Page images
PDF
EPUB

καλῶς ῥηθῇ τῷ λόγῳ, μάτην τοῖς πονήσασιν εἴργασται, πῶς οὐ δεινὰ πάσχουσιν ;

Ἵνα τοίνυν εἰδῆτ ̓, ὦ ἄνδρες Αθηναῖοι, ὅτι ὡς 88 ἀληθῶς ἐπὶ πᾶσι δικαίοις ποιούμεθα τοὺς λόγους πάντας, οὓς λέγομεν πρὸς ὑμᾶς, καὶ οὐδὲν ἔσθ' ὅ τι τοῦ παρακρούσασθαι καὶ φενακίσαι λέγεται 484 παρ ̓ ἡμῶν εἵνεκα, ἀναγνώσεται τὸν νόμον ὑμῖν, ὃν παρεισφέρομεν γράψαντες ἀντὶ τοῦδε, ὅν οὐκ ἐπιτήδειον εἶναί φαμεν. γνώσεσθε γὰρ ἐκ τούτου πρόνοιάν τιν ̓ ἔχοντας ἡμᾶς, καὶ ὅπως ὑμεῖς μηδὲν αἰσχρὸν ποιῆσαι δόξετε, καὶ ὅπως, εἴ τινά τις καταμέμφεται τῶν εὑρημένων τὰς δωρεάς, ἂν δίκαιον ᾖ, κρίνας παρ' ὑμῖν ἀφαιρήσεται, καὶ ὅπως, οὓς οὐδεὶς ἂν ἀντείποι μὴ οὐ δεῖν ἔχειν, ἕξουσι τὰ δοθέντα.

καὶ τούτων πάντων οὐδέν 89 ἐστι καινὸν οὐδ ̓ ἡμέτερον εὕρημα, ἀλλ ̓ ὁ παλαιός, ὃν οὗτος παρέβη, νόμος οὕτω κελεύει νομοθετεῖν, γράφεσθαι μέν, ἄν τίς τινα τῶν ὑπαρχόντων νόμων μὴ καλῶς ἔχειν ἡγῆται, παρεισφέρειν δ' αὐτὸν ἄλλον, ὃν ἂν τιθῇ λύων ἐκεῖνον, ὑμᾶς δ ̓ ἀκούσαντας ἑλέσθαι τὸν κρείττω. οὐ γὰρ ᾤετο 90 δεῖν ὁ Σόλων, ὁ τοῦτον τὸν τρόπον προστάξας νομοθετεῖν, τοὺς μὲν θεσμοθέτας τοὺς ἐπὶ τοὺς νόμους κληρουμένους δὶς δοκιμασθέντας ἄρχειν, ἔν τε τῇ βουλῇ καὶ παρ ̓ ὑμῖν ἐν τῷ δικαστηρίῳ, τοὺς δὲ νόμους αὐτούς, καθ' οὓς καὶ τούτοις ἄρχειν καὶ πᾶσι τοῖς ἄλλοις πολιτεύεσθαι προσήκει, ἐπὶ καιροῦ τεθέντας, ὅπως ἔτυχον, μὴ δοκιμασθέντας κυρίους εἶναι. καὶ γάρ τοι τότε μέν, 91 τέως τὸν τρόπον τοῦτον ἐνομοθέτουν, τοῖς μὲν

ὑπάρχουσι νόμοις ἐχρῶντο, καινοὺς δ ̓ οὐκ ἐτίθεσαν ἐπειδὴ δὲ τῶν πολιτευομένων τινὲς δυνηθέντες, ὡς ἐγὼ πυνθάνομαι, κατεσκεύασαν αὑτοῖς ἐξεῖναι νομοθετεῖν, ὅταν τις βούληται καὶ ὃν ἂν τύχῃ τρόπον, τοσοῦτοι μὲν οἱ ἐναντίοι σφίσιν αὐτοῖς εἰσι νόμοι, ὥστε χειροτονεῖθ ̓ ὑμεῖς τοὺς διαλέξον. τας τοὺς ἐναντίους ἐπὶ πάμπολὺν ἤδη χρόνον, 92 καὶ τὸ πρᾶγμ ̓ οὐδὲν μᾶλλον δύναται πέρας ἔχειν, 485 ψηφισμάτων δ ̓ οὐδ ̓ ὁτιοῦν διαφέρουσιν οἱ νόμοι, ἀλλὰ νεώτεροι οἱ νόμοι, καθ ̓ οὓς τὰ ψηφίσματα δεῖ γράφεσθαι, τῶν ψηφισμάτων αὐτῶν ὑμῖν εἰσιν. ἵν ̓ οὖν μὴ λόγον λέγω μόνον, ἀλλὰ καὶ τὸν νόμον αὐτὸν ὅν φημι δείξω, λαβέ μοι τὸν νόμον καθ ̓ ὃν ἦσαν οἱ πρότερον νομοθέται. λέγε.

93

ΝΟΜΟΣ.

Συνίεθ ̓ ὃν τρόπον, ὦ ἄνδρες Αθηναῖοι, ὁ Σόλων τοὺς νόμους, ὡς καλῶς κελεύει τιθέναι, πρῶτον μὲν παρ' ὑμῖν, ἐν τοῖς ὀμωμοκόσιν, παρ ̓ οἷσπερ καὶ τἄλλα κυροῦται, ἔπειτα λύοντα τοὺς ἐναντίους, ἵν ̓ εἰς ἢ περὶ τῶν ὄντων ἑκάστου νόμος καὶ μὴ τοὺς ἰδιώτας αὐτὸ τοῦτο ταράττῃ καὶ ποιῇ τῶν ἅπαντας εἰδότων τοὺς νόμους ἔλαττον ἔχειν, ἀλλὰ πᾶσιν ᾖ ταὔτ ̓ ἀναγνῶναι καὶ μαθεῖν ἁπλᾶ 94 καὶ σαφῆ τὰ δίκαια. καὶ πρὸ τούτων γ ̓ ἐπέταξεν ἐκθεῖναι πρόσθε τῶν ἐπωνύμων καὶ τῷ γραμματεί παραδοῦναι, τοῦτον δ ̓ ἐν ταῖς ἐκκλησίαις ἀναγιγ νώσκειν, ἵν ̓ ἕκαστος ὑμῶν ἀκούσας πολλάκις καὶ κατὰ σχολὴν σκεψάμενος, ἂν ᾖ καὶ δίκαια καὶ συμφέροντα, ταῦτα νομοθετῇ. τούτων τοίνυν

τοσούτων ὄντων δικαίων τὸ πλῆθος οὑτοσὶ μὲν οὐδ ̓ ὁτιοῦν ἐποίησεν Λεπτίνης (οὐδὲ γὰρ ἂν ὑμεῖς ποτ ̓ ἐπείσθητε, ὡς ἐγὼ νομίζω, θέσθαι τὸν νόμον), ἡμεῖς δ ̓, ὦ ἄνδρες Αθηναῖοι, πάντα, καὶ παρεισφέρομεν πολλῷ καὶ κρείττω καὶ δικαιότερον τοῦ τούτου νόμον. γνώσεσθε δ' ἀκούοντες. 95 486 λαβὲ καὶ λέγε πρῶτον μὲν ἃ τοῦ τούτου νόμου γεγράμμεθα, εἶθ ̓ ἅ φαμεν δεῖν ἀντὶ τούτων τεθῆ

[blocks in formation]

Ταῦτα μέν ἐστιν ἃ τοῦ τούτου νόμου διώκομεν ὡς οὐκ ἐπιτήδεια. τὰ δ ̓ ἑξῆς λέγε, ἃ τούτων εἶναι βελτίω φαμέν. προσέχετ', ἄνδρες δικασταί, τούτοις ἀναγιγνωσκομένοις τὸν νοῦν. λέγε.

ΝΟΜΟΣ.

Ἐπίσχες. τοῦτο μέν ἐστιν ἐν τοῖς οὖσι νόμοις 96 κυρίοις ὑπάρχον καλόν, ἄνδρες Αθηναῖοι, καὶ σαφές, τὰς δωρεάς, ὅσας ὁ δῆμος ἔδωκε, κυρίας εἶναι, δίκαιον, ὦ γῆ καὶ θεοί. χρῆν τοίνυν Λεπτίνην μὴ πρότερον τιθέναι τὸν ἑαυτοῦ νόμον, πρὶν τοῦτον ἔλυσε γραψάμενος. νῦν δὲ μαρτυρίαν καθ ̓ ἑαυτοῦ καταλείπων ὅτι παρανομεῖ τουτονὶ τὸν νόμον, ὅμως ἐνομοθέτει, καὶ ταῦθ' ἑτέρου κελεύοντος νόμου καὶ κατ ̓ αὐτὸ τοῦτ ̓ ἔνοχον εἶναι τῇ γραφῇ, ἐὰν ἐναντίος ᾖ τοῖς πρότερον κειμένοις νόμοις. λαβὲ δ ̓ αὐτὸν τὸν νόμον.

97

98

ΝΟΜΟΣ.

Οὔκουν ἐναντίον, ὦ ἄνδρες Αθηναῖοι, τῷ κυρίας εἶναι τὰς δωρεάς, ὅσας ὁ δῆμος ἔδωκεν, τὸ μηδέν εἶναι ἀτελῆ τούτων, οἷς ὁ δῆμος ἔδωκεν ; σαφῶς γ' ούτωσί. ἀλλ ̓ οὐκ ἐν ᾧ νῦν ὅδ ̓ ἀντεισφέρει νόμῳ, ἀλλ ̓ ἅ τ ̓ ἐδώκατε κύρια, καὶ πρόφασις δικαία κατὰ τῶν ἢ παρακρουσαμένων ἢ μετὰ ταῦτ ̓ ἀδικούντων ἢ ὅλως ἀναξίων, δι ̓ ἣν ὃν ἂν ὑμῖν δοκῇ κωλύσετ ̓ ἔχειν τὴν δωρεάν. λέγε τὸν νόμον.

· ΝΟΜΟΣ.

̓Ακούετ ̓, ὦ ἄνδρες Αθηναῖοι, καὶ καταμαν- 487 θάνετε, ὅτι ἐνταῦθ ̓ ἔνι καὶ τοὺς ἀξίους ἔχειν τὰ δοθέντα, καὶ τοὺς μὴ τοιούτους κριθέντας, ἐὰν ἀδίκως τι λάβωσιν, ἀφαιρεθῆναι, καὶ τὸ λοιπὸν ἐφ' ὑμῖν εἶναι πάνθ' ὥσπερ ἐστὶ δίκαιον, καὶ δοῦναι καὶ μή. ὡς μὲν τοίνυν οὐχὶ καλῶς οὗτος ἔχει καὶ δικαίως ὁ νόμος, οὔτ ̓ ἐρεῖν οἴομαι Λεπτίνην οὔτ ̓, ἐὰν λέγῃ, δεῖξαι δυνήσεσθαι· ἃ δὲ πρὸς τοῖς θεσμοθέταις ἔλεγεν, ταῦτ ̓ ἴσως λέγων παράγειν ὑμᾶς ζητήσει. ἔφη γὰρ ἐξαπάτης εἵνεκα παραγεγράφθαι τοῦτον τὸν νόμον, ἐὰν δ ̓ ὃν αὐτὸς ἔθηκεν λυθῇ, τοῦτον οὐ τεθήσεσθαι. 99 ἐγὼ δ ̓, ὅτι μὲν τῇ ὑμετέρᾳ ψήφῳ τοῦ τούτου νόμου λυθέντος τὸν παρεισενεχθέντα κύριον εἶναι σαφῶς ὁ παλαιὸς κελεύει νόμος, καθ ̓ ὃν οἱ θεσμοθέται τοῦτον ἡμῖν παρέγραψαν, ἐάσω, ἵνα μὴ περὶ τούτου τις ἀντιλέγῃ μοι· ἀλλ ̓ ἐπ ̓ ἐκεῖν

εἶμι. ὅταν ταῦτα λέγῃ δήπου, ὁμολογεῖ μὲν εἶναι βελτίω καὶ δικαιότερον τόνδε τὸν νόμον οὗ τέθεικεν αὐτός, ὑπὲρ δὲ τοῦ πῶς τεθήσεται ποιεῖται τὸν λόγον. πρῶτον μὲν τοίνυν εἰσὶν 100 αὐτῷ κατὰ τοῦ παρεισφέροντος πολλοὶ τρόποι, δι' ὧν, ἂν βούληται, θεῖναι τὸν νόμον αὐτὸν ἀναγκάσει. ἔπειτ' ἐγγυώμεθ' ἡμεῖς, ἐγώ, Φορμίων, ἄλλον εἴ τινα βούλεται, θήσειν τὸν νόμον. ἔστι δὲ δήπου νόμος ὑμῖν, ἐάν τις ὑποσχόμενός τι τὸν δῆμον ἡ βουλὴν ἢ δικαστήριον ἐξαπατήσῃ, τὰ ἔσχατα πάσχειν. ἐγγυώμεθα, ὑπισχνούμεθα. οἱ θεσμοθέται ταῦτα γραφόντων, ἐπὶ τούτοις τὸ πρᾶγμα γιγνέσθω. μήθ' ὑμεῖς ποιήσητε μηδὲν 101 ἀνάξιον ὑμῶν αὐτῶν, μήτ', εἴ τις φαῦλός ἐστι 488 τῶν εὑρημένων τὴν δωρεάν, ἐχέτω, ἀλλ ̓ ἰδίᾳ κατὰ τόνδε κριθήτω τὸν νόμον. εἰ δὲ ταῦτα λόγους καὶ φλυαρίας εἶναι φήσει, ἐκεῖνό γ ̓ οὐ λόγος· αὐτὸς θέτω, καὶ μὴ λεγέτω τοῦθ ̓, ὡς οὐ θήσομεν ἡμεῖς. κάλλιον δὲ δήπου τὸν ὑφ ̓ ὑμῶν κριθέντα καλῶς ἔχειν νόμον εἰσφέρειν ἢ ὃν νῦν ἀφ ̓ αὑτοῦ τίθησιν.

Ἐμοὶ δ ̓, ὦ ἄνδρες Αθηναῖοι, δοκεῖ Λεπτίνης 102 (καί μοι μηδὲν ὀργισθῇς· οὐδὲν γὰρ φλαῦρον ἐρῶ σε) ἢ οὐκ ἀνεγνωκέναι τοὺς Σόλωνος νόμους ἢ οὐ συνιέναι. εἰ γὰρ ὁ μὲν Σόλων ἔθηκε νόμον, ἐξεῖναι δοῦναι τὰ ἑαυτοῦ ᾧ ἂν τις βούληται, ἐὰν μὴ παῖδες ὦσιν γνήσιοι, οὐχ ἵν ̓ ἀποστερήσῃ τοὺς ἐγγυτάτω γένει τῆς ἀγχιστείας, ἀλλ ̓ ἵν ̓ εἰς τὸ μέσον καταθεὶς τὴν ὠφέλειαν ἐφάμιλλον ποιήσῃ τὸ ποιεῖν ἀλλήλους εὖ, σὺ δὲ τοὐναντίον 103

D

« PreviousContinue »