Page images
PDF
EPUB

μεν ἐπ ̓ αὐτόν, ὡς ὑπόσχῃ τὴν ἀξίαν ὧν δέδρακε· φήμαι γὰρ ἡμῖν διήγγελλον οἷα ἔλεγεν ἐπιὼν ἐς τὰ πλήθη καθ ̓ ἡμῶν.

15. ΦΙΛ. εἶτα πρὸ δίκης οὐδὲ ἀπολογησάμενον ἀπο5 κτενεῖτε ; δῆλος γοῦν ἐστιν εἰπεῖν τι θέλων.

ΠΛΑΤ. οὔκ, ἀλλ ̓ ἐπὶ σὲ τὸ πᾶν ἀνεβαλόμεθα. καὶ σοὶ ἂν δοκῇ τοῦτο, ποιήσῃ τέλος τῆς δίκης.

ΦΙΛ. τί φής σύ;

ΛΟΥΚ. τοῦτο αὐτό, ὦ δέσποινα φιλοσοφία, ἵπερ το καὶ μόνη τἀληθὲς ἂν εὑρεῖν δύναιο· μόγις γοῦν εὑρόμην πολλὰ ἱκετεύσας τὸ σοὶ φυλαχθῆναι τὴν δίκην.

ΠΛΑΤ. νῦν, ὦ κατάρατε, δέσποιναν αὐτὴν καλεῖς ; πρῴην δὲ τὸ ἀτιμότατον φιλοσοφίαν ἀπέφαινες ἐν τοσούτῳ θεάτρῳ ἀποκηρύττων κατὰ μέρη δύ ̓ ὀβολῶν 15 ἕκαστον εἶδος αὐτῆς τῶν λόγων.

ΦΙΛ. ὁρᾶτε μὴ οὐ φιλοσοφίαν οὗτός γε, ἀλλὰ γόητας ἄνδρας ἐπὶ τῷ ἡμετέρῳ ὀνόματι πολλὰ καὶ μιαρὰ πράττοντας ἠγόρευσε κακῶς.

ΠΛΑΤ. εἴσῃ αὐτίκα, ἣν ἐθέλῃς ἀπολογουμένου 20 ἀκούειν μόνον.

ΦΙΛ. ἀπίωμεν ἐπ ̓ "Αρειον πάγον, μᾶλλον δὲ ἐς τὴν ἀκρόπολιν αὐτήν, ὡς ἂν ἐκ περιωπῆς ἅμα καταφανῆ πάντα εἴη τὰ ἐν τῇ πόλει. 16. ὑμεῖς δέ, ὦ φίλαι, ἐν τῇ ποικίλῃ τέως περιπατήσατε ἥξω γὰρ ὑμῖν ἐκδικάσασα 25 τὴν δίκην.

ΛΟΥΚ. τίνες δέ εἰσιν, ὦ φιλοσοφία; πάνυ γάρ μοι κόσμιαι καὶ αὐταὶ δοκοῦσιν.

ΦΙΛ. ἀρετὴ μὲν ἡ ἀνδρώδης αὕτη, σωφροσύνη δὲ ἐκείνη καὶ δικαιοσύνη παρ ̓ αὐτήν. ἡ προηγουμένη δὲ 30 παιδεία, ἡ ἀμυδρὰ δὲ καὶ ἀσαφὴς τὸ χρῶμα ἡ ἀλήθειά ἐστιν.

ΛΟΥΚ. οὐχ ὁρῶ ἥντινα καὶ λέγεις.

ΦΙΛ. τὴν ἀκαλλώπιστον ἐκείνην οὐχ ὁρᾷς, τὴν γυμνήν, τὴν ὑποφεύγουσαν ἀεὶ καὶ διολισθάνουσαν;

ΛΟΥΚ. ὁρῶ νῦν μόγις. ἀλλὰ τί οὐχὶ καὶ ταύτας ἄγεις, ὡς πλῆρες γένοιτο καὶ ἐντελὲς τὸ συνέδριον; τὴν 5 ἀλήθειαν δέ γε καὶ συνήγορον ἀναβιβάσασθαι πρὸς τὴν δίκην βούλομαι.

ΦΙΛ. νὴ Δί ̓ ἀκολουθήσατε καὶ ὑμεῖς· οὐ χαλεπὸν γὰρ μίαν δικάσαι δίκην, καὶ ταῦτα περὶ τῶν ἡμετέρων ἐσομένην.

17. ΑΛΗΘ. ἄπιτε ὑμεῖς· ἐγὼ γὰρ οὐδὲν δέομαι ἀκούειν ἃ πάλαι οἶδα ὁποῖα ἐστιν.

ΦΙΛ. ἀλλ ̓ ἡμῖν, ὦ ἀλήθεια, ἐν δέοντι συνδικάζοις ἄν, ὡς καὶ καταμηνύοις ἕκαστα.

ΙΟ

ΑΛΗΘ. οὐκοῦν ἐπάγωμαι καὶ τω θεραπαινιδίω 15 τούτω συνοικοτάτω μοι ὄντε ;

ΦΙΛ. καὶ μάλα ὁπόσας ἂν ἐθέλῃς.

ΑΛΗΘ. ἕπεσθον, ὦ ἐλευθερία καὶ παρρησία, μεθ' ἡμῶν ὡς τὸν δείλαιον τουτονὶ ἀνθρωπίσκον ἐραστὴν ἡμέτερον ὄντα κινδυνεύοντα ἐπ ̓ οὐδεμιᾷ προφάσει δι- 20 καίᾳ, ἄν γε σῶσαι δυνηθῶμεν· σὺ δέ, ὦ ἔλεγχε, αὐτοῦ περίμενε.

ΛΟΥΚ. μηδαμῶς ὦ δέσποινα, ἡκέτω δὲ καὶ οὗτος, εἰ καί τις ἄλλος· οὐ γὰρ τοῖς τυχοῦσι θηρίοις πολεμῆσαι δεήσει με, ἀλλ ̓ ἀλαζόσιν ἀνθρώποις καὶ δυσε- 25 λέγκτοις, ἀεί τινας ἀποφυγὰς εὑρισκομένοις, ὥστε ἀναγκαῖος ὁ ἔλεγχος.

ΦΙΛ. ἀναγκαιότατος μὲν οὖν ἄμεινον δέ, εἰ καὶ τὴν ἀπόδειξιν παραλάβοις.

ΑΛΗΘ. ἕπεσθε πάντες, ἐπείπερ ἀναγκαιότατοι 30 δοκεῖτε πρὸς τὴν δίκην.

18. ΑΡΙΣΤ. ὁρᾷς; προσεταιρίζεται καθ ̓ ἡμῶν, ὦ φιλοσοφία, τὴν ἀλήθειαν.

ΦΙΛ. εἶτα δέδιτε, ὦ Πλάτων καὶ Χρύσιππε καὶ Αριστοτελες, μή τι ψεύσηται ὑπὲρ αὐτοῦ ἀλήθεια 5 οὖσα ;

ΠΛΑΤ. οὐ τοῦτο, ἀλλὰ δεινῶς πανουργός ἐστι καὶ κολακικός· ὥστε παραπείσει αὐτήν.

ΦΙΛ. θαρρεῖτε οὐδὲν μὴ γένηται ἄδικον, δικαιοσύνης ταύτῃ συμπαρούσης. ἀνίωμεν οὖν. 19. ἀλλ ̓ εἰπέ το μοι σύ, τί σοι τοὔνομα;

15

ΛΟΥΚ. ἐμοὶ Παρρησιάδης Αληθίωνος τοῦ Ἐλεγξικλέους.

ΦΙΛ. πατρὶς δέ;

ΛΟΥΚ. Σύρος, ὦ φιλοσοφία, τῶν ἐπευφρατιδίων. ἀλλὰ τί τοῦτο; καὶ γὰρ τούτων τινὰς οἶδα τῶν ἀντιδίκων οὐχ ἧττον ἐμοῦ βαρβάρους τὸ γένος· ὁ τρόπος δὲ καὶ ἡ παιδεία οὐ κατὰ Σολέας ἢ Κυπρίους ἢ Βαβυλωνίους ἢ Σταγειρίτας, καίτοι πρός γε σὲ οὐδὲν ἂν ἐλάττων γένοιτο οὐδ ̓ εἰ τὴν φωνὴν βάρβαρος εἴη τις, εἴπερ ἡ 20 γνώμη ὀρθὴ καὶ δικαία φαίνοιτο οὖσα.

20. ΦΙΛ. εὖ λέγεις ἄλλως γοῦν τοῦτο ἠρόμην. ἡ τέχνη δέ σοι τίς ; ἄξιον γὰρ ἐπίστασθαι τοῦτό γε.

ΛΟΥΚ. μισαλαζών εἰμι καὶ μισογόης καὶ μισοψευδὴς καὶ μισότυφος καὶ μισῶ πᾶν τὸ τοιουτώδες εἶδος τῶν 25 μιαρῶν ἀνθρώπων πάνυ δὲ πολλοί εἰσιν, ὡς οἶσθα.

ΦΙΛ. Ηράκλεις, πολυμισῆ τινα μέτει τὴν τέχνην. ΛΟΥΚ. εὖ λέγεις· ὁρᾷς γοῦν ὁπόσοις ἀπεχθάνομαι καὶ ὡς κινδυνεύω δι' αὐτήν. οὐ μὴν ἀλλὰ καὶ τὴν ἐναντίαν αὐτῇ πάνυ ἀκριβῶς οἶδα, λέγω δὲ τὴν ἀπὸ τοῦ φιλο 30 τὴν ἀρχὴν ἔχουσαν φιλαλήθης τε γὰρ καὶ φιλόκαλος καὶ φιλαπλοϊκὸς καὶ ὅσα τῷ φιλεῖσθαι συγγενῆ· πλὴν

ἀλλ ̓ ὀλίγοι πάνυ ταύτης ἄξιοι τῆς τέχνης. οἱ δὲ ὑπὸ τῇ ἐναντίᾳ ταττόμενοι καὶ τῷ μίσει οἰκειότεροι πεντακισμύριοι. κινδυνεύω τοιγαροῦν τὴν μὲν ὑπ ̓ ἀργίας ἀπομαθεῖν ἤδη, τὴν δὲ πάνυ ἠκριβωκέναι.

ΦΙΛ. καὶ μὴν οὐκ ἐχρῆν· τοῦ γὰρ αὐτοῦ καὶ τάδε, 5 φασί, καὶ τάδε· ὥστε μὴ διαίρει τὼ τέχνα· μία γὰρ ἐστὸν δύ ̓ εἶναι δοκοῦσαι.

ΛΟΥΚ. ἄμεινον σὺ ταῦτα οἶσθα, ὦ φιλοσοφία. τὸ μέντοι ἐμὸν τοιοῦτόν ἐστιν, οἷον τοὺς μὲν πονηροὺς μισεῖν, ἐπαινεῖν δὲ τοὺς χρηστοὺς καὶ φιλεῖν.

21. ΦΙΛ. ἄγε δή, πάρεσμεν γὰρ ἔνθα ἐχρῆν ἐν ταῦθά που ἐν τῷ προνάῳ τῆς πολιάδος δικάσωμεν. ἡ ἱέρεια διάθες ἡμῖν τὰ βάθρα, ἡμεῖς δὲ ἐν τοσούτῳ προσκυνήσωμεν τῇ θεῷ.

ΙΟ

ΛΟΥΚ. ὦ πολιάς, ἐλθέ μοι κατὰ τῶν ἀλαζόνων 15 σύμμαχος ἀναμνησθεῖσα ὁπόσα ἐπιορκούντων ὁσημέραι ἀκούεις αὐτῶν· καὶ ἃ πράττουσι δέ, μόνη ὁρᾷς ἅτε δὴ ἐπίσκοπος οἰκοῦσα. νῦν καιρὸς ἀμύνασθαι αὐτούς. ἐμὲ δὲ ἤν που κρατούμενον ἴδῃς καὶ πλείους ὦσιν αἱ μέλαιναι, σὺ προσθεῖσα τὴν σαυτῆς σωζέ με.

20

22. ΦΙΛ. εἶεν ἡμεῖς μὲν ὑμῖν καὶ δὴ καθήμεθα ἕτοιμοι ἀκούειν τῶν λόγων, ὑμεῖς δὲ προελόμενοί τινα ἐξ ἁπάντων, ὅστις ἄριστα κατηγορήσειν ἂν δοκῇ, συνείρετε τὴν κατηγορίαν καὶ διελέγχετε πάντας γὰρ ἅμα λεγειν ἀμήχανον. σὺ δέ, ὦ Παρρησιάδη, ἀπολογήσῃ τὸ μετὰ 25

τοῦτο.

ΧΡΥΣ. τίς οὖν ἂν ἐπιτηδειότερος ἐξ ἡμῶν γένοιτο πρὸς τὴν δίκην σοῦ, ὦ Πλάτων ; ἥ τε γὰρ μεγαλόνοια θαυμαστὴ καὶ ἡ καλλιφωνία δεινῶς 'Αττικὴ καὶ τὸ κεχαρισμένον καὶ πειθοῦς μεστὸν ἥ τε σύνεσις καὶ τὸ 30 ἀκριβὲς καὶ τὸ ἐπαγωγὸν ἐν καιρῷ τῶν ἀποδείξεων, πάντα

ΤΟ

ταῦτά σοι ἀθρόα πρόσεστιν· ὥστε τὴν προηγορίαν δέχου καὶ ὑπὲρ ἁπάντων εἰπὲ τὰ εἰκότα. νῦν ἀναμνήσθητι πάντων ἐκείνων καὶ συμφόρει ἐς τὸ αὐτό, εἴ τί σοι πρὸς Γοργίαν ἢ Πῶλον ἢ Ιππίαν ἢ Πρόδικον εἴρηται· δεινό 5 τερος οὗτος. ἐπίπαττε οὖν καὶ τῆς εἰρωνείας καὶ τὰ κομψὰ ἐκεῖνα καὶ συνεχῆ ἐρώτα, κἄν σοι δοκῇ, κἀκεῖνό που παράβυσον, ὡς ὁ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνων ἀγανακτήσειεν ἄν, εἰ μὴ οὗτος ὑπόσχοι τὴν δίκην.

23. ΠΛΑΤ. μηδαμῶς, ἀλλά τινα τῶν σφοδροτέρων προχειρισώμεθα, Διογένην τοῦτον ἢ ̓Αντισθένην ἢ Κράτ τητα ἢ καὶ σέ, ὦ Χρύσιππε· οὐ γὰρ δὴ κάλλους ἐν τῷ παρόντι καὶ δεινότητος συγγραφικῆς ὁ καιρός, ἀλλά τινος ἐλεγκτικῆς καὶ δικανικῆς παρασκευῆς ῥήτωρ δὲ ὁ 15 Παρρησιάδης ἐστίν.

ΔΙΟΓ. ἀλλ ̓ ἐγὼ αὐτοῦ κατηγορήσω· καὶ γὰρ οὐδὲ πάνυ μακρῶν οἴομαι τῶν λόγων δεῖσθαι. καὶ ἄλλως δὲ ὑπὲρ ἅπαντας ὕβρισμαι δύ ̓ ὀβολῶν πρῴην ἀποκεκηρυγμένος.

20 ΠΛΑΤ. ὁ Διογένης, ὦ φιλοσοφία, ἐρεῖ τὸν λόγον ὑπὲρ ἁπάντων. μέμνησο δέ, ὦ γενναῖε, μὴ τὰ σεαυτοῦ μόνον πρεσβεύειν ἐν τῇ κατηγορίᾳ, τὰ κοινὰ δὲ ὁρᾶν εἰ γάρ τι καὶ πρὸς ἀλλήλους διαφερόμεθα ἐν τοῖς λόγοις, σὺ δὲ τοῦτο μὲν μὴ ἐξέταζε, μηδ ̓ ὅστις ἐστὶν ὁ ἀληθέ25 στερος νῦν λέγε, ὅλως δὲ ὑπὲρ φιλοσοφίας αὐτῆς ἀγανάκτει περιυβρισμένης καὶ κακῶς ἀκουούσης ἐν τοῖς Παρρησιάδου λόγοις, καὶ τὰς προαιρέσεις ἀφείς, ἐν αἷς διαλλάττομεν, ὃ κοινὸν ἅπαντες ἔχομεν, τοῦτο ὑπερμάχει. ὁρᾷς δέ, μόνον σὲ προεστησάμεθα καὶ ἐν σοὶ τὰ πάντων 30 ἡμῶν κινδυνεύεται, ἢ σεμνότατα δέξαι ἢ τοιαῦτα πιστευθῆναι οἷα οὗτος ἀπέφηνε.

« PreviousContinue »