "Ατλαντα, καὶ ἀναπαύσειε πρὸς ὀλίγον τοῦ ἄχθους ὑποθεὶς ἑαυτὸν τῷ φορτίῳ.

ΧΑΡ. ἀκούω· καὶ ταῦτα· εἰ δὲ ἀληθῆ, σὺ ἄν, ὦ Ἑρμῆ, καὶ οἱ ποιηταὶ εἰδείητε.

20 ΕΡΜ. ἀληθέστατα, ὦ Χάρων. ἢ τίνος γὰρ ἕνεκα σοφοὶ ἄνδρες ἐψεύδοντο ἄν; ὥστε ἀναμοχλεύωμεν τὴν Οσσαν πρῶτον, ὥσπερ ἡμῖν ὑφηγεῖται τὸ ἔπος καὶ ὁ ἀρχιτέκτων Ομηρος,

25

αὐτὰρ ἐπ ̓ Οσση Πήλιον εινοσίφυλλον.

ὁρᾷς ὅπως ῥᾳδίως ἅμα καὶ ποιητικῶς ἐξειργάσμεθα; φέρ ̓ οὖν ἀναβὰς ἴδω, εἰ καὶ ταῦτα ἱκανά, ἢ ἐποικοδομεῖν ἔτι δεήσει. 5. παπαῖ, κάτω ἔτι ἐσμὲν ἐν ὑπωρείᾳ τοῦ οὐρανοῦ· ἀπὸ μὲν γὰρ τῶν ἑῴων μόγις Ἰωνία καὶ Λυδία 30 φαίνεται, ἀπὸ δὲ τῆς ἑσπέρας οὐ πλέον Ἰταλίας καὶ

Σικελίας, ἀπὸ δὲ τῶν ἀρκτῴων τὰ ἐπὶ τάδε τοῦ Ἴστρου

UNIVERSITY

5-6 CALIFORNIA CHARON

13

μόνον, κἀκεῖθεν ἡ Κρήτη οὐ πάνυ σαφῶς. μετακινητέα ἡμῖν, ὦ πορθμεῦ, καὶ ἡ Οἴτη, ὡς ἔοικεν, εἶτα ὁ Παρνασὶς ἐπὶ πᾶσιν.

ΧΑΡ. οὕτω ποιῶμεν. ὅρα μόνον μὴ λεπτότερον ἐξεργασώμεθα τὸ ἔργον ἀπομηκύναντες πέρα τοῦ πιθα- 5 νοῦ, εἶτα συγκαταρριφέντες αὐτῷ πικρᾶς τῆς Ὁμήρου οἰκοδομητικῆς πειραθῶμεν συντριβέντες τῶν κρανίων.

ΕΡΜ. θάρρει· ἀσφαλῶς ἕξει ἅπαντα. μετατίθει τὴν Οἴτην· ἐπικυλινδείσθω ὁ Παρνασός. ἰδοὺ δή, επάνειμι αὖθις· εὖ ἔχει· πάντα ὁρῶ ἀνάβαινε ἤδη καὶ σύ.

ΧΑΡ. ὄρεξον, ὦ Ἑρμῆ, τὴν χεῖρα· οὐ γὰρ ἐπὶ μικράν με ταύτην μηχανὴν ἀναβιβάζεις.

ΙΟ

ΕΡΜ. εἴ γε καὶ ἰδεῖν ἐθέλεις, ὦ Χάρων, ἅπαντα. οὐκ ἔνι δὲ ἄμφω, καὶ ἀσφαλῆ καὶ φιλοθεάμονα εἶναι. ἀλλ ̓ ἔχου μου τῆς δεξιᾶς καὶ φείδου μὴ κατὰ τοῦ 15 ὀλισθηροῦ πατεῖν. εὖ γε, ἀνελήλυθας καὶ σύ· καὶ ἐπείπερ δικόρυμβος ὁ Παρνασός ἐστι, μίαν ἑκάτερος ἄκραν ἀπολαβόμενοι καθεζώμεθα· σὺ δέ μοι ἤδη ἐν κύκλῳ περιβλέπων ἐπισκόπει ἅπαντα.

6. ΧΑΡ. ὁρῶ γῆν πολλὴν καὶ λίμνην τινὰ μεγάλην 20 περιρρέουσαν καὶ ὄρη καὶ ποταμοὺς μείους τοῦ Κωκυτοῦ καὶ τοῦ Πυριφλεγέθοντος καὶ ἀνθρώπους πάνυ σμικροὺς καί τινας φωλεοὺς αὐτῶν.

ΕΡΜ. πόλεις ἐκεῖναί εἰσιν, οὓς φωλεοὺς εἶναι νομί ζεις.

ΧΑΡ. οἶσθα οὖν, ὦ Ἑρμῆ, ὡς οὐδὲν ἡμῖν πέπρακται, ἀλλὰ μάτην τὸν Παρνασὸν αὐτῇ Κασταλίᾳ καὶ τὴν Οἴτην καὶ τὰ ἄλλα ὄρη μετεκινήσαμεν ;

ΕΡΜ. ὅτι τί;

25

ΧΑΡ. οὐδὲν ἀκριβὲς ἐγὼ γοῦν ἀπὸ τοῦ ὑψηλοῦ ὁρῶ. 30 ἐδεόμην δὲ οὐ πόλεις καὶ ὄρη αὐτὸ μόνον ὥσπερ ἐν γραφαῖς

5

ὁρᾶν, ἀλλὰ τοὺς ἀνθρώπους αὐτοὺς καὶ ἃ πράττουσι καὶ οἷα λέγουσιν, ὥσπερ ὅτε με τὸ πρῶτον ἐντυχὼν εἶδες γελώντα καὶ ἤρου με ὅ τι γελῴην· ἀκούσας γάρ τινος ἥσθην ἐς ὑπερβολήν.

ΕΡΜ. τί δὲ τοῦτ ̓ ἦν;

ΧΑΡ. ἐπὶ δεῖπνον, οἶμαι, κληθεὶς ὑπό τινος τῶν φίλων ἐς τὴν ὑστεραίαν, μάλιστα ἥξω, ἔφη· καὶ μεταξὺ λέγοντος ἀπὸ τοῦ τέγους κεραμὶς ἐπιπεσοῦσα οὐκ οἶδ ̓ ὅτου κινήσαντος ἀπέκτεινεν αὐτόν. ἐγέλασα οὖν οὐκ 1ο ἐπιτελέσαντος τὴν ὑπόσχεσιν. ἔοικα δὲ καὶ νῦν ὑποκαταβήσεσθαι, ὡς μᾶλλον βλέποιμι καὶ ἀκούοιμι.

7. ΕΡΜ. ἔχ ̓ ἀτρέμας· καὶ τοῦτο γὰρ ἐγὼ ἰάσομαί σοι καὶ ὀξυδερκέστατον ἐν βραχεῖ ἀποφανῶ παρ' Ομή ρου τινὰ καὶ πρὸς τοῦτο ἐπῳδὴν λαβών, κἀπειδὰν εἴπω 15 τὰ ἔπη, μέμνησο μηκέτι ἀμβλυώττειν, ἀλλὰ σαφῶς πάντα ὁρᾶν.

ΧΑΡ. λέγε μόνον.

ΕΡΜ. ἀχλὺν αὖ τοι ἀπ ̓ ὀφθαλμῶν ἕλον, ἣ πρὶν ἐπῆεν, ὄφρ ̓ εὖ γινώσκῃς ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα.

20 τί ἐστιν; ἤδη ὁρᾷς;

ΧΑΡ. ὑπερφυῶς γε· τυφλὸς ὁ Λυγκεὺς ἐκεῖνος ὡς πρὸς ἐμέ. ὥστε σὺ τὸ ἐπὶ τούτῳ προσδίδασκέ με καὶ ἀποκρίνου ἐρωτῶντι. ἀλλὰ βούλει κατὰ τὸν Ὅμηρον κἀγὼ ἔρωμαί σε, ὡς μάθῃς οὐδ ̓ αὐτὸν ἀμελέτητον ὄντα 25 με τῶν Ὁμήρου;

ΕΡΜ. καὶ πόθεν σὺ ἔχεις τι τῶν ἐκείνου εἰδέναι ναύτης ἀεὶ καὶ πρόσκωπος ὤν;

ΧΑΡ. ὁρᾷς; ὀνειδιστικὸν τοῦτο ἐς τὴν τέχνην. ἐγὼ δὲ ὁπότε διεπόρθμευον αὐτὸν ἀποθανόντα, πολλὰ ῥα30 ψῳδοῦντος ἀκούσας ἐνίων ἔτι μέμνημαι καίτοι χειμών ἡμᾶς οὐ μικρὸς τότε κατελάμβανεν· ἐπεὶ γὰρ ἤρξατο

ᾄδειν οὐ πάνυ αἴσιόν τινα ᾠδὴν τοῖς πλέουσιν, ὡς ὁ Ποσειδῶν συνήγαγε τὰς νεφέλας καὶ ἐτάραξε τὸν πόντον ὥσπερ τορύνην τινὰ ἐμβαλὼν τὴν τρίαιναν καὶ πάσας τὰς θυέλλας ὠρόθυνε καὶ ἄλλα πολλά, κυκῶν τὴν θάλατταν ὑπὸ τῶν ἐπῶν, χειμὼν ἄφνω καὶ γνόφος ἐμπεσὼν 5 ὀλίγου δεῖν περιέτρεψεν ἡμῖν τὴν ναῦν· ὅτε περ καὶ ναυτιάσας ἐκεῖνος ἀπήρεσε τῶν ῥαψῳδιῶν τὰς πολλὰς αὐτῇ Σκύλλῃ καὶ Χαρύβδει καὶ Κύκλωπι. οὐ χαλεπὸν οὖν ἦν ἐκ τοσούτου ἐμέτου ὀλίγα γοῦν διαφυλάττειν. 8. εἰπὲ γάρ μοι

τίς γὰρ ὅδ ̓ ἐστὶ πάχιστος ἀνὴρ ἠύς τε μέγας τε, ἔξοχος ἀνθρώπων κεφαλὴν καὶ εὐρέας ὤμους ; ΕΡΜ. Μίλων οὗτος ὁ ἐκ Κρότωνος ἀθλητής. ἐπικροτοῦσι δ ̓ αὐτῷ οἱ Ἕλληνες, ὅτι τὸν ταῦρον ἀράμενος φέρει διὰ τοῦ σταδίου μέσου.

ΙΟ

15

ΧΑΡ. καὶ πόσῳ δικαιότερον ἐμὲ ἄν, ὦ Ἑρμῆ, ἐπαινοῖεν, ὃς αὐτόν σοι τὸν Μίλωνα μετ ̓ ὀλίγον συλλαβὼν ἐνθήσομαι ἐς τὸ σκαφίδιον, ὁπόταν ἥκῃ πρὸς ἡμᾶς ὑπὸ τοῦ ἀμαχωτάτου τῶν ἀνταγωνιστῶν καταπαλαισθεὶς τοῦ θανάτου, μηδὲ συνεὶς ὅπως αὐτὸν ὑποσκελίζει; κατα 20 οἰμώξεται ἡμῖν δηλαδὴ μεμνημένος τῶν στεφάνων τούτων καὶ τοῦ κρότου· νῦν δὲ μέγα φρονεῖ θαυμαζόμενος ἐπὶ τῇ τοῦ ταύρου φορᾷ. τί οὖν οἰηθῶμεν ; ἄρα ἐλπίζειν αὐτὸν καὶ τεθνήξεσθαί ποτε;

ΕΡΜ. πόθεν ἐκεῖνος θανάτου νῦν μνημονεύσειεν ἂν 25 ἐν ἀκμῇ τοσαύτῃ ;

ΧΑΡ. ἔα τοῦτον οὐκ εἰς μακρὰν γέλωτα ἡμῖν παρέξοντα, ὁπόταν πλέῃ μηδ' ἐμπίδα οὐχ ὅπως ταῦρον ἔτι ἄρασθαι δυνάμενος. 9. σὺ δέ μοι ἐκεῖνο εἰπέ,

τίς τ ̓ ἄρ ̓ ὅδ ̓ ἄλλος ὁ σεμνὸς ἀνήρ;

οὐχ Ελλην, ὡς ἔοικεν ἀπὸ γοῦν τῆς στολῆς.

30

« PreviousContinue »