Page images
PDF
EPUB

ΕΡΜ. Κῦρος, ὦ Χάρων, ὁ Καμβύσου, ὃς τὴν ἀρχὴν πάλαι Μήδων ἐχόντων νῦν Περσῶν ἤδη ἐποίησεν εἶναι· καὶ ̓Ασσυρίων δ ̓ ἔναγχος οὗτος ἐκράτησε καὶ Βαβυλώνα παρεστήσατο καὶ νῦν ἐλασείοντι ἐπὶ Λυδίαν ἔοικεν, ὡς 5 καθελὼν τὸν Κροῖσον ἄρχοι ἁπάντων.

ΧΑΡ. ὁ Κροῖσος δὲ ποῦ ποτε κἀκεῖνός ἐστιν;

ΕΡΜ. ἐκεῖσε ἀπόβλεψον ἐς τὴν μεγάλην ἀκρόπολιν τὴν τὸ τριπλοῦν τεῖχος Σάρδεις ἐκεῖναι, καὶ τὸν Κροῖσον αὐτὸν ὁρᾷς ἤδη ἐπὶ κλίνης χρυσῆς καθήμενον Σόλωνι το τῷ ̓Αθηναίῳ διαλεγόμενον. βούλει ἀκούσωμεν αὐτῶν ὅ τι καὶ λέγουσι;

ΧΑΡ. πάνυ μὲν οὖν.

10. ΚΡΟΙΣ. ὦ ξένε 'Αθηναῖε, εἶδες γάρ μου τὸν πλοῦτον καὶ τοὺς θησαυροὺς καὶ ὅσος ἄσημος χρυσός 15 ἐστιν ἡμῖν καὶ τὴν ἄλλην πολυτέλειαν, εἰπέ μοι, τίνα ἡγῇ τῶν ἁπάντων ἀνθρώπων εὐδαιμονέστατον εἶναι. ΧΑΡ. τί ἄρα ὁ Σόλων ἐρεῖ;

ΕΡΜ. θάρρει· οὐδὲν ἀγεννές, ὦ Χάρων.

ΣΟΛ. ὦ Κροῖσε, ὀλίγοι μὲν οἱ εὐδαίμονες· ἐγὼ δὲ 20 ὧν οἶδα Κλέοβιν καὶ Βίτωνα ἡγοῦμαι εὐδαιμονεστάτους γενέσθαι, τοὺς τῆς ἱερείας παῖδας τῆς ̓Αργόθεν.

25

ΧΑΡ. φησὶν οὗτος τοὺς ἅμα πρῴην ἀποθανόντας, ἐπεὶ τὴν μητέρα ὑποδύντες εἵλκυσαν ἐπὶ τῆς ἀπήνης ἄχρι πρὸς τὸ ἱερόν.

ΚΡΟΙΣ. ἔστω ἐχέτωσαν ἐκεῖνοι τὰ πρῶτα τῆς εὐδαιμονίας. ὁ δεύτερος δὲ τίς ἂν εἴη;

ΣΟΛ. Τέλλος ὁ ̓Αθηναῖος, ὃς εὖ τ ̓ ἐβίω καὶ ἀπέθανεν ὑπὲρ τῆς πατρίδος.

ΚΡΟΙΣ. ἐγὼ δέ, ὦ κάθαρμα, οὔ σοι δοκῶ εὐδαίμων 30 είναι;

ΣΟΛ. οὐδέπω οἶδα, ὦ Κροῖσε, ἢν μὴ πρὸς τὸ

τέλος ἀφίκῃ τοῦ βίου· ὁ γὰρ θάνατος ἀκριβὴς ἔλεγχος τῶν τοιούτων καὶ τὸ ἄχρι πρὸς τὸ τέρμα εὐδαιμόνως διαβιώναι.

ΧΑΡ. κάλλιστα, ὦ Σόλων, ὅτι ἡμῶν οὐκ ἐπιλέλησαι, ἀλλὰ παρὰ τὸ πορθμεῖον αὐτὸ ἀξιοῖς γίνεσθαι τὴν περὶ 5 τῶν τοιούτων κρίσιν. 11. ἀλλὰ τίνας ἐκείνους ὁ Κροῖσος ἐκπέμπει ἢ τί ἐπὶ τῶν ὤμων φέρουσι ;

ΕΡΜ. πλίνθους τῷ Πυθίῳ χρυσᾶς ἀνατίθησι μισθὸν τῶν χρησμῶν, ὑφ ̓ ὧν καὶ ἀπολεῖται μικρὸν ὕστερον φιλόμαντις δὲ ὁ ἀνὴρ ἐκτόπως.

ΧΑΡ. ἐκεῖνο γάρ ἐστιν ὁ χρυσός, τὸ λαμπρὸν ὃ ἀποστίλβει, τὸ ὕπωχρον μετ ̓ ἐρυθήματος; νῦν γὰρ πρῶτ τον εἶδον ἀκούων ἀεί.

ΕΡΜ. ἐκεῖνο, ὦ Χάρων, τὸ ἀοίδιμον ὄνομα καὶ περιμάχητον.

ΧΑΡ. καὶ μὴν οὐχ ὁρῶ ὅ τι ἀγαθὸν αὐτῷ πρόσεστιν, εἰ μὴ ἄρα ἕν τι μόνον, ὅτι βαρύνονται οἱ φέροντες αὐτό.

ΕΡΜ. οὐ γὰρ οἶσθα ὅσοι πόλεμοι διὰ τοῦτο καὶ ἐπιβουλαὶ καὶ λῃστήρια καὶ ἐπιορκίαι καὶ φόνοι καὶ δεσμὰ καὶ πλοῦς μακρὸς καὶ ἐμπορίαι καὶ δουλεῖαι.

ΧΑΡ. διὰ τοῦτο, ὦ Ἑρμῆ, τὸ μὴ πολὺ τοῦ χαλκοῦ διαφέρον ;· οἶδα γὰρ τὸν χαλκόν, ὀβολόν, ὡς οἶσθα, παρὰ τῶν πλεόντων ἑκάστου ἐκλέγων.

ΙΟ

15

20

ΕΡΜ. ναί· ἀλλ' ὁ χαλκὸς μὲν πολύς, ὥστε οὐ πάνυ σπουδάζεται ὑπ' αὐτῶν· τοῦτον δὲ ὀλίγον ἐκ πολλοῦ τοῦ 25 βάθους οἱ μεταλλεύοντες ἀνορύττουσι πλὴν ἀλλ ̓ ἐκ γῆς καὶ οὗτος ὥσπερ ὁ μόλυβδος καὶ τἆλλα.

ΧΑΡ. δεινήν τινα λέγεις τῶν ἀνθρώπων τὴν ἀβελτερίαν, οἳ τοσοῦτον ἔρωτα ἐρῶσιν ὠχροῦ καὶ βαρέος κτήματος.

ΕΡΜ. ἀλλὰ οὐ Σόλων γε ἐκεῖνος, ὦ Χάρων, ἐρᾶν

30

ΙΟ

αὐτοῦ φαίνεται, ὡς ὁρᾷς καταγελᾷ γὰρ τοῦ Κροίσου καὶ τῆς μεγαλαυχίας τοῦ βαρβάρου, καί μοι δοκεῖν ἐρέσθαι τι βούλεται αὐτόν· ἐπακούσωμεν οὖν.

12. ΣΟΛ. εἰπέ μοι, ὦ Κροῖσε, οἴει γάρ τι δεῖσθαι 5 τῶν πλίνθων τούτων τὴν Πύθιον ;

ΚΡΟΙΣ. νή Δία· οὐ γάρ ἐστιν αὐτῷ ἐν Δελφοῖς ἀνάθημα οὐδὲν τοιοῦτον.

ΣΟΛ. οὐκοῦν μακάριον οἴει τὸν θεὸν ἀποφαίνειν, εἰ κτήσαιτο σὺν τοῖς ἄλλοις καὶ πλίνθους χρυσᾶς ;

ΚΡΟΙΣ. πώς γὰρ οὔ ;

ΣΟΛ. πολλήν μοι λέγεις, ὦ Κροῖσε, πενίαν ἐν τῷ οὐρανῷ, εἰ ἐκ Λυδίας μεταστέλλεσθαι τὸ χρυσίον δεήσει αὐτούς, ἣν ἐπιθυμήσωσι.

ΚΡΟΙΣ. ποῦ γὰρ τοσοῦτος ἂν γένοιτο χρυσὸς ὅσος 15 παρ' ἡμῖν;

20

25

ΣΟΛ. εἰπέ μοι, σίδηρος δὲ φύεται ἐν Λυδίᾳ ;
ΚΡΟΙΣ. οὐ πάνυ τι.

ΣΟΛ. τοῦ βελτίονος ἄρα ἐνδεεῖς ἐστέ.

[ocr errors]

ΚΡΟΙΣ. πῶς ἀμείνων ὁ σίδηρος χρυσίου;

ΣΟΛ. ἦν ἀποκρίνῃ μηδὲν ἀγανακτῶν, μάθοις ἄν.
ΚΡΟΙΣ. ἐρώτα, ὦ Σόλων.

ΣΟΛ. πότεροι ἀμείνους, οἱ σώζοντές τινας ἢ οἱ σωζόμενοι πρὸς αὐτῶν;

ΚΡΟΙΣ. οἱ σώζοντες δηλαδή.

ΣΟΛ. ἆρ ̓ οὖν, ἢν Κῦρος, ὡς λογοποιοῦσί τινες, ἐπίῃ Λυδοῖς, χρυσᾶς μαχαίρας σὺ ποιήσῃ τῷ στρατῷ, ἢ ὁ σίδηρος ἀναγκαῖος τότε ;

ΚΡΟΙΣ. ὁ σίδηρος δῆλον ὅτι.

ΣΟΛ. καὶ εἴ γε τοῦτον μὴ παρασκευάσαιο, οἴχοιτ' 30 ἄν σοι ὁ χρυσὸς ἐς Πέρσας αἰχμάλωτος.

ΚΡΟΙΣ. εὐφήμει, ὦ ἄνθρωπε.

ΣΟΛ. μὴ γένοιτο μὲν οὕτω ταῦτα· φαίνῃ δ ̓ οὖν ἀμείνω τοῦ χρυσοῦ τὸν σίδηρον ὁμολογῶν.

ΚΡΟΙΣ. οὐκοῦν καὶ τῷ θεῷ κελεύεις σιδηρᾶς πλίν θους ἀνατιθέναι με, τὸν δὲ χρυσὸν ὀπίσω αὖθις άνακαλεῖν ;

ΣΟΛ. οὐδὲ σιδήρου ἐκεῖνός γε δεήσεται, ἀλλ ̓ ἤντε χαλκὸν ἤντε χρυσὸν ἀναθῇς, ἄλλοις μέν ποτε κτῆμα καὶ ἅρμαιον ἔσῃ ἀνατεθεικὼς ἡ Φωκεύσιν ἢ Βοιωτοῖς ἢ Δελφοῖς αὐτοῖς ἤ τινι τυράννῳ ἢ λῃστῇ, τῷ δὲ θεῷ ὀλίγον μέλει τῶν σῶν χρυσοποιῶν.

ΚΡΟΙΣ. ἀεὶ σύ μου τῷ πλούτῳ προσπολεμεῖς καὶ φθονεῖς.

5

ΤΟ

13. ΕΡΜ. οὐ φέρει ὁ Λυδός, ὦ Χάρων, τὴν παρρη σίαν καὶ τὴν ἀλήθειαν τῶν λόγων, ἀλλὰ ξένον αὐτῷ δοκεῖ τὸ πρᾶγμα, πένης ἄνθρωπος οὐχ ὑποπτήσσων, το 15 δὲ παριστάμενον ἐλευθέρως λέγων. μεμνήσεται δ ̓ οὖν μικρὸν ὕστερον τοῦ Σόλωνος, ὅταν αὐτὸν δέῃ ἁλόντα ἐπὶ τὴν πυρὰν ὑπὸ τοῦ Κύρου ἀναχθῆναι· ἤκουσα γὰρ τῆς Κλωθοῦς πρῴην ἀναγινωσκούσης τὰ ἑκάστῳ ἐπικεκλωσμένα, ἐν οἷς καὶ ταῦτ ̓ ἐγέγραπτο, Κροῖσον μὲν ἁλῶναι 20 ὑπὸ Κύρου, Κῦρον δὲ αὐτὸν ὑπ' ἐκεινησὶ τῆς Μασσαγέτιδος ἀποθανεῖν. ὁρᾷς τὴν Σκυθίδα, τὴν ἐπὶ τοῦ ἵππου τούτου τοῦ λευκοῦ ἐξελαύνουσαν;

ΧΑΡ. νὴ Δία.

ΕΡΜ. Τόμυρις ἐκείνη ἐστί· καὶ τὴν κεφαλήν γε 25 ἀποτεμοῦσα τοῦ Κύρου αὕτη ἐς ἀσκὸν ἐμβαλεῖ πλήρη αἵματος. ὁρᾷς δὲ καὶ τὸν υἱὸν αὐτοῦ τὸν νεανίσκον ; Καμβύσης ἐκεῖνος ἐστιν· οὗτος βασιλεύσει μετὰ τὸν πατέρα καὶ μυρία σφαλεὶς ἐν τῇ Λιβύῃ καὶ Αἰθιοπίᾳ τὸ τελευταῖον μανεὶς ἀποθανεῖται ἀποκτείνας τὸν ̓Απιν. 30 ΧΑΡ. ὦ πολλοῦ γέλωτος. ἀλλὰ νῦν τίς ἂν αὐτοὺς

προσβλέψειεν οὕτως ὑπερφρονοῦντας τῶν ἄλλων; ἢ τίς ἂν πιστεύσειεν ὡς μετ ̓ ὀλίγον οὗτος μὲν αἰχμάλωτος ἔσται, οὗτος δὲ τὴν κεφαλὴν ἕξει ἐν ἀσκῷ αἵματος; 14. ἐκεῖνος δὲ τίς ἐστιν, ὦ Ἑρμῆ, ὁ τὴν πορφυρᾶν ἐφε5 στρίδα ἐμπεπορπημένος, ὁ τὸ διάδημα, ᾧ τὸν δακτύλιον ὁ μάγειρος ἀναδίδωσι τὸν ἰχθὺν ἀνατεμών,

ΙΟ

νήσῳ ἐν ἀμφιρύτῃ; βασιλεὺς δέ τις εὔχεται εἶναι.

ΕΡΜ. εὖ γε παρῳδεῖς ἤδη, ὦ Χάρων. ἀλλὰ Πολυκράτην ὁρᾷς τὸν Σαμίων τύραννον πανευδαίμονα ἡγού10 μενον εἶναι ἀτὰρ καὶ οὗτος αὐτὸς ὑπὸ τοῦ παρεστώτος οἰκέτου Μαιανδρίου προδοθεὶς Ὀροίτῃ τῷ σατράπῃ ἀνασκολοπισθήσεται ἄθλιος ἐκπεσὼν τῆς εὐδαιμονίας ἐν ἀκαρεῖ τοῦ χρόνου· καὶ ταῦτα γὰρ τῆς Κλωθοὺς ἐπήκουσα.

15

ΧΑΡ. ἄγαμαι Κλωθούς γεννικῆς· καὶ αὐτούς, ὦ βελτίστη, καὶ τὰς κεφαλὰς ἀπότεμνε καὶ ἀνασκολόπιζε, ὡς εἰδῶσιν ἄνθρωποι ὄντες· ἐν τοσούτῳ δ ̓ ἐπαιρέσθων ὡς ἂν ἀφ ̓ ὑψηλοτέρου ἀλγεινότερον καταπεσούμενοι. ἐγὼ δὲ γελάσομαι τότε γνωρίσας αὐτῶν ἕκαστον γυμνὸν 20 ἐν τῷ σκαφιδίῳ μήτε πορφυρίδα μήτε τιάραν ἢ κλίνην χρυσὴν κομίζοντας.

15. ΕΡΜ. καὶ τὰ μὲν τούτων ὧδε ἕξει. τὴν δὲ πληθὺν ὁρᾷς, ὦ Χάρων, τοὺς πλέοντας αὐτῶν, τοὺς πολεμοῦντας, τοὺς δικαζομένους, τοὺς γεωργοῦντας, τοὺς 25 δανείζοντας, τοὺς προσαιτοῦντας ;

ΧΑΡ. ὁρῶ ποικίλην τινὰ τὴν τύρβην καὶ μεστὸν ταραχῆς τὸν βίον καὶ τὰς πόλεις γε αὐτῶν ἐοικυίας τοῖς σμήνεσιν, ἐν οἷς ἅπας μὲν ἴδιόν τι κέντρον ἔχει καὶ τὸν πλησίον κεντεῖ, ὀλίγοι δέ τινες ὥσπερ σφῆκες ἄγουσι καὶ 30 φέρουσι τὸ ὑποδεέστερον. ὁ δὲ περιπετόμενος αὐτοὺς ἐκ τἀφανοῦς οὗτος ὄχλος τίνες εἰσίν ;

« PreviousContinue »