Page images
PDF
EPUB

Whenever a longer explanation is required than my space will admit of, a reference will be given to Curtius' smaller Greek Grammar (edited by Dr Smith)

-a cheap and compact little work which only needs a complete Index to make it everything that could be desired.

To assist the student in testing his knowledge of the subject I have added an Index of the principal constructions explained in the notes.

ST CATHARINE's College,

Aug. 30, 1874.

ΞΕΝΟΦΩΝΤΟΣ

ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

Δ ́.

CAPUT I.

1. Οσα μὲν δὴ ἐν τῇ ἀναβάσει ἐγένετο μέχρι τῆς μάχης, καὶ ὅσα μετὰ τὴν μάχην ἐν ταῖς σπονδαῖς ἃς βασιλεὺς καὶ οἱ σὺν Κύρῳ ἀναβάντες Ελληνες ἐσπείσαντο, καὶ ὅσα, παραβάντος τὰς σπονδὰς βασιλέως καὶ Τισσαφέρ νους, ἐπολεμήθη πρὸς τοὺς Ἕλληνας ἐπακολουθοῦντος τοῦ Περσῶν στρατεύματος, ἐν τῷ πρόσθεν λόγῳ δεδήλωται. 2. Ἐπεὶ δὲ ἀφίκοντο ἔνθα ὁ μὲν Τίγρης ποταμὲς παντάπασιν ἄπορος ἦν διὰ τὸ βάθος καὶ μέγεθος, πάροδος δὲ οὐκ ἦν, ἀλλὰ τὰ Καρδούχια ὄρη ἀπότομα ὑπὲρ αὐτοῦ τοῦ ποταμοῦ ἐκρέματο, ἐδόκει δὲ τοῖς στρατιώταις διὰ τῶν ὀρέων πορευτέον εἶναι. 3. Ἤκουον γὰρ τῶν ἁλισκομένων ὅτι, εἰ διέλθοιεν τὰ Καρδούχια ὄρη, ἐν τῇ ̓Αρμενίᾳ τὰς πηγὰς τοῦ Τίγρητος ποταμοῦ, ἢν μὲν βούλωνται, διαβήσονται· ἦν δὲ μὴ βούλωνται, περιΐασι. Καὶ τοῦ Εὐφράτου τε τὰς πηγὰς ἐλέγετο οὐ πρόσω τοῦ Τίγρητος εἶναι· * καὶ ἔστιν οὗ τι στενόν*. 4. Τὴν δ ̓ εἰς τοὺς Καρδούχους ἐμβολὴν ὧδε ποιοῦνται, ἅμα μὲν λαθεῖν

πειρώμενοι, ἅμα δὲ φθάσαι πρὶν τοὺς πολεμίους καταλαβεῖν τὰ ἄκρα. 5. Ηνίκα δ ̓ ἦν ἀμφὶ τὴν τελευταίαν φυλακὴν καὶ ἐλείπετο τῆς νυκτὸς ὅσον σκοταίους διελθεῖν τὸ πεδίον, τηνικαῦτα ἀναστάντες ἀπὸ παραγγέλσεως πορευόμενοι ἀφικνοῦνται ἅμα τῇ ἡμέρᾳ πρὸς τὸ ὄρος. 6. Ἔνθα δὴ Χειρίσοφος μὲν ἡγεῖτο τοῦ στρατεύματος λαβὼν τὸ ἀμφ' αὑτὸν καὶ τοὺς γυμνῆτας πάντας Ξενοφῶν δὲ σὺν τοῖς ὀπισθοφύλαξιν ὁπλίταις εἵπετο οὐδένα ἔχων γυμνῆτα· οὐδεὶς γὰρ ἐδόκει κίνδυνος εἶναι μή τις ἄνω πορευομένων ἐκ τοῦ ὄπισθεν ἐπίσποιτο. 7. Και ἐπὶ μὲν τὸ ἄκρον αναβαίνει Χειρίσοφος, πρίν τινας αἰσθέσθαι τῶν πολεμίων· ἔπειτα δὲ ὑφηγεῖτο· ἐφείπετο δὲ ἀεὶ τὸ ὑπερβάλλον τοῦ στρατεύματος εἰς τὰς κώμας τὰς ἐν τοῖς ἄγκεσί τε καὶ μυχοῖς τῶν ὀρέων.

8. Ενθα δὴ οἱ μὲν Καρδοῦχοι ἐκλιπόντες τὰς οἰκίας, ἔχοντες καὶ γυναῖκας καὶ παῖδας, ἔφευγον ἐπὶ τὰ ὄρη τὰ δὲ ἐπιτήδεια πολλὰ ἦν λαμβάνειν· ἦσαν δὲ καὶ χαλκώμασι παμπόλλοις κατεσκευασμέναι αἱ οἰκίαι, ὧν οὐδὲν ἔφερον οἱ Ἕλληνες· οὐδὲ τοὺς ἀνθρώπους ἐδίωκον, ὑποφειδόμενοι, εἴ πως ἐθελήσειαν οἱ Καρδούχοι διϊέναι αὐτ τοὺς ὡς διὰ φιλίας τῆς χώρας, ἐπείπερ βασιλεῖ πολέμιοι ἦσαν. 9. Τὰ μέντοι ἐπιτήδεια, ὅτῳ τις ἐπιτυγχάνοι, ἐλάμβανον· ἀνάγκη γὰρ ἦν. Οἱ δὲ Καρδοῦχοι οὔτε καλούντων ὑπήκουον οὔτε ἄλλο τι φιλικὸν οὐδὲν ἐποίουν. 10. Ἐπεὶ δὲ οἱ τελευταῖοι τῶν Ἑλλήνων κατέβαινον εἰς τὰς κώμας ἀπὸ τοῦ ἄκρου ἤδη σκοταῖοι, (διὰ γὰρ τὸ στενὴν εἶναι τὴν ὁδὸν ὅλην τὴν ἡμέραν ἡ ἀνάβασις αὐτοῖς ἐγένετο καὶ κατάβασις) τότε δὴ συλλεγέντες τινὲς τῶν Καρδούχων τοῖς τελευταίοις ἐπέθεντο καὶ ἀπέκτεινάν τινας καὶ λίθοις. καὶ τοξεύμασι κατέτρωσαν, ὀλίγοι τινὲς ὄντες· ἐξ ἀπροσδοκήτου γὰρ αὐτοῖς ἐπέπεσε τὸ Ἑλλη

νικόν. 11. Εἰ μέντοι τότε πλείους συνελέγησαν, ἐκινδύνευσεν ἂν διαφθαρῆναι πολὺ τοῦ στρατεύματος. Καὶ ταύτην μὲν τὴν νύκτα οὕτως ἐν ταῖς κώμαις ηὐλίσθησαν οἱ δὲ Καρδοῦχοι πυρὰ πολλὰ ἔκαιον κύκλῳ ἐπὶ τῶν ὀρέων, καὶ συνεώρων ἀλλήλους.

12. Αμα δὲ τῇ ἡμέρᾳ συνελθοῦσι τοῖς στρατηγοῖς καὶ λοχαγοῖς τῶν Ἑλλήνων ἔδοξε τῶν τε ὑποζυγίων τὰ ἀναγκαῖα καὶ τὰ δυνατώτατα πορεύεσθαι ἔχοντας καταλι πόντας τὰ ἄλλα, καὶ ὁπόσα ἦν νεωστὶ αἰχμάλωτα ἀνδράποδα ἐν τῇ στρατιᾷ, πάντα ἀφεῖναι. 13. Σχολαίαν γὰρ ἐποίουν τὴν πορείαν πολλὰ ὄντα τὰ ὑποζύγια καὶ τὰ αἰχμάλωτα καὶ πολλοὶ δὲ οἱ ἐπὶ τούτοις ὄντες ἀπόμαχοι ἦσαν· διπλάσιά τε τὰ ἐπιτήδεια ἔδει πορίζεσθαι καὶ φέρεσθαι, πολλῶν τῶν ἀνθρώπων ὄντων. Δόξαν δὲ ταῦτα ἐκήρυξαν οὕτω ποιεῖν.

14. Ἐπεὶ δὲ ἀριστήσαντες ἐπορεύοντο, ὑποστάντες ἐν στενῷ οἱ στρατηγοί, εἴ τι εὑρίσκοιεν τῶν εἰρημένων μὴ ἀφειμένον, ἀφῃροῦντο· οἱ δ ̓ ἐπείθοντο πλὴν εἴ τίς τι ἔκλεψεν οἷον ἢ παιδὸς ἐπιθυμήσας ἢ γυναικὸς τῶν εὐπρεπῶν. Καὶ ταύτην μὲν τὴν ἡμέραν οὕτως ἐπορεύθησαν, τὰ μέν τι μαχόμενοι, τὰ δὲ καὶ ἀναπαυόμενοι. 15. Εἰς δὲ τὴν ὑστεραίαν χειμὼν γίγνεται πολύς, ἀναγκαῖον δ ̓ ἦν πορεύεσθαι· οὐ γὰρ ἦν ἱκανὰ τὰ ἐπιτήδεια. Καὶ ἡγεῖτο μὲν Χειρίσοφος, ὠπισθοφυλάκει δὲ Ξενοφῶν. 16. Καὶ οἱ πολέμιοι ἰσχυρῶς ἐπετίθεντο, καί, στενῶν ὄντων τῶν χωρίων, ἐγγὺς προσιόντες ἐτόξευον καὶ ἐσφενδόνων· ὥστε ἠναγκάζοντο οἱ Ἕλληνες ἐπιδιώκοντες καὶ πάλιν ἀναχάζοντες σχολῇ πορεύεσθαι· καὶ θαμινὰ παρήγγελλεν ὁ Ξενοφῶν ὑπομένειν, ὅτε οἱ πολέμιοι ἰσχυρῶς ἐπικέοιντο. 17. Ενταῦθα ὁ Χειρίσοφος ἄλλοτε μὲν ὅτε παρεγγυῷτο ὑπέμενε, τότε δὲ οὐχ ὑπέμενεν, ἀλλ ̓ ἦγε ταχέως καὶ

παρηγγία ἕπεσθαι· ὥστε δῆλον ἦν ὅτι πραγμά τι εἴη· σχολὴ δ ̓ οὐκ ἦν ἰδεῖν παρελθόντι τὸ αἴτιον τῆς σπουδῆς ὥστε ἡ πορεία ὁμοία φυγῆς ἐγίγνετο τοῖς ὀπισθοφύλαξι. 18. Καὶ ἐνταῦθα ἀποθνήσκει ἀνὴρ ἀγαθὸς Λακωνικὸς Κλεώνυμος, τοξευθεὶς διὰ τῆς ἀσπίδος καὶ τῆς στολάδος εἰς τὰς πλευράς, καὶ Βασίας ̓Αρκάς διαμπερές εἰς τὴν κεφαλήν. 19. Ἐπεὶ δὲ ἀφίκοντο ἐπὶ σταθμόν, εὐθὺς ὥσπερ εἶχεν ὁ Ξενοφῶν ἐλθὼν πρὸς τὸν Χειρίσοφον ᾐτιᾶτο αὐτόν, ὅτι οὐχ ὑπέμεινεν, ἀλλ ̓ ἠναγκάζοντο φεύγοντες ἅμα μάχεσθαι. Καὶ νῦν δύο καλώ τε κἀγαθὼ ἄνδρε τεθνάτην, καὶ οὔτε ἀνελέσθαι οὔτε θάψαι [αὐτω] ἐδυνάμεθα. 20. ̓Αποκρίνεται [πρὸς ταῦτα] ὁ Χειρίσοφος· Βλέψον, ἔφη, εἰς τὰ ὄρη, καὶ ἴδε ὡς ἄβατα πάντα ἐστί· μία δὲ αὕτη ἡ ὁδὸς, ἣν ὁρᾷς, ὀρθία καὶ ἐπὶ ταύτῃ ἀνθρώπων ὁρᾶν ἔξεστί σοι ὄχλον τοσοῦτον, οἳ κατειληφότες φυλάττουσι τὴν ἔκβασιν. 21. Ταῦτ ̓ ἐγὼ ἔσπευδον καὶ διὰ τοῦτό σε οὐχ ὑπέμενον, εἴ πως δυναίμην φθάσαι πρὶν κατειλῆφθαι τὴν ὑπερβολήν· οἱ δ ̓ ἡγεμόνες, οὓς ἔχομεν, οὔ φασιν εἶναι ἄλλην ὁδόν. 22. Ὁ δὲ Ξενοφῶν λέγει· ̓Αλλ' ἐγὼ ἔχω δύο άνδρας. Ἐπεὶ γὰρ ἡμῖν πράγματα παρεῖχον, ἐνηδρεύσαμεν, ὅπερ ἡμᾶς καὶ ἀναπνεῦσαι ἐποίησε, καὶ ἀπεκτείναμέν τινας αὐτῶν· καὶ ζῶντας πρού θυμήθημεν λαβεῖν αὐτοῦ τούτου ἕνεκα, ὅπως ἡγεμόσιν εἰδόσι τὴν χώραν χρησαίμεθα.

23. Καὶ εὐθὺς ἀγαγόντες τοὺς ἀνθρώπους ἤλεγχον, διαλαβόντες, εἴ τινα εἰδεῖεν ἄλλην ὁδὸν ἢ τὴν φανεράν. Ὁ μὲν οὖν ἕτερος οὐκ ἔφη, καὶ μάλα πολλῶν φόβων προσαγομένων· ἐπεὶ δὲ οὐδὲν ὠφέλιμον ἔλεγεν, ὁρῶντος τοῦ ἑτέρου κατεσφάγη. 24. Ὁ δὲ λοιπὸς ἔλεξεν ὅτι οὗτος μὲν διὰ ταῦτα οὐ φαίη εἰδέναι, ὅτι αὐτῷ τυγχάνει θυγάτηρ ἐκεῖ παρ' ἀνδρὶ ἐκδεδομένη· αὐτὸς δ ̓ ἔφη

« PreviousContinue »