Page images
PDF
EPUB

αὐτὸν τρόπον νομίζω πόλει τὸν ἄξιον ἐξεταστέον εἶναι καὶ ἰδιώτῃ· οὐδὲ γὰρ περὶ τῶν αὐτῶν ἡ σκέψις. ἰδίᾳ μὲν γὰρ ἕκαστος ἡμῶν σκοπεῖ, τίς ἄξιός ἐστιν ἑκάστου κηδεστὴς ἢ τῶν τοιούτων τι γίγνεσθαι, ταῦτα δὲ καὶ νόμοις τισὶ καὶ δόξαις διώρισται· κοινῇ δ ̓ ἡ πόλις καὶ ὁ δῆμος, ὅστις ἂν αὐτὸν εὖ ποιῇ καὶ σώζῃ, τοῦτο δ ̓ οὐ γένει καὶ δόξῃ ἴδοι τις ἄν, ἀλλ ̓ ἔργῳ. ὅταν μὲν οὖν εὖ πάσχειν δέῃ, τὸν βουλόμενον εὖ ποιεῖν ἡμᾶς ἐάσομεν, ἐπειδὰν δὲ πάθωμεν, τότε τὴν ἀξίαν τοῦ ποιήσαντος σκεψόμεθα ; οὐκ ἄρ ̓ ὀρθῶς βουλευσόμεθα.

̓Αλλὰ νὴ Δι ̓ οὗτοι μόνοι τοῦτο πείσονται, καὶ 58 περὶ τούτων μόνων ποιοῦμαι λόγον τοσοῦτον. πολλοῦ γε καὶ δέω. ἀλλὰ πάντας μὲν οὐδ ̓ ἂν ἐγχειρήσαιμ ̓ ἐξετάζειν, ὅσοι πεποιηκότες ὑμᾶς εὖ διὰ τὸν νόμον, εἰ μὴ λυθήσεται, τὰ δοθέντ ̓ ἀφαιρεθήσονται· ἓν δ ̓ ἢ δύο δείξας ἔτι ψηφίσματ ̓ ἀπαλλάττομαι τοῦ περὶ τούτων λέγειν. τοῦτο 59 μὲν τοίνυν Θασίους τοὺς μετ ̓ Ἐκφάντου πῶς οὐκ ἀδικήσετε, ἐὰν ἀφαιρῆσθε τὴν ἀτέλειαν, οἳ παραδόντες ὑμῖν Θάσον καὶ τὴν Λακεδαιμονίων φρουρὰν μεθ ̓ ὅπλων ἐκβαλόντες καὶ Θρασύβουλον εἰσαγαγόντες καὶ παρασχόντες φίλην ὑμῖν τὴν 475 αὑτῶν πατρίδ ̓ αἴτιοι τοῦ γενέσθαι σύμμαχον τὸν περὶ Θρᾴκην τόπον ὑμῖν ἐγένοντο ; τοῦτο δ ̓ 60 ̓Αρχέβιον καὶ Ἡρακλείδην, οἳ Βυζάντιον παραδόντες Θρασυβούλῳ κυρίους ὑμᾶς ἐποίησαν τοῦ Ἑλλησπόντου, ὥστε τὴν δεκάτην ἀποδόσθαι καὶ χρημάτων εὐπορήσαντας Λακεδαιμονίους ἀναγ

κάσαι τοιαύτην, οἵαν ὑμῖν ἐδόκει, ποιήσασθαι τὴν εἰρήνην ; ὧν, ὦ ἄνδρες ̓Αθηναῖοι, μετὰ ταῦτ ̓ ἐκπεσόντων ἐψηφίσασθ ̓ ἅπερ οἶμαι φεύγουσιν εὐεργέταις δι ̓ ὑμᾶς προσῆκε, προξενίαν, εὐεργεσίαν, ἀτέλειαν ἁπάντων. εἶτα τοὺς δι ̓ ὑμᾶς φεύγοντας καὶ δικαίως τι παρ ̓ ὑμῶν εὑρομένους ἐάσωμεν ἀφαιρεθῆναι ταῦτα, μηδὲν ἔχοντες ἐγκα61 λέσαι ; ἀλλ ̓ αἰσχρὸν ἂν εἴη. μάθοιτε δὲ τοῦτο μάλιστ ̓ ἄν, ἐκείνως εἰ λογίσαισθε πρὸς ὑμᾶς αὐτούς. εἴ τινες νυνὶ τῶν ἐχόντων Πύδναν ἢ Ποτίδαιαν ἤ τι τῶν ἄλλων χωρίων, ἃ Φιλίππῳ μέν ἐστιν ὑπήκοα, ὑμῖν δ ̓ ἐχθρά, τὸν αὐτὸν τρόπον ὅνπερ ἡ Θάσος ἦν τότε καὶ τὸ Βυζάντιον Λακεδαιμονίοις μὲν οἰκεῖα, ὑμῖν δ ̓ ἀλλότρια, παραδώσειν ταῦτ ̓ ἐπαγγείλαιντο, ἂν αὐτοῖς τὰς αὐτὰς δῶτε δωρεὰς ὥσπερ Ἐκφάντῳ τῷ Θασίῳ 62 καὶ ̓Αρχεβίῳ τῷ Βυζαντίῳ, καί τινες τούτων ἀντιλέγοιεν αὐτοῖς ταῦτα λέγοντες, ὡς δεινὸν εἴ τινες μόνοι τῶν ἄλλων μετοίκων μὴ χορηγοῖεν, πῶς ποτ ̓ ἂν ἔχοιτε πρὸς τοὺς ταῦτα λέγοντας ; ἢ δῆλον ὅτι φωνὴν οὐκ ἂν ἀνάσχοισθ ̓ ὡς συκοφαντούντων ; οὐκοῦν αἰσχρόν, εἰ μέλλοντες μὲν εὖ πάσχειν συκοφάντην ἂν τὸν ταῦτα λέγονθ ̓ ἡγοῖσθε, ἐπὶ τῷ δ ̓ ἀφελέσθαι τὰς τῶν προτέρων εὐεργετῶν δωρεὰς ταῦτα λεγόντων ἀκούσεσθε. 63 φέρε δὴ κἀκεῖν ̓ ἐξετάσωμεν. οἱ προδόντες τὴν 476 Πύδναν καὶ τἄλλα χωρία τῷ Φιλίππῳ τῷ ποτ' ἐπαρθέντες ἡμᾶς ἠδίκουν ; ἢ πᾶσι πρόδηλον τοῦθ ̓, ὅτι ταῖς παρ ̓ ἐκείνου δωρεαῖς, ἃς διὰ ταῦτ ̓ ἔσεσθαι σφίσιν ἡγοῦντο; πότερον οὖν μᾶλλον

ἔδει σε, ὦ Λεπτίνη, τοὺς ἐχθρούς, εἰ δύνασαι, πεῖσαι τοὺς ἐπὶ τοῖς πρὸς ἡμᾶς ἀδικήμασι γιγνομένους ἐκείνων εὐεργέτας μὴ τιμᾶν, ἢ θεῖναι νόμον ἡμῖν, ὃς τῶν τοῖς ἡμετέροις εὐεργέταις ὑπαρχουσῶν δωρεῶν ἀφαιρεῖταί τι; ἐγὼ μὲν ἐκεῖν ̓ οἶμαι. ἀλλ ̓ ἵνα μὴ πόρρω τοῦ παρόντος γένωμαι, λαβὲ τὰ ψηφίσμαθ ̓ ἃ τοῖς Θασίοις καὶ Βυζαντίοις ἐγράφη. λέγε.

ΨΗΦΙΣΜΑΤΑ.

Ἠκούσατε μὲν τῶν ψηφισμάτων, ὦ ἄνδρες 64 δικασταί, τούτων δ ̓ ἴσως ἔνιοι τῶν ἀνδρῶν οὐκέτ' εἰσίν. ἀλλὰ τὰ ἔργα τὰ πραχθέντ ̓ ἔστιν, ἐπειδήπερ ἅπαξ ἐπράχθη. προσήκει τοίνυν τὰς στήλας ταύτας κυρίας ἐᾶν τὸν πάντα χρόνον, ἵν ̓ ἕως μὲν ἄν τινες ζῶσιν, μηδὲν ὑφ ̓ ὑμῶν ἀδικῶνται, ἐπειδὰν δὲ τελευτήσωσιν, ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν, καὶ παραδείγμαθ ̓ ἑστῶσι τοῖς βουλομένοις τι ποιεῖν ὑμᾶς ἀγαθόν, ὅσους εὖ ποιήσαντας ἡ πόλις ἀντ ̓ εὖ πεποίηκεν. καὶ μὴν μηδ ̓ ἐκεῖν ̓ ὑμᾶς, ὦ ἄνδρες ̓Αθηναῖοι, 65 λανθανέτω, ὅτι τῶν αἰσχίστων ἐστὶν πάντας ἀνθρώπους ἰδεῖν καὶ ἀκοῦσαι τὰς μὲν συμφοράς, αἷς δι ̓ ὑμᾶς ἐχρήσανθ ̓ οἱ ἄνδρες οὗτοι, πάντα τὸν χρόνον κυρίας αὐτοῖς γεγενημένας, τὰς δὲ δωρεάς, ἃς ἀντὶ τούτων ἔλαβον παρ ̓ ὑμῶν, καὶ δὴ λελυμένας. πολὺ γὰρ μᾶλλον ἥρμοττεν τὰ 66 δοθέντ ̓ ἐῶντας τῶν ἀτυχημάτων ἀφαιρεῖν ἢ 477 τούτων μενόντων τὰς δωρεὰς ἀφαιρεῖσθαι. φέρε γὰρ πρὸς Διός, τίς ἔστιν ὅστις εὖ ποιεῖν ὑμᾶς

βουλήσεται μέλλων, ἂν μὲν ἀποτύχῃ, παραχρῆμα δίκην δώσειν τοῖς ἐχθροῖς, ἂν δὲ κατορθώσῃ, τὰς χάριτας παρ ̓ ὑμῶν ἀπίστους ἕξειν ; 67 Πάνυ τοίνυν ἀχθοίμην ἄν, ὦ ἄνδρες δικασταί, εἰ τοῦτο μόνον δόξαιμι δίκαιον κατηγορεῖν τοῦ νόμου, ὅτι πολλοὺς ξένους εὐεργέτας ἀφαιρεῖται τὴν ἀτέλειαν, τῶν δὲ πολιτῶν μηδέν ̓ ἄξιον δοκοίην ἔχειν δεῖξαι τῶν εὑρημένων ταύτην τὴν τιμήν. καὶ γὰρ τἄλλ ̓ ἀγάθ ̓ εὐξαίμην ἂν ἔγωγε παρ ̓ ἡμῖν εἶναι πλεῖστα, καὶ ἄνδρας ἀρίστους καὶ πλείστους εὐεργέτας τῆς πόλεως πολίτας εἶναι. 68 πρῶτον μὲν τοίνυν Κόνωνα σκοπεῖτ ̓, εἰ ἄρ ̓ ἄξιον καταμεμψαμένους ἢ τὸν ἄνδρα ἢ τὰ πεπραγμένα ἄκυρόν τι ποιῆσαι τῶν ἐκείνῳ δοθέντων. οὗτος γὰρ, ὡς ὑμῶν τινων ἔστιν ἀκοῦσαι τῶν κατὰ τὴν αὐτὴν ἡλικίαν ὄντων, μετὰ τὴν τοῦ δήμου κάθοδον τὴν ἐκ Πειραιῶς ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ παρ ̓ ὑμῶν οὐδ ̓ ἡντινοῦν ἀφορμὴν λαβὼν κατεναυμάχησε Λακεδαιμονίους, καὶ πρότερον τοῖς ἄλλοις ἐπιτάττοντας εἴθισεν ἀκούειν ὑμῶν, καὶ τοὺς ἁρμοστὰς ἐξήλασεν ἐκ τῶν νήσων, καὶ μετὰ ταῦτα δεῦρ ̓ ἐλθὼν ἀνέστησε τὰ τείχη, καὶ πρῶτος πάλιν περὶ τῆς ἡγεμονίας ἐποίησε τῇ 69 πόλει τὸν λόγον πρὸς Λακεδαιμονίους εἶναι. καὶ γάρ τοι μόνῳ τῶν πάντων αὐτῷ τοῦτ ̓ ἐν τῇ στήλῃ γέγραπται· “ἐπειδὴ Κόνων” φησίν “ἠλευθέρωσε τοὺς ̓Αθηναίων συμμάχους.” ἔστι δὲ τοῦτο τὸ γράμμα, ὦ ἄνδρες δικασταί, ἐκείνῳ μὲν φιλοτιμία πρὸς ὑμᾶς αὐτούς, ὑμῖν δὲ πρὸς πάντας τοὺς

99

478Ἕλληνας· ὅτου γὰρ ἄν τις παρ ̓ ἡμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται. διόπερ οὐ μόνον 70 αὐτῷ τὴν ἀτέλειαν ἔδωκαν οἱ τότε, ἀλλὰ καὶ χαλκῆν εἰκόνα ὥσπερ ̔Αρμοδίου καὶ ̓Αριστογεί τονος ἔστησαν πρώτου· ἡγοῦντο γὰρ οὐ μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν καταλύσαντα πεπαυκέναι. ἵν ̓ οὖν μᾶλλον οἷς λέγω προσέχητε, τὰ ψηφίσμαθ ̓ ὑμῖν αὔτ ̓ ἀναγνώσεται τὰ τότε ψηφισθέντα τῷ Κόνωνι. λέγε.

[ocr errors]

ΨΗΦΙΣΜΑΤΑ.

Οὐ τοίνυν ὑφ ̓ ὑμῶν μόνον ὁ Κόνων, ὦ ἄνδρες 71 ̓Αθηναῖοι, τότ ̓ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπ ̓ ἄλλων πολλῶν, οἳ δικαίως ὧν εὐηργέτηντο χάριν ᾤοντο δεῖν ἀποδιδόναι. οὐκοῦν αἰσχρόν, ὦ ἄνδρες ̓Αθηναῖοι, εἰ αἱ μὲν παρὰ τοῖς ἄλλοις δωρεαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ παρ ̓ ὑμῶν μόνης τοῦτ ̓ ἀφαιρεθήσεται. καὶ 72 μὴν οὐδ ̓ ἐκεῖνο καλόν, ζῶντα μὲν αὐτὸν οὕτω τιμᾶν, ὥστε τοσούτων ὅσων ἀκηκόατ ̓ ἀξιοῦν, ἐπειδὴ δὲ τετελεύτηκεν, μηδεμίαν ποιησωμένους τούτων μνείαν ἀφελέσθαι τι τῶν δοθέντων τότε. πολλὰ μὲν γάρ ἐστιν, ὦ ἄνδρες ̓Αθηναῖοι, τῶν ὑπ ̓ ἐκείνου πραχθέντων ἄξι ̓ ἐπαίνου, δι ̓ ἃ πάντα προσήκει μὴ λύειν τὰς ἐπὶ τούτοις δοθείσας δωρεάς, κάλλιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις. γνοίη δ ̓ ἄν τις, εἰ παραθείη πῶς 73 Θεμιστοκλῆς, ὁ τῶν καθ ̓ ἑαυτὸν ἁπάντων ἀνδρῶν ἐνδοξότατος, ταὐτὸ τοῦτ ̓ ἐποίησεν. λέγεται

« PreviousContinue »