Page images
PDF
EPUB

Θεοῦ τῷ προπάτορι καθάπερ δέ τις κλῆρος εἰς τοὺς ἐκγόνους παραπεμφθέν. σε ὧν ἡ υἱοθεσία” σε υἱὸς γάρ, φησιν, “ε πρωτό

66

66

66

σε τικός μου Ισραήλ” σε καὶ ἡ δόξα περιφανεῖς γὰρ ἀπὸ τῶν ή θαυμάτων ἐγένοντο. σε καὶ αἱ διαθῆκαι” οὐ γὰρ μόνον τὴν παλαιὰν, ἀλλὰ καὶ τὴν καινὴν αὐτοῖς ὑπέσχετο δώσειν. “ θήσομαι 5

66

66

66

γὰρ, φησὶν, “ τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν.” ἀλλὰ ταύτην αὐτοὶ λαβεῖν οὐκ ἠθέλησαν. “ καὶ ἡ νομοθεσία.” αὐτοῖς γὰρ τὸν Μωσαϊκὸν ἐδεδώκει νόμον. σε καὶ ἡ λατρεία.” τῶν γὰρ ἄλλων ἐθνῶν αὐτοὺς προτιμήσας, τὴν νομικὴν ἱερουργίαν ἐδίδαξε. σε καὶ αἱ το ἐπαγγελίαι.” αἵτε πρὸς τοὺς πατέρας παρὰ τοῦ Θεοῦ γεγενη μέναι, καὶ αἱ διὰ τῶν προφητῶν προενηνεγμέναι. σε ὧν οἱ πα τέρες” οἱ ἀοίδιμοί τε καὶ πολυθρύλλητοι. ὧν Θεὸς ἐχρημάτισεν

66

66

ων

66

ὁ Θεός. εἶτα τελευταῖον τέθεικε τὸ μεῖζον τῶν ἀγαθῶν. σε καὶ ἐξ

66

66

“ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα.” καὶ ἤρκει μὲν ἡ τοῦ κατὰ 15 σάρκα προσθήκη παραδηλῶσαι τοῦ Χριστοῦ τὴν θεότητα· ὁ δὲ, προστέθεικε τὸ, “ ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς σε αἰῶνας. ἀμήν.” καὶ τῶν φύσεων δεικνὺς τὴν διαφορὰν καὶ τοῦ θρήνου διδάσκων τὸ εὔλογον· ὅτι ἐξ αὐτῶν μὲν κατὰ σάρκα ὁ ἐπὶ πάντων Θεός· αὐτοὶ δὲ τῆς συγγενείας ταύτης ἐξέπεσον.

66

66
ο ων

ΧΡΥΣΟΣΤΟΜΟΥ. Αμα δὲ καὶ ὡς λογισάμενος ἅπερ εἰς αὐτοὺς ὁ Θεὸς ἐνεδείξατο, εἶπεν, “ ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας. ἀμήν. τὴν ὑπὲρ πάντων εὐχαριστίαν ἀναφέρων αὐτὸς τῷ μονογενεῖ τοῦ Θεοῦ. εἰ γὰρ καὶ ἕτεροι βλασφημοῦσιν, ἀλλ ̓ ἡμεῖς οἱ τὰ ἀπόρ ρητα εἰδότες αὐτοῦ, ἴσμεν σαφῶς ὅτι τοῦ δοξάζεσθαι ἄξιος.

66

66

ΒΑΣΙΛΕΙΟΥ ΕΚ ΤΩ͂Ν ΑΝΤΙΡΡΗΤΙΚΩΝ. “ Ὁ δὲ ἐπὶ πάντων

EK

“ Θεὸς” ἐξ ἀνάγκης ὑπερέχων πάντων. ὁ Ἀπόστολος οὖν Θεὸν εἰπὼν τὸν Σωτῆρα, οὐχὶ καὶ τοῦ Πατρὸς εἶπε μείζονα. οὐ γὰρ πρὸς αὐτὸν ἀντιδιέστειλεν· ἀλλὰ πρὸς τοὺς λεγομένους μὲν ψευ δῶς θεοὺς, μὴ ὄντας δέ.

20

25

30

ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ ΕΚ ΤΟΥ ΚΑΤΑ ΕΡΝΟΜΙΟΥ. ΒΠ' ΛΟΓΟΣ. Εἰ τοίνυν ἐπὶ πάντων Θεὸς ὁ Σωτὴρ, οἱ ἀποξενοῦντες αὐτὸν τῆς οὐσίας τοῦ Πατρὸς, καὶ κτιστὸν λέγοντες, τί χλευαστικῶς αὐτῷ τὴν ψευδώνυμον κλῆσιν χαρίζονται, τῷ ἀλλοτρίῳ τῆς ἀληθίνης θεός τητος, την Θεὸς φωνὴν μάτην ὥσπερ τοῖς εἰδώλοις. ὥστε ἢ μὴ 35

δὲ Θεὸν ὁμολογείτωσαν αὐτὸν, οἱ κτιστὸν εἶναι διοριζόμενοι, ἵνα φανῶσιν Ἰουδαΐζοντες. ἢ εἴπερ ὁμολογοῦσι τὸν κτισθέντα εἶναι Θεὸν, εἰδωλολατρεῖν μὴ ἀρνείσθωσαν.

επι

ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΩΝ ΘΗΣΑΥΡΩ͂Ν. Καὶ εἰ μηδὲν τῶν γεγενημένων λέλεκταί τε καὶ ἔστιν ἐπὶ πάντων Θεός. ἔστι δὲ ἐπὶ πάντων Θεὸς 5 ὁ Υἱός. οὐκ ἄρα τῶν γενομένων ἐστίν. εἰ δὲ Θεὸς ἐπὶ πάντων ὑπάρχων ὁ Υἱὸς, καὶ γενητός ἐστιν· ἔστι δὲ ἐπὶ πάντων Θεός· καὶ 6ὁ πατὴρ γενητὸς ἔσται κατ ̓ αὐτοὺς, ὅπερ ἀσεβὲς ἐννοεῖν. 7 Οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ. οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ισραήλ. οὐδ ̓ ὅτι εἰσὶ το 8 σπέρμα Αβραάμ, πάντες τέκνα, ἀλλ ̓, ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα. τουτέστιν, οὐ τὰ τέκνα τῆς σαρ 9 κὸς, ταῦτα τέκνα τοῦ Θεοῦ· ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα. ἐπαγγελίας γὰρ ὁ λόγος οὗτος, κατὰ τὸν καιρὸν τοῦτον ἐλεύσομαι, καὶ ἔσται τῇ 15 Σάρρα υἱός.

ΧΡΥΣΟΣΤΟΜΟΥ. Εμβαίνει λοιπὸν εἰς τὸν παρὰ τῶν πολλῶν ζητούμενον λόγον. καὶ γὰρ ἐζήτουν πολλοὶ, καθάπερ ἔφθην εἰπὼν, τινὸς ἕνεκεν οἱ μὲν δεξάμενοι τὴν ἐπαγγελίαν, ἐξέπεσον. οἱ δὲ μὴ ἀκούσαντες αὐτῆς πώποτε, πρὸ ἐκείνων ἐσώθησαν. ταύτην τοίνυν 20 λύων τὴν ἀπορίαν, πρὸ τῆς ἀντιθέσεως τὴν λύσιν εἰσάγει. ἵνα γὰρ μὴ λέγῃ τίς· τί οὖν σὺ μᾶλλον φροντίζεις τῆς δόξης τοῦ Θεοῦ, ἢ ὁ Θεὸς τῆς ἑαυτοῦ; καὶ τῆς παρὰ σοῦ δεῖται βοηθείας, ἵνα μὴ ἐκπέσῃ ὁ λόγος αὐτοῦ; κἂν μὴ σὺ γένῃ ἀνάθεμα, ἐκπίπτει αὐτοῦ ὁ λόγος; πρὸς ταῦτα πάντα ἱστάμενος φησίν. ταῦτα δὲ 25 πάντα εἶπον, ἵνα δείξω τὸ περὶ Χριστὸν φίλτριν· καὶ γὰρ καὶ οὕτω τῶν πραγμάτων ἐκβάντων, οὐκ ἀποροῦμεν τῶν ὑπὲρ τοῦ Θεοῦ λόγων, φησὶν, καὶ τοῦ δεῖξαι ὅτι ἕστηκεν ἡ ἐπαγγελία ἣν εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ' “ σοὶ δώσω καὶ τῷ σπέρματί σου” καὶ “ ὅτι ἐν τῷ σπέρματί σου ἐνευλογήσονται πάντα τὰ ἔθνη.” ἴδωμεν 30 οὖν ποῖον ἐστὶ τὸ σπέρμα φησίν. οὐ γὰρ πάντες οἱ ἐξ αὐτοῦ, σπέρμα αὐτοῦ εἰσίν. ἂν τοίνυν μάθῃς ποῖον ἐστὶ τοῦ Ἁβραὰμ σπέρμα, ὄψει δοθεῖσαν τὴν ὑπόσχεσιν τῷ σπέρματι αὐτοῦ, καὶ γνώσῃ ὅτι οὐκ ἐξέπεσεν ὁ λόγος. ποῖον οὖν ἐστιν, εἰπὲ, τὸ σπέρμα;

αν

66

Εν

αὐτὴ ἡ ἐπαγγελία ἑαυτὴν ἑρμηνεύει, οὕτω λέγουσα. “ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα” τί ἐστιν “ ἐν Ἰσαάκ ;” ἑρμήνευσον. τουτέστιν, ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Θεοῦ, ἀλλὰ καὶ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα. καὶ ὅρα Παύλου σύνεσιν καὶ μεγαλόνοιαν. ἑρμηνεύων γὰρ οὐκ εἶπεν, 5 ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα τοῦ Ἁβραάμ ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα τέκνα τοῦ Θεοῦ. τῷ παρόντι τὰ παλαιὰ συνάπτων, καὶ δεικνὺς ὅτι οὐδὲ Ἰσαὰκ ἁπλῶς τοῦ Ἁβραὰμ τέκνον ἦν.

66

Ὃ δὲ λέγει, τοῦτό ἐστιν. ὅσοι κατὰ τὸν Ἰσαὰκ ἐγεννήθησαν το οὗτοι τέκνα τοῦ Θεοῦ εἰσὶ, καὶ σπέρμα τοῦ Ἁβραάμ. διὰ γὰρ τοῦτο εἶπεν, “ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα.” ἵνα μάθῃς ὅτι οἱ τῷ τρόπῳ γεννώμενοι τῷ κατὰ τὸν Ἰσαὰκ, οὗτοι μάλιστά εἰσι τὸ σπέρμα τοῦ Αβραάμ. πῶς οὖν ὁ Ἰσαὰκ ἐγεννήθη; οὐ κατὰ νόμον φύσεως, οὐδὲ κατὰ δύναμιν σαρκός. ἀλλὰ κατὰ δύναμιν ἐπαγ- 15 γελίας: 66 κατὰ τὸν καιρὸν τοῦτον,” φησὶν, “ ἐλεύσομαι, καὶ ἔσται

66

66

τῇ Σάρρα υἱός.” αὕτη τοίνυν ἡ ἐπαγγελία, τὰ τέκνα τοῦ Θεοῦ διέπλασέ τε καὶ ἐγέννησε διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. τί γὰρ εἰ καὶ μήτρα ὑπέκειτο, καὶ νηδὺς γυναικός ; οὐ γὰρ ἡ δύναμις τῆς νηδύος, ἀλλὰ τῆς ἐπαγγελίας ἡ ἰσχὺς, ἔτεκε τὸ παιδίον. οὕτω 20 καὶ ἡμεῖς γεννώμεθα διὰ τῶν τοῦ Θεοῦ ῥημάτων. ἐν γὰρ τῇ κολυμβήθρᾳ τῶν ὑδάτων, ῥήματα εἰσὶ τὰ Θεοῦ γεννῶντα ἡμᾶς, καὶ διαπλάττοντα. εἰς γὰρ ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος βαπτιζόμενοι, γεννώμεθα. αὕτη δὲ οὐχὶ φύσεως, ἀλλ ̓ ἐπαγγελίας Θεοῦ ἡ γέννησις. ὥσπερ γὰρ τὴν τοῦ Ἰσαὰκ προσ- 25 αγορεύσας γέννησιν, τότε αὐτὴν ἐπλήρωσεν· οὕτω καὶ τὴν ἡμε τέραν πρὸ πολλῶν προανεφώνησε χρόνων, διὰ τῶν προφητῶν ἁπάν των καὶ μετὰ ταῦτα εἰς ἔργον ἐξήγαγεν. εἰ δὲ λέγοιεν οἱ Ἰουδαῖοι, ὅτι τὸ “ ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρμα,” τοῦτο ἐστὶ, τὸ τοὺς ἐκ τοῦ Ἰσαὰκ γενομένους αὐτῷ λογίζεσθαι εἰς 30 σπέρμα· ἔδει καὶ τοὺς Ἰδουμαίους καὶ πάντας ἐκείνους υἱοὺς αὐτοῦ χρηματίζειν. ὁ γὰρ πρόγονος αὐτῶν Ἡσαν, υἱὸς ἦν τοῦ Ἰσαάκ· νῦν δὲ οὐ μόνον οὐ χρηματίζουσι παῖδες, ἀλλὰ καὶ σφόδρα εἰσὶν ἠλλοτριωμένοι. ὁρᾷς ὅτι οὐ τὰ τέκνα τῆς σαρκὸς ταῦτα

ΕΚ

τέκνα τοῦ Θεοῦ, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας; ἀλλὰ καὶ ἐν αὐτῇ τῇ φύσει ἡ διὰ τοῦ βαπτίσματος ἄνωθεν προϋπογέγραπτο γέννησις. εἰ δὲ τὴν μήτραν μοι λέγεις, ἔχω κἀγὼ τὸ ὕδωρ εἰπεῖν. ἀλλ ̓ ὥσπερ ἐνταῦθα τὸ πᾶν τοῦ Πνεύματος, οὕτω κἀκεῖ τὸ πᾶν τῆς ἐπαγγελίας. τοῦ γὰρ ὕδατος ψυχροτέρα ἦν ἡ μήτρα διὰ τὴν 5 στείρωσιν καὶ τὸ γῆρας.

ΘΕΟΔΩΡΗΤΟΥ. Ἐγὼ μὲν φύσιν οὐκ ἠβουλόμην μόνον, ἀλλὰ καὶ ηὐχόμην ἀλλότριος εἶναι ἀπὸ Χριστοῦ. εἴπερ οἷόν τε ἦν διὰ τῆς ἐμῆς ἀλλοτριώσεως Ἰουδαίους τῶν ἐπηγγελμένων τυχεῖν ἀγαπ θῶν. ἀλλ ̓ ὅμως καὶ τούτων ἀντιλεγόντων, καὶ τὴν σωτηρίαν οὐ το βουλομένων καρπώσασθαι, ἔχουσι τἀληθὲς αἱ πρὸς τοὺς πατέρας ἐπαγγελίαι· πῶς ἔχουσιν; “ οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραήλ.” οὐ γὰρ τῆς φύσεως ὁ Θεὸς, ἀλλὰ τῆς ἀρετῆς ἐπιζητεῖ τὴν συγγένειαν. εἶτα διδάσκει τοῦτο σαφέστερον. οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἀβραὰμ, πάντες τέκνα. τουτέστι Θεοῦ. τοῦτο γὰρ 15 μετὰ βραχέα διδάσκει. “ ἀλλ' ἐν Ἰσαὰκ κληθήσεταί σοι σπέρ

66

66

66

μα.” καὶ τεθεικὼς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, ἀναπτύσσει ταύ την, καὶ τῇ ἑρμηνείᾳ σαφῆ τὸν λόγον ποιεῖ. καλεῖ δὲ σαρκὸς μὲν τέκνα, τὰ κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν γεγεννημένα. ἐπαγ γελίας δὲ, τὰ κατὰ χάριν παρεσχημένα. τῆς γὰρ φύσεως ἀπει- 20 ρηκυίας, κατὰ θείαν φιλοτιμίαν ἀπεφάνθη πατήρ. λέγει δὲ τοῦτο, ὅτι καὶ Ἰσμαὴλ τοῦ Ἀβραὰμ ἦν υἱὸς, καὶ πρωτότοκος υἱός. διὰ τί τοίνυν μέγα φρονεῖς, ὦ Ἰουδαῖς, ὡς μόνος σπέρμα τοῦ Ἀβραὰμ προσαγορευόμενος; εἰ δὲ νομίζεις ἐκεῖνον ὡς ἡμίδουλον ἐκβεβλῆσθαι τῆς συγγενείας, οὐκ εἰκότως νομίζεις. ἐκ πατέρων γὰρ, ἀλλ' οὐκ ἐκ 25 μητέρων ἔθος γενεαλογεῖν τῇ θείᾳ γραφῇ, καὶ ἐδύνατο μὲν ὁ θεῖος Απόστολος παραγαγεῖν καὶ τοὺς ἐκ τῆς Χετούρας γεγενημένους, σπέρμα δὲ τοῦ ̔Αβραὰμ οὐ καλουμένους. ῥάδιον ἦν αὐτῷ καὶ τοὺς δυοκαίδεκα παῖδας τοῦ Ἰακώβ, ἐκ διαφόρων δεῖξαι μητέρων γεγεννημένους. καὶ τοὺς τέτταρας ἡμιδούλους, καὶ ὅλους Ισραήλ 30 χρηματίζοντας· καὶ οὐδὲν ἐκ τῆς τῶν μητέρων παραβλαβέντας δουλείας. ἀλλὰ μετὰ φειδοῦς τοὺς ἐλέγχους προσφέρων, τοῦτο μὲν παραλέλοιπεν. ἐκ πολλοῦ δὲ τοῦ περιόντες ἐνίκησε, τεθεικώς γὰρ τὸ ὑπὸ τοῦ Θεοῦ πρὸς τὸν Ἀβραὰμ εἰρημένον, “ ὅτι ἐν Ἰσαὰκ

46

κληθήσεταί σοι σπέρμα,” δείκνυσιν ὅτι οὐδὲ τὸ τούτου γένος ἅπαν τῆσδε τῆς εὐλογίας μετειληφὸς εὑρίσκεται. τῶν γὰρ τούτου παίδων ὁ μὲν, τὴν εὐλογίαν εἴληφεν· ὁ δὲ, ταύτης διήμαρτεν. ὃ παρακατιὼν δηλοῖ.

66

ΘΕΟΔΩΡΟΥ Μονάχου. Ἐπειδὴ τοίνυν τὰ τοῖς Ἰσραηλίταις 5 ἐπηγγελμένα ἐνέφηνεν, ὅτι εἰς τὰ ἔθνη μετετέθη, ὅπερ ἦν κατηγόρημα τοῦ Θεοῦ, ὡς διαψευσαμένου τὰς ἐπαγγελίας, καὶ μηδὲν δεδωκότος τῷ σπέρματι τοῦ ̔Αβραὰμ, δείκνυσιν ὅτι οὐ τοὺς κατὰ σάρκα Ἰσραηλίτας ἐδήλου ἡ γραφὴ, ἀλλὰ τοὺς διὰ τῆς εὐσε βείας δεικνύντας, ὅτι ἄξιοι εἰσὶν Ἰσραηλῖται προσαγορεύεσθαι, το καὶ τέκνα τοῦ ̔Αβραάμ, κἂν μὴ ὦσι σπέρμα αὐτοῦ. τῶν γὰρ τοιούτων πατέρα αὐτὸν ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. εἰπὼν δὲ οὐ “ πάντες οἱ ἐξ Ισραήλ,” ἔδειξεν ὅτι γεγόνασι πιστοὶ καὶ ἐν τῷ Ἰσραήλ· εἰ καὶ ὀλίγοι. διὰ γὰρ τοῦτο μετέστησεν ὁ Θεὸς τὴν χάριν ἐπὶ τὰ ἔθνη, ἐπεὶ οἱ πλείους τοῦ Ἰσραὴλ ἐξέκλιναν. εἰπὼν 15 δὲ “ ἐν Ἰσαάκ,” δηλοῖ ἐν τρόπῳ τοῦ Ἰσαάκ. τουτέστιν, ἐξ ἐπαγγελίας ὥσπερ ὁ Ἰσαάκ. οὐ γὰρ οἱ ἐκ σαρκὸς 'Αβραάμ, οὗτοι πάντως τέκνα Θεοῦ, ἀλλ ̓ ἐκεῖνοι εἰσὶ τέκνα Αβραάμ, οἱ δίκαιοι. οὗτοι γάρ εἰσιν οἱ ἐξ ἐπαγγελίας, οὓς κατὰ πρόγνωσιν ἐπηγγεί λατο ὁ Θεὸς υἱοὺς τοῦ ̔Αβραάμ' ος καὶ προεγίνωσκεν ἀξίους 20 ὄντας ἐπιγράφεσθαι πατέρα τὸν ̓Αβραάμ. καὶ γὰρ ὁ ἐξ ἐπαγγελίας Ἰσαὰκ γεγονὸς τῷ ̓Αβραὰμ, δίκαιος ὤφθη. ὃν εἰδὼς δίκαιον ἔσεσθαι ὁ Θεὸς ἐπηγγείλατο. ὁμοίως δὲ καὶ τοὺς ἐξ ἐθνῶν, προειδὼς τῶν ἐσομένων ἐθνῶν τὴν εὐσέβειαν.

66

66

εν

Ὁ οὖν Ἰσαὰκ δι ̓ ἐπαγγελίας δίκαιος ἦν, καὶ τύπος δικαίων. 25 διὸ καὶ τὸν πρωτότοκον αὐτοῦ τὸν Ἰσραὴλ παρέδραμεν, ὡς μὴ δίκαιον. ἀσφαλῶς οὖν οὐκ εἶπε γενηθήσεταί σοι σπέρμα, ἀλλὰ κληθήσεται.” οὐ γὰρ φυσικοὺς υἱοὺς ἐπηγγείλατο, ἀλλὰ κληθησομένους διὰ τὴν τῆς εὐσεβείας πρὸς αὐτὸν οἰκείωσιν. καὶ ἀκόλουθον μὲν ἦν εἰπεῖν, οὐ τὰ τέκνα τῆς σαρκὸς, ταῦτα τέκνα 30 τοῦ ̔Αβραάμ' ἀλλ ̓ εἶπε “ τοῦ Θεοῦ,” ἵνα δείξῃ ὅτι τὰ ἄξια τέκνα τοῦ ̓Αβραὰμ, ἄξια ἦν καὶ Θεοῦ λέγεσθαι διὰ τὸ τῆς πολιτείας καθαρόν. οἱ μὴ ἄξιοι οὖν τοῦ ̔Αβραὰμ, οὐδ ̓ ἂν ὦσιν ἐξ αὐτοῦ, λογισθήσονται εἰς τέκνα. ἀλλ ̓ οἱ τὴν πολιτείαν αὐτοῦ ζηλοῦντες, κἂν μὴ ὦσιν ἐξ αὐτοῦ. ἡ δὲ ὅλη κατασκευὴ τοῦ λόγου, 35

τα

T t

αν

« PreviousContinue »