Page images
PDF
EPUB

ὅτι τοὺς μὲν λόγους ὑμῶν πάνυ ἀκριβοῦσιν οἱ πολλοὶ αὐτῶν, καθάπερ δὲ ἐπὶ τούτῳ μόνον ἀναγινώσκοντες αὐτοὺς καὶ μελετῶντες, ὡς τἀναντία ἐπιτηδεύοιεν, οὕτω βιοῦσιν· πάντα μὲν γὰρ ὅσα φασίν, οἷον χρημάτων 5 καταφρονεῖν καὶ δόξης καὶ μόνον τὸ καλόν οἴεσθαι ἀγαθὸν καὶ ἀόργητον εἶναι καὶ τῶν λαμπρῶν τούτων ὑπερορᾶν καὶ ἐξ ἰσοτιμίας αὐτοῖς διαλέγεσθαι, καλά, ὦ θεοί, καὶ σοφὰ καὶ θαυμάσια λίαν ὡς ἀληθῶς. οἱ δὲ καὶ αὐτὰ ταῦτα ἐπὶ μισθῷ διδάσκουσι καὶ τοὺς πλουσίους 1ο τεθήπασι καὶ πρὸς τὸ ἀργύριον κεχήνασιν, ὀργιλώτεροι μὲν τῶν κυνιδίων ἔντες, δειλότεροι δὲ τῶν λαγῶν, κολακευτικώτεροι δὲ τῶν πιθήκων, ἀσελγέστεροι δὲ τῶν ὄνων, ἁρπακτικώτεροι δὲ τῶν γαλῶν, φιλονεικότεροι δὲ τῶν ἀλεκτρυόνων. τοιγαροῦν γέλωτα ὀφλισκάνουσιν 15 ὠθιζόμενοι ἐπὶ ταῦτα καὶ περὶ τὰς τῶν πλουσίων θύρας ἀλλήλους παραγκωνιζόμενοι, δεῖπνα πολυάνθρωπα δειπνοῦντες καὶ ἐν αὐτοῖς τούτους ἐπαινοῦντες φορτικῶς καὶ πέρα τοῦ καλῶς ἔχοντος ἐμφορούμενοι καὶ μεμψίμοιροι φαινόμενοι καὶ ἐπὶ τῆς κύλικος ἀτερπῆ καὶ ἀπῳδὰ 20 φιλοσοφοῦντες καὶ τὸν ἄκρατον οὐ φέροντες· οἱ ἰδιῶται δὲ ὁπόσοι συμπίνουσι, γελῶσι δηλαδὴ καὶ καταπτύουσι φιλοσοφίας, εἰ τοιαῦτα καθάρματα ἐκτρέφει. 35. τὸ δὲ πάντων αἴσχιστον, ὅτι μηδενὸς δεῖσθαι λέγων ἕκαστος αὐτῶν, ἀλλὰ μόνον πλούσιον εἶναι τὸν σοφὸν κεκραγώς 25 μικρὸν ὕστερον αἰτεῖ προσελθὼν καὶ ἀγανακτεῖ μὴ λαβών, ὅμοιον ὡς εἴ τις ἐν βασιλικῷ σχήματι ὀρθὴν τιάραν ἔχων καὶ διάδημα καὶ τὰ ἄλλα ὅσα βασιλείας γνωρίσματα προσαιτοίη τῶν ὑποδεεστέρων δεόμενος. ὅταν μὲν οὖν αὐτούς τι δέη λαμβάνειν, πολὺς ὁ περὶ 30 τοῦ κοινωνικὸν εἶναι δεῖν λόγος καὶ ὡς ἀδιάφορον ὁ πλοῦτος καί, τί γὰρ τὸ χρυσίον ἢ ἀργύριον οὐδὲν τῶν

.

ἐν τοῖς αἰγιαλοῖς ψηφίδων διαφέρον; ὅταν δέ τις ἐπι κουρίας δεόμενος ἑταῖρος ἐκ παλαιοῦ καὶ φίλος ἀπὸ πολλῶν ὀλίγα αὐτῇ προσελθών, σιωπὴ καὶ ἀπορία καὶ ἀμαθία καὶ παλινῳδία τῶν λόγων πρὸς τὸ ἐναντίον· οἱ δὲ πολλοὶ περὶ φιλίας ἐκεῖνοι λόγοι καὶ ἡ ἀρετὴ καὶ τὸ 5 καλὸν οὐκ οἶδ' ὅποι τότε οἴχεται πάντα ταῦτα ἀποπτάμενα, πτερόεντα ὡς ἀληθῶς ἔπη, μάτην ὁσημέραι πρὸς αὐτῶν ἐν ταῖς διατριβαῖς σκιαμαχούμενα. 36. μέχρι γὰρ τούτου φίλος ἕκαστος αὐτῶν, ἐς ὅσον ἂν μὴ ἀργύ ριον ἢ χρυσίον ᾖ προκείμενον ἐν τῷ μέσῳ ἢν δέ τις 10 ὀβολὸν ἐπιδείξῃ μόνον, λέλυται μὲν ἡ εἰρήνη, ἄσπονδα δὲ καὶ ἀκήρυκτα πάντα, καὶ τὰ βιβλία ἐξαλήλιπται καὶ ἡ ἀρετὴ πέφευγεν, οἷόν τι καὶ οἱ κύνες πάσχουσιν· ἐπειδάν τις ὀστοῦν ἐς μέσους αὐτοὺς ἐμβάλῃ, ἀναπηδή σαντες δάκνουσιν ἀλλήλους καὶ τὸν προαρπάσαντα τὸ 15 ὀστοῦν ὑλακτοῦσι. λέγεται δὲ καὶ βασιλεύς τις Αἰγύ πτιος πιθήκους ποτὲ πυρριχίζειν διδάξαι καὶ τὰ θηρία —μιμηλότατα δέ ἐστι τῶν ἀνθρωπίνων—ἐκμαθεῖν τάχιστα καὶ ὀρχεῖσθαι ἁλουργίδας ἀμπεχόμενα καὶ προσωπεία περικείμενα, καὶ μέχρι γε πολλοῦ εὐδοκιμεῖν 20 τὴν θέαν, ἄχρι δή τις θεατὴς ἀστεῖος κάρυα ὑπὸ κόλπον ἔχων ἀφῆκεν ἐς τὸ μέσον· οἱ δὲ πίθηκοι ἰδόντες καὶ ἐκλαθόμενοι τῆς ὀρχήσεως, τοῦθ ̓ ὅπερ ἦσαν, πίθηκοι ἐγένοντο ἀντὶ πυρριχιστῶν καὶ συνέτριβον τὰ προσωπεία καὶ τὴν ἐσθῆτα κατερρήγνυον καὶ ἐμάχοντο περὶ τῆς 25 Οπώρας πρὸς ἀλλήλους, τὸ δὲ σύνταγμα τῆς πυρρίχης διελέλυτο καὶ κατεγελᾶτο ὑπὸ τοῦ θεάτρου. 37. τοιαῦτα καὶ οὗτοι ποιοῦσι, καὶ ἔγωγε τοὺς τοιούτους κακῶς ἠγόρευον καὶ οὔποτε παύσομαι διελέγχων καὶ κωμῳδῶν, περὶ ὑμῶν δὲ ἡ τῶν ὑμῖν παραπλησίων-εἰσὶ γάρ, εἰσί 30 τινες ὡς ἀληθῶς φιλοσοφίαν ζηλοῦντες καὶ τοῖς ὑμετέροις

νόμοις ἐμμένοντες—μὴ οὕτω μανείην ἐγὼ ὡς βλάσφημον εἰπεῖν τι ἢ σκαιόν. ἢ τί γὰρ ἂν εἰπεῖν ἔχοιμι; τί γὰρ ὑμῖν τοιοῦτο βεβίωται; τοὺς δὲ ἀλαζόνας ἐκείνους καὶ θεοῖς ἐχθροὺς ἄξιον οἶμαι μισεῖν. ἢ σὺ γάρ, ὦ Πυθαγόρα 5 καὶ Πλάτων καὶ Χρύσιππε καὶ ̓Αριστοτελες, τί φατε προσήκειν ὑμῖν τοὺς τοιούτους ἢ οἰκεῖον τί καὶ συγγενὲς ἐπιδείκνυσθαι τῷ βίῳ; νὴ Δί Ἡρακλῆς, φασί, καὶ πίθηκος. ἢ διότι πώγωνας ἔχουσι καὶ φιλοσοφεῖν φάσε κουσι καὶ σκυθρωποί εἰσι, διὰ τοῦτο χρὴ ὑμῖν εἰκάζειν το αὐτούς; ἀλλὰ ἤνεγκα ἄν, εἰ πιθανοὶ γοῦν ἦσαν καὶ ἐπὶ τῆς ὑποκρίσεως αὐτῆς· νῦν δὲ θᾶττον ἂν γύψ ἀηδόνα μιμήσαιτο ἢ οὗτοι φιλοσόφους. εἴρηκα ὑπὲρ ἐμαυτοῦ ὁπόσα εἶχον. σὺ δέ, ὦ ἀλήθεια, μαρτύρει πρὸς αὐτοὺς εἰ ἀληθῆ ἐστι.

15

38. ΦΙΛ. μετάστηθι, ὦ Παρρησιάδη. ἔτι πορρωτέρω. τί ποιῶμεν ἡμεῖς; πῶς ὑμῖν εἰρηκέναι ἀνὴρ ἔδοξεν ;

ΑΛΗΘ. ἐγὼ μέν, ὦ φιλοσοφία, μεταξὺ λέγοντος αὐτοῦ κατὰ τῆς γῆς δῦναι εὐχόμην· οὕτως ἀληθῆ πάντα 20 εἶπεν. ἐγνώριζον γοῦν ἀκούουσα ἕκαστον τῶν ποιούντων αὐτὰ κἀφήρμοζον μεταξὺ τοῖς λεγομένοις· τοῦτο μὲν ἐς τόνδε, τοῦτο δὲ ὁ δεῖνα ποιεῖ. καὶ ὅλως ἔδειξε τοὺς ἄνδρας ἐναργώς καθάπερ ἐπί τινος γραφῆς τὰ πάντα ἐοικότας, οὐ τὰ σώματα μόνον ἀλλὰ καὶ τὰς ψυχὰς 25 αὐτὰς ἐς τὸ ἀκριβέστατον ἀπεικάσας.

ΣΩΦΡ. κἀγὼ πάνυ ἠρυθρίασα, ὦ ἀλήθεια.

ΦΙΛ. ὑμεῖς δὲ τί φατέ;

ΑΝΑΒΙΟΥΝΤΕΣ. τί δ ̓ ἄλλο ἡ ἀφεῖσθαι αὐτὸν τοῦ ἐγκλήματος καὶ φίλον ἡμῖν καὶ εὐεργέτην ἀναγε‐ 30 γράφθαι ; τὸ γοῦν τῶν Ἰλιέων ἀτεχνῶς πεπόνθαμεν, τραγῳδόν τινα τοῦτον ἐφ' ἡμᾶς κεκινήκαμεν ᾀσόμενον τὰς

Φρυγῶν συμφοράς. ᾀδέτω δ ̓ οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς τραγῳδείτω.

ΔΙΟΓ. καὶ αὐτός, ὦ φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα.

39. ΦΙΛ. εὖ γε, ὦ Παρρησιάδη ἀφίεμέν σε τῆς αἰτίας, καὶ ταῖς πάσαις κρατεῖς καὶ τὸ λοιπὸν ἴσθι ἡμέτερος ὤν.

5

ΠΑΡΡ. προσεκύνησα τήν γε πρώτην μᾶλλον δὲ τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ σεμνότερον γάρ το ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμόν

βίοτον κατέχοις

καὶ μὴ λήγοις στεφανοῦσα.

ΑΡΕΤ. οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα, προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθ' 15 ὧν ἐς ὑμᾶς ὑβρίζουσι' κατηγορήσει δὲ Παρρησιάδης ἑκάστου.

ΠΑΡΡ. ὀρθῶς, ὦ ἀρετή, ἔλεξας· ὥστε σύ, παῖ συλλογισμέ, κατακύψας ἐς τὸ ἄστυ προσκήρυττε τοὺς φιλοσόφους.

40. ΣΥΛΛ. ἄκουε, σίγα· τοὺς φιλοσόφους ἥκειν ἐς ἀκρόπολιν ἀπολογησομένους ἐπὶ τῆς ἀρετῆς καὶ φιλοσοφίας καὶ δίκης.

20

ΠΑΡΡ. ὁρᾷς; ὀλίγοι συνέρχονται γνωρίσαντες το κήρυγμα· ἄλλως γὰρ δεδίασι τὴν δίκην. οἱ πολλοὶ δὲ 25 αὐτῶν οὐδὲ σχολὴν ἄγουσιν ἀμφὶ τοὺς πλουσίους ἔχοντες. εἰ δὲ βούλει πάντας ἥκειν, κατὰ τάδε, ὦ συλλογισμέ, κήρυττε.

ΦΙΛ. μηδαμῶς, ἀλλὰ σύ, ὦ Παρρησιάδη, προσκάλει καθ' ὅ τι σοι δοκεῖ.

41. ΠΑΡΡ. οὐδὲν τόδε χαλεπόν. ἄκουε, σίγα. ὅσοι

H. L.

4

30

[41-42 φιλόσοφοι εἶναι λέγουσι καὶ ὅσοι προσήκειν αὑτοῖς οἴονται τοῦ ὀνόματος, ἥκειν ἐς ἀκρόπολιν ἐπὶ τὴν διανομήν. δύο μναῖ ἑκάστῳ δοθήσονται καὶ σησαμαῖος πλακοῦς· ὃς δ ̓ ἂν πώγωνα βαθὺν ἐπιδείξηται, καὶ παλάθην ἰσχάδων 5 οὗτός γε προσεπιλήψεται. κομίζειν δ ̓ ἕκαστον σωφροσύνην μὲν ἢ δικαιοσύνην ἢ ἐγκράτειαν μηδαμῶς· οὐκ ἀναγκαῖα γὰρ ταῦτά γε, ἢν μὴ παρῇ· πέντε δὲ συλλογισμοὺς ἐξ ἅπαντος· οὐ γὰρ θέμις ἄνευ τούτων εἶναι σοφόν.

ΙΟ

κεῖται δ ̓ ἐν μέσσοισι δύο χρυσοίο τάλαντα,

τῷ δόμεν, ὃς μετὰ πᾶσιν ἐριζέμεν ἔξοχος εἴη. 42. βαβαῖ, ὡς πλήρης μὲν ἡ ἄνοδος ὠθιζομένων, ἐπεὶ τὰς δύο μνᾶς ἤκουσαν μόνον. παρὰ δὲ τὸ Πελασγικὸν ἄλλοι καὶ κατὰ τὸ ̓Ασκληπιεῖον ἕτεροι καὶ παρὰ τὸν 15 "Αρειον πάγον ἔτι πλείους, ἔνιοι δὲ καὶ κατὰ τὸν Τάλω τάφον, οἱ δὲ καὶ πρὸς τὸ ἀνακεῖον προσθέμενοι κλίμακας ἀνέρπουσι βομβηδὸν νὴ Δία καὶ βοτρυδὸν [ἑσμοῦ δίκην], ἵνα καὶ καθ' Ομηρον εἴπω, ἀλλὰ κἀκεῖθεν εὖ μάλα πολλοὶ κἀντεῦθεν

20

μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ. μεστὴ δὲ ἡ ἀκρόπολις ἐν βραχεῖ κλαγγηδὸν προκαθιζόντων καὶ πανταχοῦ πήρα πώγων κολακεία ἀναισχυντία βακτηρία λιχνεία συλλογισμὸς φιλαργυρία· οἱ ὀλίγοι δέ, ὁπόσοι πρὸς τὸ πρῶτον κήρυγμα ἐκεῖνο ἀνῄεσαν, ἀφα25 νεῖς καὶ ἄσημοι, ἀναμιχθέντες τῷ πλήθει τῶν ἄλλων, καὶ λελήθασιν ἐν τῇ ὁμοιότητι τῶν ἄλλων σχημάτων. τοῦτο γοῦν τὸ δεινότατόν ἐστιν, ὦ φιλοσοφία, καὶ ὅ τις ἂν μέμψαιτό σου μάλιστα, τὸ μηδὲν ἐπιβαλεῖν γνώρισμα καὶ σημεῖον αὐτοῖς· πιθανώτεροι γὰρ οἱ γόητες οὗτοι 30 πολλάκις τῶν ἀληθῶς φιλοσοφούντων.

ΦΙΛ. ἔσται τοῦτο μετ ̓ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς.

« PreviousContinue »