Page images
PDF
EPUB

9

ΑΠΟΛΙΝΑΡΙΟΥ, Θεὸν καλοῦσιν οἱ ἐξαιρέτως καὶ ὑπὲρ τοὺς ἄλλους προσήκοντες αὐτῷ, πάλαι μὲν οἱ προφῆται, νῦν δὲ οἱ Ἀπόστολοι. δηλοῖ δὲ ὅτι οὐκ ἔνι εὐχαριστῆσαι Θεῷ ἄνευ Χριστοῦ. χαίρει δὲ ἀγγελικῇ διαθέσει χρώμενος, ἐπὶ τὸ κεκρατηκέναι τὴν Χριστοῦ πίστιν ἐν Ῥώμη, σε χαρὰ γὰρ ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ 5 “ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.” καὶ συγχαίρει τῷ συναποστόλῳ αὐτοῦ Πέτρῳ, τοσοῦτον ἰσχύσαντι διὰ τῆς χάριτος.

66

Μάρτυς γάρ μου ἐστὶν ὁ Θεός.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Εἴδη δὲ λατρείας πολλά. καὶ γὰρ ὁ προσευ χόμενος Θεῷ λατρεύει. καὶ ὁ νηστείᾳ χρώμενος, καὶ ὁ τοῖς θείοις το λογίοις προσέχων, καὶ μέντοι καὶ ὁ τῆς τῶν ξενῶν θεραπείας ἐπιμελούμενος. ὁ δέ γε θεῖος Απόστολος λατρεύειν ἔφη τῷ Υἱῷ τῷ τοῦ Θεοῦ προσφέρων τοῖς ἔθνεσιν Εὐαγγέλιον· καὶ λατρεύειν ἐν πνεύ ματι, ἀντὶ τοῦ, κατὰ τὴν δεδομένην μοι χάριν τοῦ Πνεύματος.

C

ΩΡΙΓΕΝΟΥΣ. bἜτι δὲ καὶ χωρὶς θελήματος Θεοῦ ἥκειν πρός 15 τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸ Βαλὰκ καταρασάμενος μισθοῦ τὸν Ἰσραήλ' οἶμαι δὲ καὶ πᾶς ἐθνικὸς, ἢ ὅπως δή ποτε ή τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι Θεοῦ εὐιδοῦται, γίνεσθαι πρὸς οὓς γίνεται· εἰ καὶ εὐοδοῦται ποτέ. “ ἔστι γάρ, φησιν ἡ γραφὴ, 20 σε ἐν κακοῖς εὐοδία ἀνδρός.”

[ocr errors]

II Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν.

ΩΡΙΓΕΝΟΥΣ. Ὡς ὄντος καὶ χαρίσματος μὴ πνευματικοῦ, ἡγοῦμαι ὅτι ἀναγκαίως πρόσκειται. ἔστι γάρ τινα χαρίσματα οὐ πνευματικὰ, ὡς καὶ ὁ γάμος. τὸ γὰρ πνευματικὸν, οὐκ ἄν ποτε 25 ἐμποδίσαι προσευχῇ. ἡ δὲ ἐπὶ τὸ αὐτὸ σύνοδος ἀνδρὸς καὶ γυναι κὸς, κωλύει. ὅτι δὲ χάρισμα ὁ γάμος, δηλοῖ ὁ Ἀπόστολος φήσας, σε θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἀλλ ̓ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ· ὁ μὲν οὕτως, ὃς δὲ οὕτως.”

66

ΑΠΟΛΙΝΑΡΙΟΥ, ΙΩΑΝΝΟΥ, ΘΕΟΔΩΡΟΥ. Διδάσκει μὲν, τοὺς μήπω γινώσκοντας φωτίζων. παρακαλεῖ δὲ, ὁ τοὺς ἤδη πεφωτισμένους εὐφραίνων τῷ τῆς σοφίας λόγῳ, ὡς αὐτὸς διαιρῶν φησίν· “ εἴτε ὁ διδάσκων ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν ἐν τῇ

b Non pauca hic defecisse videntur: cæterum hæc ad ευοδωθήσομαι v. Io. spectant. ε δή om. Cod.

30

13

16

66

παρακλήσει.” παρακαλουμένων δὲ Ῥωμαίων, καὶ αὐτός, φησι, συμπαρακληθήσεται, κοινωνῶν τῆς ἐκείνων παρακλήσεως διὰ τὴν ἀγάπην. ἅμα δὲ, ὡς οὐδὲ αὐτὸς ὢν ὑπὲρ ἄνω τοῦ χρήζειν τῆς ἐκ λόγου ὠφελείας. παράκλησις γὰρ ὁ λόγος καὶ τῷ λέγοντι. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν ἀδελφοί.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Καὶ ἐπειδὴ τὸ κήρυγμα πολλάκις εὐαγγέλιον προσηγόρευσεν, πάθους δὲ τοῦτο μνήμην ἔχει καὶ σταυροῦ καὶ θανάτου, τοῖς δὲ μὴ πεπιστευκόσιν, ἀτιμίας ἐδόκει εἶναι ταῦτα μεστὰ, εἰς καιρὸν ἐπήγαγεν, σε οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέ σε λιον,” καὶ τὰ ἑξῆς.

66

Οὐ γὰρ ἐπαισχύνομαι τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ.

5

10

ΑΠΟΛΙΝΑΡΙΟΥ. Οὐ βλέπω, φησι, τὴν φαινομένην ἀτιμίαν, ἀλλὰ τὴν ἐκ ταύτης φυομένην εὐεργεσίαν· ἐκ ταύτης γὰρ τὴν σωτηρίαν τρυγῶσιν οἱ πιστεύοντες· τοῦτο δὲ καὶ πᾶσιν ἔφη προ- 15 κεῖσθαι καὶ Ἰουδαίοις καὶ Ἕλλησι. προτέθηκε δὲ τῶν Ἑλλήνων τοὺς Ἰουδαίους, ἐπειδὴ καὶ ὁ δεσπότης Χριστὸς πρώτους τοὺς ἱεροὺς ἀπέστειλε κήρυκας.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Εἰ ἐν τῇ μεγίστῃ τοίνυν τῶν πόλεων, φησὶ, χλευάζεσθαι δεῖ παρὰ τοῖς ἀνοήτοις κηρύττοντα τὸν σωτήριον 20 σταυρὸν, οὐ παραιτήσομαι. εἰ γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ τὴν αἰσχύνην ἀνθ' ἡμῶν ἐβάστασε τὴν τοῦ σταυροῦ, πῶς οὐκ ἄτοπον ἡμᾶς αἰσχύνεσθαι τὸ τοῦ Κυρίου δι ̓ ἡμᾶς πάθος ;

αν

ΑΠΟΛΙΝΑΡΙΟΥ. Καὶ ἄν τις δι ̓ ἔργων οὐκ εἰλικρινοῦς οὐδὲ ζωοποιοῦ δικαιοσύνης τὴν διὰ πίστεως ζωὴν χαριζόμενον ἦν, καὶ ὁ 25 προφήτης εἴρηκεν “ ἐκ πίστεως εἰς πίστιν” “ εἰ γὰρ ἐπιστεύετέ,”

66

ΕΚ

φησι, “ Μωσεῖ, ἐπιστεύετε ἂν ἐμοί.

[ocr errors]

ΑΠΟΛΙΝΑΡΙΟΥ. Διδάσκει πόσων απαλλάξει κακῶν τὸ Εὐαγ γέλιον καὶ ἡ δι ̓ αὐτοῦ πίστις· καὶ διεξελθὼν τά τε ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις κακὰ, μετὰ ταῦτα προϊὼν, τὸν περὶ τῆς πίστεως ἐπι- 30 φέρει λόγον· ἀναγκαίαν γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων· καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγε ται. καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις. ἄρχεται δὲ ἀπὸ τοῦ κατὰ ἐθνῶν λόγου, καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν.

19

32

ΚΕΦ. Β.

Περὶ κρίσεως τῆς κατὰ ἐθνῶν τῶν οὐ φυλασσόντων τὰ νόμιμα.

Αποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ ̓ οὐρανοῦ.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Ὡς τὸ τοῦ Θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ Θεοῦ μετενεγκόντες δημιουργήματα· εἶτα καὶ ἑρμηνεύει ὅπως. 5 εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκανὴ δεικνύναι, καταλιπόντες δὲ τοῦτο οἱ ἄνθρωποι, τὰ δημιουργήματα ἐθεοποίησαν, ἐν ἀδικίᾳ κατέσχον τοῦ Θεοῦ τὴν ἀλήθειαν, ἀφ ̓ ὧν δὴ γνῶναι τὸν Θεὸν, πλανηθέντες καὶ τόγε εἰς αὐτοὺς ἧκον, ἠδίκησαν τὴν γνῶσιν καὶ τὴν ἀλήθειαν, οὐκ εἰς τὰ προσήκοντα αὐτῇ χρησάμενοι· ἀλλ ̓ το ἐκείνη ἄτρεστος μένει, τὴν οἰκείαν ἔχουσα δόξαν ἀκίνητον.

66

Διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς. ΑΠΟΛΙΝΑΡΙΟΥ. Οὐκ οὐσία τούτου ἡ ἐνεργοῦσα, ὥσπερ ἑτέρωθι φησὶν “ ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ,” ἀλλ ̓ αἱ ταύτης ἐνέρ γειαι ἀόρατοι οὖσαι φύσει, καὶ μηδέποτε γινόμεναι καταφανεῖς, 15 ἀλλὰ διὰ τῆς κτίσεως ἐνδεικνύμεναι.

ΚΥΡΙΛΛΟΥ. Οτι φθαρτὴν ἐχόντων τὴν φύσιν τῶν παρηγμένων εἰς γένεσιν, καὶ κεκλημένων ἐν χρόνῳ τὴν ὕπαρξιν, ἔσται που πάντως ὁ τούτων δημιουργὸς ἄφθαρτος καὶ ἀΐδιος· οὐκοῦν οὐδεμίαν εὑρήσουσιν ἀπολογίαν ἐν ἡμέρᾳ κρίσεως.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Μάταιος ἄρα ἡ τοῦ μὴ ὄντος, ὡς ὄντος φαντα σία· μηδένος ὄντος περὶ τὸν Θεὸν ὁμοιώματος τῶν παρὰ τούτοις προσκυνουμένων. ἐκ τῆς οὖν ἄφρονος ἑαυτῶν διανοίας καὶ σκότος ταῖς ψυχαῖς ἑαυτῶν ἐπεισήγαγον.

20

ΕὐΣΕΒΙΟΥ. Δοκεῖ μὲν οὖν ἁπλούστερον τὸν πρὸς Ἕλληνας 25 ἐνίστασθαι λόγον· ὡς καθ' ἓν μόνον εἶδος ἀσέβειας τὴν εἰδωλο λατρείαν ποιούμενος τὸν ἔλεγχον. οὐ μὴν καὶ τοῖς ἀκριβέστερον θεωροῦσιν ἃ λέγει τοῦτο φαίνεται ποιῶν, ἀλλὰ πολὺ μᾶλλον πλατύνων τὴν κατ' αὐτῶν ἐπιτίμησιν ὡς δ' ἐλλειπούντων ἀσεβείας

[blocks in formation]

Οἱ τινες τὸ δικαίωμα τοῦ Θεοῦ ἐπιγνόντες.
ΑΠΟΛΙΝΑΡΙΟΥ. Ἐνταῦθα πάλιν τὸ ἀναίτιον τοῦ Θεοῦ, καὶ τὸ

30

[blocks in formation]

7

ὑπαίτιον τοῦ ἀνθρώπου, καὶ τὸ δίκαιον τῆς ἐπιφερομένης κρίσεως. ταῦτα γὰρ ὁρῶσιν, οὐκ ἀγνοοῦντες τὸ τοιοῦτον, ὅτι παρὰ Θεῷ κριτῇ κολάσεως ἐστιν ἄξια. δῆλοι γάρ εἰσιν οὐκ ἀγνοοῦντες τὸ τοιοῦτο, ἐπειδὰν κρίνωσι, καὶ θανάτῳ τοὺς τὰ τοιαῦτα ποιοῦντας μετέρχονται. ὅταν οὖν καὶ οἱ φαῦλοι τὴν τοῦ καλοῦ γνῶσιν ἔχοντες 5 φαίνονται, καὶ χρώμενοι γε αὐτῇ, ἐπειδὰν μὴ ταῖς ἡδοναῖς παρατρέπωνται, μαρτυροῦσι τῇ δημιουργίᾳ τοῦ Θεοῦ ὅτι καλή· ὅπερ καὶ ὁ Ἐκκλησιαστὴς ἐπιθεώρησας φησίν· “ ὅτι ἐποίησεν ὁ Θεὸς σε τὸν ἄνθρωπον εὐθὺς, καὶ αὐτοὶ ἐζήτησαν λογισμοὺς πολλούς.” τῶν δὲ ἀνθρώπων, οἱ μὲν ἀρχηγοὶ πρὸς τὸ κακὸν, οἱ δὲ ἀκολουθη- το ταὶ τοῦ κακοῦ. ἀμφότεροι δὲ πονηροί, καὶ ὁ κατάρξας, καὶ ὁ συνδραμών. τοῦ δὲ ποιεῖν τὸ συνευδοκεῖν χεῖρον τίθησι κατὰ τὸ λεγόμενον, “ εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες αὐτῷ.” ὁ μὲν γὰρ ποιῶν, μεθύων τῷ πάθει, ἡττᾶται τῆς πράξεως· ὁ δὲ συνευδοκῶν, ἐκτὸς ὢν τοῦ πάθους, πονηρίᾳ χρώμενος, συντρέχει τῷ κακῷ· τὸ οὖν 15 σε οὐ μόνον, ἀλλὰ καὶ συνευδοκοῦσιν,” ἐπιστάσεώς ὰ ἐστι· τούτους μέντοι αἰτιᾶται, ὡς ἑκάτερα ποιοῦντας.

66

Διὸ ἀναπολόγητος εἶ ὦ ἄνθρωπε, πᾶς ὁ κρίνων.

66

το

ΑΠΟΛΙΝΑΡΙΟΥ. Περὶ Θεοῦ διαλεγόμενος, “ ἀποδώσει,” φησὶ, σε κατὰ τὰ ἔργα αὐτοῦ,” κατὰ τὸ εἰρημένον τῷ ψαλμῳδῷ· ὁ δὲ Σωτὴρ 20 περὶ αὐτοῦ τοῦτο λέγει φάσκων, “ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν · πρᾶξιν αὐτοῦ.” ὅταν οὖν ὅπερ ὡμολόγηται εἶναι Θεοῦ, τοῦτο Υἱοῦ φαίνεται ὂν, κοινωνία τῆς φύσεως δείκνυται, καὶ ἀληθὴς υἱότης. Τοῖς μὲν καθ ̓ ὑπομονὴν ἔργου ἀγαθοῦ.

ΣΕΥΗΡΙΑΝΟ. Ὥσπερ δὲ ἀσύγγνωστον τὸ ἐξ ἐριθείας, οὕτως 25 καὶ τὸ τοῦ κατεργαζομένου παρὰ τὸν ἐργαζόμενον. ἔστι γὰρ ἐργά ζεσθαι παλαίοντα, μὴ νικώμενον δέ. τὸ δὲ κατεργάζεσθαι, τῆς μετ ̓ ἐπιμελείας ἐργασίας ἐστι τοῦ κακοῦ.

ΩΡΙΓΕΝΟΥΣ. Οργὴ δέ ἐστιν ὁ ἑπόμενος τοῖς ἁμαρτάνουσιν ἐπὶ τιμωρίᾳ πόνος. θυμὸν δὲ ὁρίζονται ὀργὴν ἀναθυμιωμένην καὶ 30 διοιδαίνουσαν. οὗτος δὲ ὁ θυμὸς ἔργον ἔχει τὸ ἐλέγχειν, ἡνίκα ἂν διὰ τὰς ἁμαρτίας πάσχων τινὰ, ἤτοι τῆς συνειδήσεως αὐτῶν πληττομένης, ἢ ἀκολουθούντων ἐπιπόνων τινῶν τῇ ἁμαρτίᾳ. ἀλλὰ καὶ θλίψις ἕπεται τοῖς τοιούτοις· οὐχ ὑπομονὴν κατεργαζομένη, d Leg. vid. ἐπιτάσεως.

c Sic Cod.

10

12

14

σε

οὐδὲ εἰ νῆστις ὢν καυχήσεται, ἀλλ ̓ εἰ συνέζευκται στενοχωρία. οὐκ ἂν δέ τις ἐστενοχωρήθη, εἰ πεποίηκέ τις αὐτῷ ἀπὸ σοφίας πλάτος καρδίας, καὶ ἤκουσε τοῦ Ἀποστόλου λέγοντος· “ πλα τύνθητε καὶ ὑμεῖς.” συνάγειν γὰρ εἴωθε καὶ στενοῦν τὴν ψυχὴν τὰ κακὰ, ὡς τὸν διάβολον, ὡς ἐν ὀπῇ κατὰ τὸν ὄφιν ἐμφωλεύειν. 5 Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη.

66

επι

ΣΕΤΗΡΙΑΝΟΫ. Ἐπὶ μὲν τοῦ κακοῦ, τὴν κατάκρισιν ὥρισεν, οὐχ ἁπλῶς ἀλλ ̓ ἐπὶ τῶν κατεργαζομένων· ἐπὶ δὲ τοῦ ἀγαθοῦ τὴν δόξαν, οὐ μόνον ἐπὶ τῶν κατεργαζομένων, ἵνα δι ̓ ἑκατέρων τοῦ Θεοῦ τὸ ἀγαθὸν δειχθῇ, καὶ ὅτι κατακρίνει οὐχ ἁπλῶς τοὺς έργα- το ζομένους, ἀλλὰ τοὺς κατεργαζομένους· καὶ ὅτι τιμᾷ τοὺς ἁπλῶς ἐργαζομένους τὸ ἀγαθόν.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Καλῶς δὲ πάλιν ἐνταῦθα Ἰουδαίῳ τε πρῶτον φησὶ, δευτέρως δὲ Ἕλληνι· οἱ γὰρ πλησιέστερον τοῦ δεσπότου καὶ τῶν ἐπιτιμήσεων ὑπὲρ τοὺς ἄλλους τιμῶνται, καὶ τῶν τιμῶν 15 ὑπὲρ τοὺς ἄλλους ἀπολαύουσιν.

ΚΕΦ. Γ.

Περὶ κρίσεως τῆς κατὰ τοῦ Ἰσραὴλ, τοῦ μὴ φυλάσσοντος τὰ νόμιμα.
Ὅσοι γὰρ ἀνόμως ἥμαρτον.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Δικαίωσιν δὲ οὐ τὴν τελείαν, τὴν κατὰ Χρι- 20 στόν. περὶ γὰρ ἐκείνης ὅταν ο φησὶν, “ ἐξ ἔργων νόμου οὐ δικαιω

[merged small][merged small][ocr errors]

e

Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει.

ΑΠΟΛΙΝΑΡΙΟΥ. Εἰ καὶ τῆς ἀκροάσεως τῆς τοῦ νόμου, φησὶν, ἀπολέλειπται τὰ ἔθνη, ἀλλ ̓ ἐὰν κατὰ τὸν φυσικὸν νοῦν ἐπιτελῇ τὰ 25 τοῦ νόμου βουλήματα, νόμον ἔχει τὴν φύσιν.

Συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως.

ΘΕΟΔΩΡΟΥ. Ἡ δὲ τούτων, φησι, διάγνωσις τότε ἔσται, ὅτε καὶ τῶν κατὰ νόμον βιούντων, ἑνὸς ὄντος τοῦ καιροῦ καθ ̓ ὃν “ε τὰ

“ πάντων τῶν ἀνθρώπων ἐξετάζει Θεὸς διὰ τοῦ Χριστοῦ, κατὰ τὸ 30

[ocr errors]

• Εὐαγγέλιόν μου,” ἵνα εἴπῃ, καθὼς καὶ αὐτὸ κηρύττων διατελῶν,

Post rav est parvus hiatus in Cod.

« PreviousContinue »