Page images
PDF
EPUB

43. ΠΛΑΤ. ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν.

ΠΥΘ. οὔκ, ἄλλα τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν.

ΣΤΩΙΚ. ληρεῖτε ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς στοᾶς. 5 ΠΕΡ. οὐ μὲν οὖν, ἀλλὰ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ περιπάτου.

ΕΠΙΚ. ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαμβάνειν.

ΑΚΑΔ. ποῦ τὰ δύο τάλαντα ; δείξομεν γὰρ οἱ ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι.

ΣΤΩΙΚ. οὐχ ἡμῶν γε τῶν στωικῶν παρόντων.

ΙΟ

44. ΦΙΛ. παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ κυνικοὶ μήτε ωθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε 15 ἐπ' ἄλλα γὰρ ἴστε κεκλημένοι· καὶ νῦν ἔγωγε ἡ φιλοσοφία καὶ ἀρετὴ αὕτη καὶ ἀλήθεια δικάσομεν τίνες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν, εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσι κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας 20 κακοὺς κακῶς ἐπιτρίψομεν, ὡς μὴ ἀντιποιοῖντο τῶν ὑπὲρ αὐτοὺς ἀλαζόνες ὄντες. τί τοῦτο; φεύγετε; νὴ Δία, κατὰ τῶν γε κρημνῶν οἱ πολλοὶ ἁλλόμενοι. κενὴ δ ̓ οὖν ἡ ἀκρόπολις, πλὴν ὀλίγων τούτων, ὁπόσοι μεμενήκασιν οὐ φοβηθέντες τὴν κρίσιν. 45. οἱ ὑπηρέται ἀνέλεσθε τὴν 25 πήραν, ἣν ὁ κυνίσκος ἀπέρριψεν ἐν τῇ τροπῇ. φέρ ̓ ἴδω τί καὶ ἔχει· ἤ που θέρμους ἢ βιβλίον ἢ ἄρτους τῶν αὐτοπυριτών.

ΠΑΡΡ. οὔκ, ἀλλὰ χρυσίον τουτὶ καὶ μύρον καὶ κάτοπτρον καὶ κύβους.

ΦΙΛ. εὖ γε, ὦ γενναῖε. τοιαῦτά σοι ἦν τὰ ἐφόδια

30

τῆς ἀσκήσεως καὶ μετὰ τούτων ἠξίους λοιδορεῖσθαι ἅπασι καὶ τοὺς ἄλλους παιδαγωγεῖν.

ΠΑΡΡ. τοιοῦτοι μὲν οὖν ἡμῖν οὗτοι. χρὴ δὲ ὑμᾶς σκοπεῖν ὅντινα τρόπον ἀγνοούμενα ταῦτα πεπαύσεται 5 καὶ διαγνώσονται οἱ ἐντυγχάνοντες, οἵτινες οἱ ἀγαθοὶ αὐτῶν καὶ οἵτινες αὖ πάλιν οἱ τοῦ ἑτέρου βίου.

ΦΙΛ. σὺ δέ, ὦ ἀλήθεια, ἐξεύρισκε,—ὑπὲρ σοῦ γὰρ τοῦτο γένοιτο ἄν—ὡς μὴ ἐπικρατήσῃ τὸ ψεῦδος μηδὲ ὑπὸ τῇ ἀγνοίᾳ λανθάνωσιν οἱ φαῦλοι τῶν ἀνδρῶν σε 1ο τοὺς χρηστοὺς μεμιμημένοι.

46. ΑΛΗΘ. ἐπ' αὐτῷ, εἰ δοκεῖ, Παρρησιάδῃ ποιησώμεθα τὸ τοιοῦτον, ἐπεὶ χρηστὸς ὦπται καὶ εὔνους ἡμῖν καὶ σέ, ὦ φιλοσοφία, θαυμάζων, παραλαβόντα μεθ ̓ αὑτοῦ τὸν ἔλεγχον ἅπασι τοῖς φάσκουσι φιλοσο15 φεῖν ἐντυγχάνειν, εἶθ ̓ ὃν μὲν ἂν εὕρῃ γνήσιον ὡς ἀληθῶς φιλοσοφίας, στεφανωσάτω θαλλοῦ στεφάνῳ καὶ ἐς τὸ πρυτανείον καλεσάτω, ἣν δέ τινιοἷοι πολλοί εἰσι καταράτῳ ἀνδρὶ ὑποκριτῇ φιλοσοφίας ἐντύχῃ, τὸ τριβώ υιον περισπάσας ἀποκειράτω τὸν πώγωνα ἐν χρῷ πάνυ 20 τραγοκουρικῇ μαχαίρᾳ καὶ ἐπὶ τοῦ μετώπου στίγματα ἐπιβαλέτω ἢ ἐγκαυσάτω κατὰ τὸ μεσόφρυον· ὁ δὲ τύπος τοῦ καυτῆρος ἔστω ἀλώπηξ ἢ πίθηκος.

ΦΙΛ. εὖ γε, ὦ ἀλήθεια· ὁ δὲ ἔλεγχος, ὦ Παρρησιάδη, τοιόσδε ἔστω, οἷος ὁ τῶν ἀετῶν πρὸς τὸν ἥλιον 25 εἶναι λέγεται, οὐ μὰ Δί ̓ ὥστε κἀκείνους ἀντιβλέπειν τῷ φωτὶ καὶ πρὸς ἐκεῖνο δοκιμάζεσθαι, ἀλλὰ προθεὶς χρυσίον καὶ δόξαν καὶ ἡδονὴν ὃν μὲν ἂν αὐτῶν ἴδῃς ύπερορῶντα καὶ μηδαμῶς ἑλκόμενον πρὸς τὴν ὄψιν, οὗτος ἔστω ὁ τῷ θαλλῷ στεφόμενος, ὃν δ ̓ ἂν ἀτενὲς ἀποβλέποντα 30 καὶ τὴν χεῖρα ὀρέγοντα ἐπὶ τὸ χρυσίον, ἀπάγειν ἐπὶ τὸ καυτήριον τοῦτον ἀποκείραντα πρότερον τὸν πώγωνα ὡς ἔδοξεν.

47. ΠΑΡΡ. ἔσται ταῦτα, ὦ φιλοσοφία, καὶ ὄψει αὐτίκα μάλα τοὺς πολλοὺς αὐτῶν ἀλωπεκίας ἢ πιθηκοφόρους, ὀλίγους δὲ καὶ ἐστεφανωμένους· εἰ βούλεσθε μέντοι, κανταῦθα ἀνάξω τινὰς ὑμῖν νὴ Δι ̓ αὐτῶν.

ΦΙΛ. πῶς λέγεις; ἀνάξεις τοὺς φυγόντας ;

ΠΑΡΡ. καὶ μάλα, ἤνπερ ἡ ἱέρειά μοι ἐθελήσῃ πρὸς ὀλίγον χρῆσαι τὴν ὁρμιὰν ἐκείνην καὶ τὸ ἄγκιστρον, ὅπερ ὁ ἁλιεὺς ἀνέθηκεν ὁ ἐκ Πειραιῶς.

ΙΕΡ. ἰδοὺ δὲ λαβέ, καὶ τὸν κάλαμόν γε ἅμα, ὡς πάντ ̓ ἔχοις.

ΠΑΡΡ. οὐκοῦν, ὦ ἱέρεια, καὶ ἰσχάδας μοί τινας δὸς ἀνύσασα καὶ ὀλίγον τοῦ χρυσίου.

ΙΕΡ. λάμβανε.

ΦΙΛ. τί πράττειν ἀνὴρ διανοεῖται;

ΙΟ

ΙΕΡ. δελεάσας τὸ ἄγκιστρον ἰσχάδι καὶ τῷ χρυσίῳ 15 καθεζόμενος ἐπὶ τὸ ἄκρον τοῦ τειχίου καθῆκεν ἐς τὴν πόλιν.

ΦΙΛ. Τί ταῦτα, ὦ Παρρησιάδη, ποιεῖς; ἢ που τοὺς λίθους ἁλιεύσειν διέγνωκας ἐκ τοῦ Πελασγικού.

ΠΑΡΡ. σιώπησον, ὦ φιλοσοφία, καὶ τὴν ἄγραν 20 περίμενε· σὺ δέ, Πόσειδον ἀγρεῦ καὶ ̓Αμφιτρίτη φίλη, πολλοὺς ἡμῖν ἀνάπεμπε τῶν ἰχθύων. 48. ἀλλ' ὁρῶ τινα λάβρακα εὐμεγέθη, μᾶλλον δὲ χρύσοφρυν.

ΕΛΕΓΧΟΣ. οὔκ, ἀλλὰ γαλεός ἐστι· προσέρχεται δὴ τῷ ἀγκίστρῳ κεχηνώς. ὀσφρᾶται τοῦ χρυσίου, πλησίον 25 ἤδη ἐστίν· ἔψαυσεν, εἴληπται, ἀνασπάσωμεν.

ΠΑΡΡ. καὶ σύ, ὦ ἔλεγχε, νῦν συνεπιλαβοῦ τῆς ὁρμιᾶς ἄνω ἐστί. φέρ' ἴδω τίς εἶ, ὦ βέλτιστε ἰχθύων ; κύων οὗτός γε. Ηράκλεις τῶν ὀδόντων. τί τοῦτο, ὦ γενναιότατε; εἴληψαι λιχνεύων περὶ τὰς πέτρας, ἔνθα 30 λήσειν ἤλπισας ὑποδεδυκώς; ἀλλὰ νῦν ἔσῃ φανερὸς

ἅπασιν ἐκ τῶν βραγχίων ἀπηρτημένος. ἐξέλωμεν τὸ δέλεαρ καὶ τὸ ἄγκιστρον τουτί. κενόν σοι τὸ ἄγκιστρον ἡ δ ̓ ἰσχὺς ἤδη προσέσχηται καὶ τὸ χρυσίον ἐν τῇ κοιλίᾳ. ΔΙΟΓ. μὰ Δί ̓ ἐξεμεσάτω, ὡς δὴ καὶ ἐπ ̓ ἄλλους 5 δελεάσωμεν.

ΠΑΡΡ. εὖ ἔχει· τί φής, ὦ Διόγενες; οἶσθα τοῦτον ὅστις ἐστίν, ἡ προσήκει σοί τι ἁνήρ ;

ΔΙΟΓ. οὐδαμῶς.

ΠΑΡΡ. τί οὖν; πόσου ἄξιον αὐτὸν χρὴ φάναι; ἐγὼ το μὲν γὰρ δύ ̓ ὀβολῶν πρῴην αὐτὸν ἐτιμησάμην.

ΔΙΟΓ. πολὺ λέγεις ἄβρωτός τε γάρ ἐστι καὶ εἰδεχθὴς καὶ σκληρὸς καὶ ἄτιμος· ἄφες αὐτὸν ἐπὶ κεφαλὴν ἀπὸ τῆς πέτρας· σὺ δὲ ἄλλον ἀνάσπασον καθεὶς τὸ ἄγκιστρον. ἐκεῖνο μέντοι ὅρα, ὦ Παρρησιάδη, μὴ καμπτό15 μενός σοι ὁ κάλαμος ἀποκλασθῇ.

ΠΑΡΡ. θάρρει, ὦ Διόγενες κουφοί εἰσι καὶ τῶν ἀφύων ἐλαφρότεροι.

ΔΙΟΓ. νὴ Δί', ἀφυέστατοί γε· ἀνάσπα δὲ ὅμως.

49. ΠΑΡΡ. ιδού· τίς ἄλλος οὗτος ὁ πλατύς; ὥσπερ 20 ἡμίτομος ἰχθὺς προσέρχεται, ψῆττά τις, κεχηνὼς ἐς τὸ ἄγκιστρον κατέπιεν, ἔχεται, ἀνεσπάσθω.

25

ΔΙΟΓ. τίς ἐστιν;

ΕΛΕΓ. ὁ Πλατωνικὸς εἶναι λέγων.

ΠΛΑΤ. καὶ σύ, ὦ κατάρατε, ἥκεις ἐπὶ τὸ χρυσίον;
ΠΑΡΡ. τί φής, ὦ Πλάτων; τί ποιῶμεν αὐτόν;
ΠΛΑΤ. ἀπὸ τῆς αὐτῆς πέτρας καὶ οὗτος.

50. ΔΙΟΓ. ἐπ' ἄλλον καθείσθω.

ΠΑΡΡ. καὶ μὴν ὁρῶ τινα πάγκαλον προσιόντα, ὡς ἂν ἐν βυθῷ δόξειεν, ποικίλον τὴν χρόαν, ταινίας τινὰς 30 ἐπὶ τοῦ νώτου ἐπιχρύσους ἔχοντα. ὁρᾷς, ὦ ἔλεγχε; ὁ τὸν ̓Αριστοτέλην προσποιούμενος οὗτός ἐστιν. ἦλθεν,

[ocr errors]

εἶτα πάλιν ἀπενήξατο. περισκοπεῖ ἀκριβῶς, αὖθις ἐπανῆλθεν, ἔχανεν, εἴληπται, ἀνιμήσθω.

ΑΡΙΣΤ. μὴ ἔρῃ με, ὦ Παρρησιάδη, περὶ αὐτοῦ ἀγνοῶ γὰρ ὅστις ἐστίν.

ΠΑΡΡ. οὐκοῦν καὶ οὗτος, ὦ Αριστοτελες, κατὰ τῶν 5 πετρῶν. 51. ἀλλ ̓ ἢν ἰδού, πολλούς που τοὺς ἰχθὺς ὁρῶ κατὰ ταὐτὸν ὁμόχροας, ἀκανθώδεις καὶ τὴν ἐπιφάνειαν ἐκτετραχυσμένους, ἐχίνων δυσληπτοτέρους. ἦ που σαγή νης ἐπ ̓ αὐτοὺς δεήσει· ἀλλ' οὐ πάρεστιν. ἱκανὸν εἰ καν ἕνα τινὰ ἐκ τῆς ἀγέλης ἀνασπάσαιμεν. ἥξει δ ̓ ἐπὶ τὸ 1ο ἄγκιστρον δηλαδὴ ὃς ἂν αὐτῶν θρασύτατος ᾖ.

ΕΛΕΓ. κάθες, εἰ δοκεῖ, σιδηρώσας γε πρότερον ἐπὶ πολὺ τῆς ὁρμιᾶς, μὴ ἀποπρίσῃ τοῖς ὁδοῦσι καταπιὼν τὸ χρυσίον.

ΠΑΡΡ. καθῆκα. σὺ δέ, ὦ Πόσειδον, ταχεῖαν ἐπι- 15 τέλει τὴν ἄγραν. βαβαῖ, μάχονται περὶ τοῦ δελέατος, καὶ συνάμα πολλοὶ περιτρώγουσι τὴν ἰσχάδα, οἱ δὲ προσφύντες ἔχονται τοῦ χρυσίου. εὖ ἔχει· περιεπάρη τις μάλα καρτερός. φέρ ̓ ἴδω τίνος ἐπώνυμον σεαυτὸν εἶναι λέγεις; καίτοι γελοῖός γέ εἰμι ἀναγκάζων ἰχθὺν 20 λαλεῖν· ἄφωνοι γὰρ αὐτοί. ἀλλὰ σύ, ὦ ἔλεγχε, εἰπὲ ὅντινα ἔχει διδάσκαλον.

ΕΛΕΓ. Χρύσιππον τουτονί.

ΠΑΡΡ. μανθάνω· διότι χρυσίον, οἶμαι, προσῆν τῷ ὀνόματι. σὺ δ ̓ οὖν, Χρύσιππε, πρὸς τῆς ̓Αθηνᾶς εἰπέ, 25 οἶσθα τοὺς ἄνδρας ἢ τοιαῦτα παρῄνεις αὐτοῖς ποιεῖν;

ΧΡΥΣ. νή Δί', ὑβριστικὰ ἐρωτᾷς, ὦ Παρρησιάδη, προσήκειν τι ἡμῖν ὑπολαμβάνων τοιούτους ὄντας.

ΠΑΡΡ. εὖ γε, ὦ Χρύσιππε, γενναῖος εἶ. οὗτος γοῦν καὶ αὐτὸς ἐπὶ κεφαλὴν μετὰ τῶν ἄλλων, ἐπεὶ καὶ ἀκαν- 30 θώδης ἐστί, καὶ δέος μὴ διαπαρῇ τις τὸν λαιμὸν ἐσθίων.

« PreviousContinue »