Page images
PDF
EPUB

66

“ ὑμῶν τὸ πνεῦμα.” καὶ σε ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη.” ὥσπερ γὰρ ἥλιος μέν ἐστιν αὐτὸ τὸ σῶμα τοῦ ἡλίου· λέγεται δὲ καὶ ἡ ἐξ αὐτοῦ ἀκτὶς ὁμωνύμως τῷ ὅλῳ. φαμὲν δὲ τῶν τόπων, τοὺς μὲν, ἔχειν ἥλιον, τοὺς δὲ, ἀνηλίους ὑπάρχειν· οὐχ ὡς τῆς ὑποστάσεως τοῦ ἡλίου ἐξισταμένης, ἀλλὰ διὰ τὸ, τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, 5 τῷ μὲν, τῶν χωρίων προσβάλλειν τοῦ δὲ, προβόλοις τισὶν ἀποκλείεσθαι· οὕτω καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ὁμωνύμως τοῦ ἐξ οὗπέρ ἐστιν ἡ θεία λέγει γραφή.

ΘΕΟΔΩΡΗΤΟΥ. Φησὶν τοίνυν ὁ Παῦλος ὅτι πνευματική δια δασκαλίᾳ πειθόμενοι προφέρομεν τὴν εὐχήν. οὐ κατηγορούμεθα δὲ το τοῦτο ποιοῦντες, ἐπειδὴ κατὰ νόμον θεῖον ἐπιτελοῦμεν.

εν

ΒΑΣΙΛΕΙΟΥ. Πῶς οὖν τὸ πνεῦμα συμμαρτυρήσει τῷ πνεύματί σου κατὰ τὸν Ἀπόστολον, ὅτι υἱὸς εἶ Θεοῦ, εἴπερ αὐτὸ τῆς Υἱοῦ δόξης ἀλλότριον ; πῶς ἐν σοὶ βιήσεται ἀββᾶ ὁ πατὴρ, εἰ μὴ μετάδισίς ἐστιν ὄντως ἐξ Υἱοῦ, οὐ κτῆμα αὐτοῦ παρ' αὐτοῦ πεμπόμε- 15 νον, ὥσπερ τὸ πνεῦμα τὸ ἀνθρώπινον, ἢ τὸ πνεῦμα τὸ ἀνεμιαῖον, ἅπερ εἰώθασι λέγειν οἱ τὸ Πνεῦμα χωρίζοντες ἀπὸ τῆς θεότητος ἀλλὰ Θεοῦ καὶ Υἱοῦ Πνεῦμα ἴδιον, ἐν τῇ θείᾳ δόξῃ τυγχάνον καὶ γνωριζόμενον ; οὐ γὰρ τὸ σὸν πνεῦμα Χριστός· οὐδὲ τὸ πνεῦμα τοῦ ἀνέμου Κύριος· οὐδὲ τὸ πνεῦμα τὸ ἀκάθαρτον. ἐπεὶ καὶ τοῦτο 20 ἐτόλμησαν παραγαγεῖν τινές. τὸ δὲ Πνεῦμα τὸ Ἅγιον Χριστοῦ, καὶ Κύριος ὀνομάζεται λέγοντος τοῦ Ἀποστόλου καθὰ πρὸ ὀλίγου εἰρήκαμεν, “ εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν σε αὐτοῦ. εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὰ ἑξῆς. καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν ἀποφαίνοντος Χριστοῦ. λέγοντος δὲ πάλιν, 25 “ ὁ δὲ Κύριος τὸ Πνεῦμα ἐστίν. οὗ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευ

66

66

εν

σε θερία.” ὥστε τὸ τοῦ Κυρίου Πνεῦμα, Κύριος. οὐκ ἄρα κτῆμα ή κτίσμα Κυρίου.

Εἰ δὲ τέκνα, καὶ κληρονόμοι.

- ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς πῶς κατὰ μικρὸν αὔξει τὴν δωρεάν ; 30 ἐπειδὴ γὰρ ἔνι καὶ τέκνα εἶναι, καὶ μὴ κληρονόμους γενέσθαι. οὐ γὰρ πάντως ἅπαντες κληρονόμοι οἱ παῖδες, ἐπάγει καὶ τοῦτο· ὅτι καὶ κληρονόμοι· οἱ δὲ Ἰουδαῖοι μετὰ τοῦ μὴ τοιαύτην ἔχειν υἱοθεσίαν, καὶ τῆς κληρονομίας ἐξεβλήθησαν. σε κακούς γάρ, φη

66

ΤΟ

σιν, σε κακῶς ἀπολέσει. καὶ τὸν ἀμπελῶνα ἐκδώσει γεωργοῖς ἑτέ 66 ροις. ” καὶ πρὸ τούτου δὲ ἔλεγεν, “ ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν σε καὶ δυσμῶν ἥξουσι, καὶ ἀνακλιθήσονται μετὰ ̔Αβραάμ· οἱ δὲ “ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται.” ἀλλ ̓ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ τούτου μεῖζον τίθησι. ποῖον δὴ τοῦτο; ὅτι Θεοῦ 5 κληρονόμοι. διὸ καὶ ἐπήγαγε, σε κληρονόμοι μὲν Θεοῦ.” καὶ τὸ ἔτι πλέον, ὅτι οὐχ ἁπλῶς κληρονόμοι, ἀλλὰ καὶ “ συγκληρονόμοι Χρι“ στοῦ.” ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ δεσπότου; ἐπειδὴ γὰρ οὐ πάντα τὰ τέκνα κληρονόμοι, δείκνυσιν, ὅτι ἡμεῖς καὶ τέκνα καὶ κληρονόμοι. ἐπεὶ δὲ οὐ πάντες οἱ κληρονόμοι, με το γάλων εἰσὶ κληρονόμοι πραγμάτων, δείκνυσιν ὅτι καὶ τοῦτο ἔχιμεν, κληρονόμοι ὄντες Θεοῦ. πάλιν, ἐπειδὴ κληρονόμον μὲν εἶναι συμβαίνει Θεοῦ, οὐ πάντως δὲ τῷ μονογενεῖ συγκληρονόμον δείκνυσιν ἡμᾶς καὶ τοῦτο ἔχοντας. καὶ σκέπει σοφίαν. τὰ γὰρ λυπηρὰ συστείλας, ἡνίκα ἔλεγε τί πείσονται οἱ κατὰ σάρκα 15 ζῶντες· οἷον ὅτι μέλλουσιν ἀποθνήσκειν. ἐπειδὴ τῶν χρηστοτέρων ἥψατο, εἰς εὐρυχωρίαν πολλὴν ἐξάγει τὸν λόγον· ἐμπλατύνων αὐτ τὸν τῇ τῶν μισθῶν ἀντιδόσει, καὶ ποικίλας καὶ μεγάλας δεικνὺς τὰς δωρεάς. εἰ γὰρ καὶ τὸ τέκνον εἶναι ἄφατος ἦν ἡ χάρις ἐννόησον ἡλίκον τὸ κληρονόμον. εἰ δὲ τοῦτο μέγα, πολλῷ μᾶλλον 20 καὶ τὸ, συγκληρονόμον.

ΘΕΟΔΩΡΗΤΟΥ. Οὐκ ἤρκεσεν ἡμῖν, φησὶν, ἡ τῆς δουλείας ἀπαλλαγή· οὐδὲ τῆς ἐλευθερίας ἡ χάρις. ἀλλὰ καὶ τῷ τῆς υἱοθεσίας ἐκοσμήθη ἀξιώματι. καὶ οὐ μόνον υἱοὶ προσηγορεύθημεν, ἀλλὰ καὶ Θεοῦ κληρονόμοι. ἐπειδὴ οὐ πᾶς υἱὸς κληρονόμος του 25 φύσαντος γίνεται. καὶ ἐπειδὴ πολλάκις καὶ οἰκέτης δέχεταί τινα παρὰ τοῦ δεσπότου κλῆρον, οὐ μὴν κοινωνὸς καταλιμπάνεται τοῦ παιδὸς, ἀναγκαίως προστέθεικε, σε συγκληρονόμοι δὲ Χριστοῦ.” ἵνα τὴν ἄφραστον φιλανθρωπίαν γυμνώση.

66

ΧΡΥΣΟΣΤΟΜΟΥ. Εἶτα δεικνὺς, ὅτι οὐ χάριτος ἐστὶ μόνον ἡ 30 δωρεά. καὶ ποιῶν ὁμοῦ καὶ ἀξιόπιστα τὰ εἰρημένα, επήγαγεν. “· εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” εἰ γὰρ ἐν τοῖς λυπηροῖς, φησι, ἐκοινωνήσαμεν αὐτῷ, πολλῷ μᾶλλον ἐν τοῖς χρηστοῖς τοῦτο ἔσται. ὃ γὰρ τοῖς οὐδὲν κατωρθωκότι τοσαῦτα δωρη

σάμενος ἀγαθά· ὅταν ἴδῃ καὶ πονήσαντας, καὶ τοσαῦτα παθόντας, πῶς οὐχὶ μᾶλλον ἀμείψεται ;

ΘΕΟΔΩΡΗΤΟΥ. Αμα δὲ ἐμφαίνει ὡς οὐχ ἅπαντες οἱ τοῦ σωτηρίου βαπτίσματος ἀξιωθέντες, τούτων ἀπολαύουσι τῶν ἀγαθῶν. ἀλλ ̓ οἱ πρὸς τούτῳ καὶ τὴν κοινωνίαν τῶν δεσποτικῶν παθημάτων 5 καταδεχόμενοι. τοῦτο δὲ οὐχ ἁπλῶς προστέθεικεν, ἀλλ ̓ εἰς ψυ χαγωγίαν τῶν τὰ πράγματα δεχομένων. παντοδαπὰς γὰρ ἐδέχοντο πειρασμῶν προσβολάς. οὗ δὴ χάριν παραμυθητικοὺς ἐξυφαίνει λόγους. ἀπὸ τῶν μελλόντων ψυχαγωγῶν καὶ φέρειν γενναίως τὰ παρόντα παρακαλῶν.

10

ΓΕΝΝΑΔΙΟΥ. Αλλως τε πρὸ ὀλίγου τῆς ἀντεξετάσεως ἁψάμε νος τῆς πρὸς τὰ παλαιὰ, καὶ διὰ τῆς παράλληλα θέσεως αὐτῶν τὸ ὑπερέχον γνωρίσας τῆς χάριτος· εἶτα, ἵνα μὴ διὰ τὸ μέγεθος τοῖς παθηταῖς ἀμφιβάλοιτο, πιστωσάμενος αὐτὸ τῇ τοῦ ̔Αγίου Πνεύματος μετουσίᾳ, μέτεισιν ἐπὶ παράκλησιν ἀκολούθως, καὶ 15 προτρέπει μηδένα κίνδυνον ὑπὲρ τῶν τοιούτων ἀποδιδράσκειν. σφό δρα χρησίμης αὐτῷ καὶ ἀναγκαίας τῆς περὶ τούτων οὔσης δι δασκαλίας. “ λογίζομαι γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.”

66

66

ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείξας ἀντίδοσιν οὖσαν τὴν κληρονομίαν. ἵνα 20 ἀξιόπιστον ᾖ τὸ λεγόμενον, καὶ μηδεὶς ἀμφιβάλῃ, δείκνυσι πάλιν καὶ χάριτος δύναμιν ἔχον. τὸ μὲν, ἵνα καὶ παρὰ τοῖς ἀμφιβάλ λουσι πιστεύηται τὰ λεγόμενα· καὶ οἱ λαμβάνοντες μὴ αἰσχύ νωνται, ὡς ἀεὶ δωρεὰν σωζόμενοι. τὸ δὲ, ἵνα μάθῃς ὅτι νικᾷ ταῖς ἀντιδόσεσι τοὺς πόνους ὁ Θεός. καὶ τὸ μὲν, ἐδήλωσεν εἰπὼν, 25 “ εἴπερ καὶ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν.” τὸ δὲ, ἐπαγαγὼν καὶ προσθεὶς, “ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ

66

66

66

πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς.” ἐν μὲν γὰρ τοῖς προτέροις, τὴν τῶν ἠθῶν διόρθωσιν ἀπῄτει τὸν πνευματι κόν· ἐν οἷς ἔλεγεν, “ οὐκ ὀφείλετε κατὰ σάρκα ζῇν.” οἷον, ἵνα τῶν 30 παθῶν περιγένηται ὁ τοιοῦτος. ἐνταῦθα δὲ, ἐπειδὴ αὐτὸν τῆς δω ρεᾶς ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ κληρονόμον ἀπέφηνε τοῦ μονογενούς· θαρρῶν ἐξάγει λοιπὸν αὐτὸν

συγκ

66

66

66

καὶ ἐπὶ τοὺς κινδύνους. οὐδὲ γάρ ἐστιν ἴσον τῶν ἐν ἡμῖν παθῶν περιγενέσθαι, καὶ τοὺς πειρασμοὺς ἐκείνους ἐνεγκεῖν τὰς μάστι γας· τὸν λιμόν· τὰ δεσμά· τὰς ἁλύσεις. πολὺ γὰρ ταῦτα γενναιοτέρας δεῖται ψυχῆς. καὶ ὅρα πῶς ὁμοῦ καταστέλλει, καὶ ἐπαί ρει τὸ φρόνημα τῶν ἀγωνιζομένων. ὅταν γὰρ δείξῃ τὰ ἔπαθλα 5 μείζονα τῶν πόνων, καὶ προτρέπει μειζόνως· καὶ οὐκ ἀφίησι μέγα φρονεῖν ἅτε νικωμένους τῇ τῶν στεφάνων ἀντιδόσει. καὶ ἀλλαχοῦ μέν φησι, “ τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ ̓ ὑπερ“ βολὴν ἐς ὑπερβολὴν δόξης αἰώνιον βάρος κατεργάζεται.” πρὸς γὰρ φιλοσοφωτέρους ὁ λόγος ἦν αὐτῷ. ἐνταῦθα δὲ κοϋφα μὲνιο αὐτὰ οὔ φησι εἶναι, παραμυθεῖται δὲ τῇ μελλόντων ἀντιδόσει λέγων, σε λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και ροῦ.” καὶ οὐκ εἶπε πρὸς τὴν μέλλουσαν ἄνεσιν· ἀλλ ̓ ὃ πολλῷ μείζον, σε πρὸς τὴν μέλλουσαν δόξαν.” ὅπου μὲν γὰρ ἄνεσις, οὐ πάντως καὶ δόξα. ὅπου δὲ δόξα, πάντως καὶ ἄνεσις. εἶτα ἐπειδὴ 15 μέλλουσαν εἶπε, δείκνυσιν αὐτὴν ἤδη οὖσαν. οὐ γὰρ εἶπε πρὸς τὴν μέλλουσαν ἔσεσθαι. ἀλλὰ “ πρὸς τὴν μέλλουσαν ἀποκαλυφθῆ “ε ναι.” ὡς καὶ νῦν οὖσαν μὲν, κρυπτομένην δέ. ὅπερ καὶ ἀλλαχοῦ σαφέστερον ἔλεγεν, “ ὅτι ἡ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ “ ἐν τῷ Θεῷ” θάρρει τοίνυν ὑπὲρ αὐτῆς. παρεσκεύασται γὰρ ἤδη 20 τοὺς σοὺς ἀναμένουσα πόνους. εἰ δὲ τῷ μέλλειν σε λυπεῖ, αὐτῷ μὲν οὖν εὐφραινέτω τούτῳ. τῷ γὰρ μεγάλη τίς εἶναι, καὶ τὴν παροῦσαν ὑπερβαίνειν κατάστασιν, ἐκεῖ τεταμίευται. οὐδὲ γὰρ ἁπλῶς τέθεικε τὰ παθήματα τοῦ νῦν καιροῦ. ἀλλ ̓ ἵνα δείξῃ εὐχὶ ποιότητι μόνον, ἀλλὰ καὶ ποσότητι νικῶσαν ἐκείνην. ταῦτα μὲν 25 γὰρ οἷα ἂν ᾖ τὰ παθήματα, τὰ παθήματα, τῷ παρόντι συγκεκλήρωται βίῳ. τὰ δὲ μέλλοντα ἀγαθὰ πρὸς τοὺς ἀθανάτους παρεκτείνεται αἰῶνας. ἅπερ ἐπειδὴ κατὰ μέρος εἰπεῖν οὐκ εἶχεν, οὐδὲ παραστῆσαι λόγῳ, ἀπὸ τοῦ μάλιστα δοκοῦντος εἶναι παρ' ἡμῖν ἐπεράστου τῆς δόξης, αὐτὰ ὠνόμασεν. ἡ γὰρ κορυφὴ τῶν ἀγαθῶν καὶ τὸ κεφάλαιον, 30 τοῦτο εἶναι δοκεῖ καὶ ἐπειδὴ ὑπερβαίνουσι τοὺς ἀγῶνας οἱ στέ φανοι, καὶ σμικρὸς μὲν ὁ πόνος, μέγα δὲ τὸ ἐλπιζόμενον κέρδος, διὰ τοῦτο οὐ μισθὸν, ἀλλὰ δόξαν τὰ προσδοκώμενα προσηγό

ρευσεν.

19

Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως, τὴν ἀποκάλυψιν 20 τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι.

ΧΡΥΣΟΣΤΟΜΟΥ. Επαίρων καὶ ἑτέρως τὸν ἀκροατὴν, καὶ ἀπὸ 5 τῆς κτίσεως ἐξογκοῖ τὸν λόγον· δύο κατασκευάζων διὰ τῶν λεχθέν των, καὶ ὑπεροψίαν τῶν παρόντων, καὶ ἐπιθυμίαν τῶν μελλόντων. καὶ τρίτον μετὰ τούτων· μᾶλλον δὲ πρῶτον, τὸ δεῖξαι περισπού δαστον πῶς τὸ τῶν ἀνθρώπων γένος ἐστὶ, καὶ ἐν ὅσῃ τὴν φύσιν τὴν ἡμετέραν ἔχει τιμῇ. μετὰ δὲ τούτων, καὶ τὰ τῶν φιλοσόφων το ἅπαντα δόγματα τὰ περὶ τοῦ κόσμου τούτου, ὥσπερ ἀράχνην τινὰ καὶ παίδων ἀθύρματα ἐν τούτῳ καταβάλλει τῷ δόγματι, ἀλλ ̓ ἵνα σαφέστερα ταῦτα γένηται, ἴδωμεν τί φησι, καὶ ἡ κτίσις αὐτὴ σφόδρα ἀδίνει· ταῦτα ἀναμένουσα καὶ προσδοκῶσα τὰ ἀγαθά, ἅπερ εἰρήκαμεν. ἀποκαραδοκία γάρ, ἡ σφοδρὰ προσδοκία ἐστίν, ὥστε 15 δὲ ἐμφαντικώτερον γενέσθαι τὸν λόγον, καὶ προσωποποιεῖ τὸν κόσμον ἅπαντα τοῦτον. ἅπερ καὶ οἱ προφῆται ποιοῦσι. ποταμούς κροτοῦντας χερσὶν εἰσάγοντες, καὶ βουνοὺς ἀλλομένους, καὶ ὄρη σκιρτῶντα. οὐχ ἵνα ταῦτα λογισμὸν ἔχειν νομίσωμεν καὶ ψυχὴν, ἀλλ ̓ ἵνα τὴν ὑπερβολὴν μάθωμεν τῶν ἀγαθῶν, ὡς καὶ τῶν ἀναι- 20 σθήτων αὐτῶν καθικνουμένην. τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν λυπηρῶν ποιοῦσιν, ἄψυχα θρηνοῦντα εἰσάγοντες, ἵνα πάλιν τὴν ὑπερβολὴν τῶν κακῶν νοήσωμεν. τούτους δὴ καὶ ὁ Ἀπόστολος μιμούμενος, προσωποποιεῖ τὴν κτίσιν ἐνταῦθα, καὶ φησὶ στενάζειν αὐτὴν καὶ ὠδίνειν. οὐκ ἐπειδὴ στεναγμοὺς ἤκουεν ἀπὸ γῆς ἐκπεμπομένους, ἢ 25 οὐρανοῦ. ἀλλ ̓ ἵνα τῶν μελλόντων ἀγαθῶν ἐνδείξηται τὴν ὑπερβο λὴν, καὶ τὴν ἐπιθυμίαν τῆς ἀπαλλαγῆς τῶν κατεχόντων κακῶν.

ΓΡΗΓΟΡΙΟΥ ΘΕΟΛόΓον. Πολλὰ γὰρ προσωποποιεῖν ἡ γραφὴ οἶδε καὶ τῶν ἀψύχων. ὡς τὸ, ἡ θάλασσα εἶπε τάδε καὶ τάδε. σε καὶ ή σε ἡ ἄβυσσος εἶπεν, οὐκ ἔστιν ἐν ἐμοί” καὶ οἱ οὐρανοὶ διηγούμενοι 30 δόξαν Θεοῦ. καὶ πάλιν ῥομφαία τι διακελεύεται, καὶ ὄρη καὶ βουνοὶ ἐρωτῶνται σκιρτήσεως.

Κυρίλλου. Αποκαραδοκία μὲν οὖν ἐστιν ἡ ἐλπὶς, καὶ ἡ τῆς

« PreviousContinue »