Page images
PDF
EPUB

ἀσφαλῆ καὶ σύντομον τὴν διέξοδον ποιούμενος, ἅμα δὲ τῷ μεγέθει τῶν ἔργων 'λπίζων προκαταπλήξασθαι τοὺς Ἕλληνας. Οἱ μὲν οὖν πεμφθέντες ἐπὶ τὴν κατασκευὴν τῶν ἔργων, ταχέως ἤνυον, διὰ τὴν πολυχειρίαν τῶν ἐργαζο μένων. Οἱ δ ̓ Ἕλληνες πυθόμενοι τὸ μέγεθος τῆς τῶν Περσῶν δυνάμεως, ἐξέπεμψαν εἰς Θετταλίαν μυρίους ὁπλίτας, τοὺς καταληψομέ νους τὰς ἐπὶ τὰ Τέμπη παρόδους· ἡγεῖτο δὲ τῶν μὲν Λακεδαιμονίων Συνετός, τῶν δὲ ̓Αθηναίων Θεμιστοκλῆς. Οὗτοι δὲ πρὸς τὰς πόλεις πρεσβευτὰς ἀποστείλαντες, ἠξίουν ἀποστέλλειν στρατιώτας τοὺς κοινῇ φυλάξοντας τὰς παρόδους ἔσπευδον γὰρ ἁπ'σας τὰς Ελληνίδας πόλεις περιλαβεῖν ταῖς προφυλακαῖς, καὶ κοινοποιήσασθαι τὸν πρὸς τοὺς Πέρσας πόλεμον. Ἐπεὶ δὲ τῶν Θετταλῶν καὶ τῶν ἄλλων Ἑλλήνων τῶν πλησιοχώρων ταῖς παρόδοις ἔδωκαν οἱ πλείους ὕδωρ τε καὶ γῆν τοῖς ἀφιγμένοις ἀπὸ Ξέρξου, ἀπογνόντες τὴν ἐπὶ τὰ Τέμπη φυλακήν, ἐπανῆλ θον εἰς τὴν οἰκείαν.

ΙΙΙ. Χρήσιμον δὲ διορίσαι τῶν Ἑλλήνων τοὺς τὰ τῶν βαρβάρων ἑλομένους, ἵνα τυγχά νοντες ὀνείδους, ἀποτρέπωσι ταῖς βλασφημίαις τοὺς προδότας ἂν γενομένους τῆς κοινῆς ἐλευθε

ρίας. Αινιάνες μὲν οὖν καὶ Δόλοπες καὶ Μηλιεῖς καὶ Πεῤῥαιβοὶ καὶ Μάγνητες μετὰ τῶν βαρβάρων ἐτάχθησαν, ἔτι γε παρούσης τῆς ἐν τοῖς Τέμπεσι φυλακῆς ̓Αχαιοὶ δὲ καὶ Φθιώται καὶ Λοκροὶ καὶ Θετταλοὶ καὶ Βοιωτοὶ οἱ πλείους τούτων ἀπελθόντων ἀπέκλιναν πρὸς τοὺς βαρβά ρους. Οἱ δ ̓ ἐν Ἰσθμῷ συνεδρεύοντες τῶν Ἑλλήνων ἐψηφίσαντο τοὺς μὲν ἐθελοντὶ τῶν Ἑλλήνων ἑλομένους τὰ Περσῶν, δεκατεῦσαι τοῖς θεοῖς, ἐπὰν τῷ πολέμῳ κρατήσωσι· πρὸς δὲ τοὺς τὴν ἡσυχίαν ἔχοντας ἐκπέμψαι πρέσβεις τοὺς παρακαλ'σοντας συναγωνίζεσθαι περὶ τῆς κοινῆς ἐλευθερίας ὧν οἱ μὲν εἵλοντο γνησίως τὴν συμμαχίαν, οἱ δὲ παρῆγον ἐφ ̓ ἱκανὸν χρόνον, ἀντεχόμενοι τῆς ἰδίας μόνον ἀσφαλείας, καὶ καραδοκοῦντες τὸ τοῦ πολέμου τέλος. 'Αργείοι δὲ πρέσβεις ἀποστείλαντες εἰς τὸ κοινὸν συνέδριον, ἐπηγγέλοντο συμμαχήσειν, ἐὰν αὐτοῖς μέρος τι τῆς ἡγεμονίας συγχωρήσωσιν οἷς οἱ σύνεδροι διεσάφησαν, εἰ μὲν δεινότερον ἡγοῦνται τὸ στρατηγὸν ἔχειν Ἕλληνα, ἢ δεσπότην βάρβαρον, ὀρθῶς αὐτοὺς ἔχειν ἡσυχίαν· εἰ δὲ φιλοτιμοῦνται λαβεῖν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν, ἄξια ταύτης δεῖν ἔφασαν αὐτοὺς πεπραχό τας, ἐπιζητεῖν τὴν τηλικαύτην δόξαν. Μετὰ δὲ

ταῦτα τῶν παρὰ Ξέρξου πρέσβεων ἐπιόντων τῇ Ἑλλάδι, καὶ γῆν καὶ ὕδωρ αιτούντων, αἱ πόλεις ἅπασαι διὰ τῶν ἀποκρίσεων ἀπεδείκνυντο τὴν περὶ τῆς κοινῆς ἐλευθερίας σπουδήν. Ξέρξης δὲ ὡς ἐπύθετο τὸν Ἑλλήσποντον ἐζεῦχθαι, καὶ τὸν Αθω διεσκάφθαι, προῆγεν ἐκ τῶν Σάρδεων, ἐφ' Ἑλλησπόντου τὴν πορείαν ποιούμενος ὡς δὲ ἧκεν εἰς "Αβυδον, διὰ τοῦ ζεύγματος τὴν δύναμιν διήγαγεν εἰς τὴν Εὐρώπην. Πορευόμενος δὲ διὰ τῆς Θράκης, πολλοὺς προσελαμβάνετο στρατιώτας καὶ τῶν Θρᾳκῶν καὶ τῶν ὁμόρων τούτοις Ελλήνων. Ὡς δ ̓ ἧκεν εἰς τὸν ὀνομαζόμενον Δορίσκον, ἐνταῦθα μετεπέμψατο τὸ ναυτικόν, ὥστε ἀμφοτέρας τὰς δυνάμεις εἰς ἕνα τόπον ἀθροισθῆναι· ἐποιήσατο δὲ καὶ τὸν ἐξετασμὸν τῆς στρατιᾶς ἁπάσης, Ἠριθμήθησαν δὲ τῆς πεζῆς δυνάμεως μυριάδες πλείους τῶν ὀγδοήκοντα· νῆες δὲ σύμπασαι μακραί πλείους τῶν χιλίων καὶ διακοσίων· καὶ τούτων Ελληνίδες τριακόσιαι καὶ εἴκοσι, τὰ μὲν πληρώματα των ἀνδρῶν παρεχομένων τῶν Ἑλλήνων, τὰ δὲ σκάφη τοῦ βασιλέως χορηγοῦντος. Αἱ δὲ λοιπαὶ πᾶσαι βαρβαρικαὶ κατηριθμοῦντο· καὶ τούτων Αἰγύπτιοι μὲν διακοσίας παρέσχοντο, Φοίνικες δὲ τριακοσίας, Κίλικες δὲ ὀγδοήκοντα, Πάμφυλοι δὲ

τα

τετταράκοντα, καὶ Λύκιοι τὰς ἴσας πρὸς δὲ τούτοις Κάρες μὲν ὀγδοήκοντα, Κύπριοι δὲ ἑκατὸν καὶ πεντήκοντα. Τῶν δὲ Ἑλλήνων ἔπεμψαν Δωριεῖς μὲν οἱ πρὸς τῇ Καρίᾳ κατοικοῦντες, μετὰ Ῥοδίων καὶ Κώων, τετταράκοντα Ἴωνες δὲ μετὰ Χίων καὶ Σαμίων, ἑκατόν· Αἰολεῖς δὲ μετὰ Λεσβίων καὶ Τενεδίων, τετταράκοντα Ελλησπόντιοι δὲ ὀγδοήκοντα, σὺν τοῖς περὶ τὸν Πόντον κατοικοῦσι νησιῶται δὲ πεντήκοντα τὰς γὰρ νήσους τὰς ἐντὸς Κυανέων καὶ Τριοπίου καὶ Σουνέου προσηγμένος ἦν ὁ βασιλεύς Τριή ρεις μὲν οὖν τοσαῦται τὸ πλῆθος ὑπῆρχον ἱππαγωγοὶ δὲ ὀκτακόσιαι πεντήκοντα· αἱ δὲ τριηκόντοροι, τρισχίλιαι. Ὁ μὲν οὖν Ξέρξης περὶ τὸν ἐξετασμὸν τῶν δυνάμεων διέτριβε περὶ τὸν Δορίσκον.

αι

IV. Τοῖς δὲ συνέδροις τῶν Ἑλλήνων, ἐπειδὴ πλησίον εἶναι προσαπηγγέλθησαν αἱ τῶν Περσῶν δυνάμεις, ἔδοξε ταχέως ἀποστέλλειν τὴν μὲν ναυτικὴν δύναμιν ἐπὶ τὸ ̓Αρτεμίσιον τῆς Εὐβοίας, εὔθετον ὁρῶσι τὸν τόπον τοῦτον πρὸς τὴν ἀπάντησιν τῶν πολεμίων· εἰς δὲ τὰς Θερμοπύλας τοὺς ἱκανοὺς ὁπλίτας, προκαταληψομένους τὰς ἐν τοῖς στενοῖς παρόδους, καὶ κωλύσοντας προάγειν ἐπὶ τὴν Ἑλλάδα τοὺς βαρβάρους. Ἔσπευδον

γὰρ τοὺς τὰ τῶν Ἑλλήνων προελομένους ἐντος περιλαβεῖν, καὶ σώζειν εἰς τὸ δυνατὸν τοὺς συμμάχους. Ἡγεῖτο δὲ τοῦ μὲν στόλου παντὸς Εὐρυβιάδης ὁ Λακεδαιμόνιος, τῶν δὲ εἰς Θερμοπύλας ἐκπεμφθέντων Λεωνίδης ὁ τῶν Σπαρτιατῶν βασιλεύς,μέγα φρονῶν ἐπ ̓ ἀνδρείᾳ καὶ στρατηγίᾳ. Οὗτος δὲ λαβὼν τὴν ἐξουσίαν, ἐπήγγειλε χιλίοις μόνον ἐπὶ τὴν στρατείαν ἀκολουθεῖν αὐτῷ· τῶν δὲ ἐφόρων λεγόντων ὡς ὀλίγους παντελῶς ἄγει πρὸς μεγάλην δύναμιν, καὶ προσταττόντων πλείονας παραλαμβάνειν, εἶπε πρὸς αὐτοὺς ἐν ἀποῤῥήτοις, ὅτι πρὸς μὲν τὸ κωλῦσαι τοὺς βαρ βάρους διελθεῖν τὰς παρόδους, ὀλίγοι, πρὸς μέντοιγε τὴν πρᾶξιν ἐφ ̓ ἣν πορεύονται νῦν, πολλοί. Αἰνιγματωδῶς δὲ καὶ ἀσαφῶς τῆς ἀποκρίσεως γενομένης, ἐπηρώτησαν αὐτὸν εἰ πρὸς εὐτελῆ τινὰ πρᾶξιν αὐτοὺς ἄγειν διανοεῖται. Απεκρίθη δὲ ὅτι τῷ λόγῳ μὲν ἐπὶ τὴν φυλακὴν ἄγει τῶν παρόδων, τῷ δὲ ἔργῳ περὶ τῆς κοινῆς ἐλευθερίας ἀποθανουμένους· ὥστε ἐὰν μὲν οἱ χίλιοι πορευθῶσιν, ἐπιφανεστέραν ἔσεσθαι τὴν Σπάρτην, τούτων τελευτησάντων· ἐὰν δὲ πανδη μεὶ στρατεύσωσι Λακεδαιμόνιοι, παντελώς ἀπολεῖσθαι τὴν Λακεδαίμονα· οὐδένα γὰρ αὐτῶν τολμήσειν φεύγειν, ἵνα τύχῃ σωτηρίας. Τῶν μὲν

« PreviousContinue »