Page images
PDF
EPUB

δ ̓ ἑτέροις δέδοται, τηνικαῦτ ̓ ἀγανακτεῖν καὶ πείθειν ὑμᾶς ἀφελέσθαι. καὶ μὴν καὶ Γελάρχῳ 149 πέντε τάλαντ ̓ ἀποδοῦναι γέγραφεν οὗτος ὡς παρασχόντὶ τοῖς ἐν Πειραιεῖ τοῦ δήμου, καὶ καλῶς ἐποίει. μὴ τοίνυν ἃ μὲν ἦν ἀμάρτυρα, ταῦτ ̓ ἐπὶ τῇ τοῦ δήμου προφάσει διὰ σοῦ δεδόσθω, ὧν δ ̓ αὐτὸς ὁ δῆμος μαρτυρίας ἔστησεν ἐν τοῖς ἱεροῖς ἀναγράψας καὶ πάντες συνίσασιν, ταῦτ ̓ ἀφελέσθαι παραίνει, μηδ ̓ αὑτὸς φαίνου τά τ ̓ ὀφειλόμεν ̓ ὡς ἀποδοῦναι δεῖ γράφων, καὶ ἅ τις παρὰ τοῦ δήμου κεκόμισται, ταῦτ ̓ ἀφελέσθαι παραινῶν. καὶ μὴν πρός γε Κηφισόδοτον το- 150 σοῦτον ἂν εἴποιμι. οὗτός ἐστιν οὐδενὸς ἧττον, ὦ ἄνδρες ̓Αθηναῖοι, τῶν λεγόντων δεινὸς εἰπεῖν. πολὺ τοίνυν κάλλιον τῇ δεινότητι ταύτῃ χρῆσθαι 503 ἐπὶ τὸ τοὺς ἀδικοῦντας ὑμᾶς κολάζειν ἢ τοὺς ἀγαθοῦ τινος αἰτίους ἀδικεῖν. εἰ γὰρ ἀπεχθάνεσθαί τισι δεῖ, τοῖς ἀδικοῦσι τὸν δῆμον, οὐ τοῖς ἀγαθόν τι ποιοῦσιν ἔγωγε νομίζω δεῖν. πρὸς τοίνυν Δεινίαν· οὗτος ἴσως ἐρεῖ τριηραρχίας 151 αὑτοῦ καὶ λειτουργίας. ἐγὼ δ ̓, εἰ πολλοῦ τῇ πόλει Δεινίας ἄξιον αὑτὸν παρέσχηκεν, ὡς ἔμοιγε δοκεῖ νὴ τοὺς θεούς, μᾶλλον ἂν παραινέσαιμ ̓ αὑτῷ τινα τιμὴν ὑμᾶς ἀξιοῦν δοῦναι ἢ τὰς ἑτέροις πρότερον δοθείσας ἀφελέσθαι κελεύειν· πολὺ γὰρ βελτίονος ἀνδρός ἐστιν ἐφ ̓ οἷς αὐτὸς εὖ πεποίηκεν ἀξιοῦν τιμᾶσθαι ἢ ἐφ ̓ οἷς ἕτεροι ποιήσαντες ἐτιμήθησαν φθονεῖν. ὃ δὲ δὴ μέγι- 152 στον ἁπάντων καὶ κοινὸν ὑπάρχει κατὰ πάντων τῶν συνδίκων· τούτων πολλάκις εἷς ἕκαστος

E

πρότερόν τισι πράγμασι σύνδικος γέγονεν. ἔστι δὲ καὶ μάλ ̓ ἔχων νόμος ὑμῖν καλῶς, οὐκ ἐπὶ τούτοις τεθείς, ἀλλ ̓ ἵνα μὴ τὸ πρᾶγμ ̓ ὥσπερ ἐργασία τισὶν ᾖ καὶ συκοφαντία, μὴ ἐξεῖναι ὑπὸ τοῦ δήμου χειροτονηθέντα πλεῖν ἢ ἅπαξ συν153 δικῆσαι. τοὺς δὴ συνεροῦντας νόμῳ καὶ διδάξοντας ὑμᾶς ὡς ἐπιτήδειός ἐστιν, αὐτοὺς τοῖς ὑπάρχουσι νόμοις δεῖ πειθομένους φαίνεσθαι· εἰ δὲ μή, γελοῖον νόμῳ μὲν συνδικεῖν, νόμον δ ̓ αὐτοὺς παραβαίνειν ἕτερον. ἀνάγνωθι λαβὼν τὸν νόμον αὐτοῖς, ὃν λέγω.

ΝΟΜΟΣ.

Οὗτος, ὦ ἄνδρες ̓Αθηναῖοι, καὶ παλαιός ἐσθ ̓ ὁ νόμος καὶ καλῶς ἔχων, ὅν, ἐὰν σωφρονῶσι, φυλάξονται παραβαίνειν οὗτοι.

154 Ἐγὼ δ ̓ ἔτι μικρὰ πρὸς ὑμᾶς εἰπὼν καταβήσομαι. ἔστι γάρ, ὦ ἄνδρες ̓Αθηναῖοι, πάντας μὲν τοὺς νόμους ὑμῖν, ὡς ἐγὼ νομίζω, σπουδαστέον 504 ὡς κάλλιστ ̓ ἔχειν, μάλιστα δὲ τούτους, δι ̓ ὧν ἢ μικρὰν ἢ μεγάλην ἔστ ̓ εἶναι τὴν πόλιν. εἰσὶ δ ̓ οὗτοι τίνες ; οἵ τε τοῖς ἀγαθόν τι ποιοῦσι τὰς τιμὰς διδόντες καὶ οἱ τοῖς τἀναντία πράττουσι τὰς τιμωρίας. εἰ γὰρ ἅπαντες ὡς ἀληθῶς τὰς ἐν τοῖς νόμοις ζημίας φοβούμενοι τοῦ κακόν τι ποιεῖν ἀποσταῖεν καὶ πάντες τὰς ἐπὶ ταῖς εὐεργεσίαις δωρεὰς ζηλώσαντες ἃ χρὴ πράττειν προέλοιντο, τί κωλύει μεγίστην εἶναι τὴν πόλιν καὶ πάντας χρηστοὺς καὶ μηδέν ̓ εἶναι πονηρόν ; 155 Ο τοίνυν νόμος οὗτος ὁ Λεπτίνου οὐ μόνον, ὦ

66

ἄνδρες ̓Αθηναῖοι, τοῦτ ̓ ἀδικεῖ, ὅτι τὰς τιμὰς ἀναιρῶν τῶν εὐεργεσιῶν ἀχρεῖον τὴν ἐπιείκειαν τοῖς φιλοτιμεῖσθαι βουλομένοις καθίστησιν, ἀλλ ̓ 1 ὅτι καὶ παρανοίας δόξαν αἰσχίστην τῇ πόλει καταλείπει. ἴστε γὰρ δήπου τοῦθ ̓, ὅτι τῶν τὰ δεινόταθ ̓ ἡμᾶς ἀδικούντων ἓν ἑκάστῳ τίμημ ̓ ὑπάρχει διὰ τὸν νόμον, ὃς διαρρήδην λέγει ‘μηδὲ τίμημα ὑπάρχειν ἐπὶ κρίσει πλεῖν ἢ ἕν, ὁπότερον ἂν τὸ δικαστήριον τιμήσῃ, παθεῖν ἢ ἀποτῖσαι, ἀμφότερα δὲ μὴ ἐξέστω.” ἀλλ ̓ οὐχ 156 οὗτος ἐχρήσατο τούτῳ τῷ μέτρῳ, ἀλλ ̓ ἐάν τις ἀπαιτήσῃ χάριν ὑμᾶς, ἄτιμος ἔστω” φησί καὶ ἡ οὐσία δημοσία ἔστω.” δύο τιμήματα ταῦτα. εἶναι δὲ καὶ ἐνδείξεις καὶ ἀπαγωγάς· ἐὰν δ ̓ ἁλῷ, ἔνοχος ἔστω τῷ νόμῳ, ὃς κεῖται, ἐάν τις ὀφείλων ἄρχῃ τῷ δημοσίῳ.” θάνατον λέγει· τοῦτο γάρ ἐστ ̓ ἐπ ̓ ἐκείνῳ τὸ ἐπιτίμιον. οὐκοῦν τρία τιμήματα ταῦτα. πῶς οὖν οὐ σχέτλιον καὶ δεινόν, ὦ ἄνδρες ̓Αθηναῖοι, εἰ χαλεπώτερον εἶναι · 5ο5 παρ' ὑμῖν δόξει χάριν εὖ ποιήσαντ ̓ ἀπαιτεῖν ἢ τὰ δεινότατ ̓ ἐργαζόμενον ληφθῆναι ;

66

66

Αἰσχρός, ὦ ἄνδρες ̓Αθηναῖοι, καὶ κακῶς ἔχων 157 ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ καὶ —τὸ λοιπὸν ἐῶ· τοιούτοις δέ τισι προσέοικεν ὁ γράφων χρῆσθαι. ὑμῖν δ ̓ οὐχὶ πρέπει τὰ τοιαῦτα μιμεῖσθαι, οὐδ ̓ ἀνάξια φαίνεσθαι φρονοῦντας ὑμῶν αὐτῶν. φέρε γὰρ πρὸς Διός, τί μάλιστ ̓ ἂν ἀπευξαίμεθα πάντες, καὶ τί μάλιστ ̓ ἐν ἅπασι διεσπούδασται τοῖς νόμοις ; ὅπως μὴ γενήσονται οἱ περὶ ἀλλήλους φόνοι, περὶ ὧν ἐξαίρετος ἡ

[ocr errors]
[ocr errors]
[ocr errors]
[ocr errors]

F

[ocr errors]

66

ἐν

158 βουλὴ φύλαξ ἡ ἐν ̓Αρείῳ πάγῳ τέτακται. τοίνυν τοῖς περὶ τούτων νόμοις ὁ Δράκων φοβερὸν κατασκευάζων καὶ δεινὸν τό τιν ̓ αὐτόχειρ ̓ ἄλλον ἄλλου γίγνεσθαι, καὶ γράφων χέρνιβος εἴργεσθαι τὸν ἀνδροφόνον, σπονδῶν, κρατήρων, ἱερῶν, ἀγορᾶς, πάντα τἄλλα διελθὼν οἷς μάλιστ ̓ ἄν τινας ᾤετ ̓ ἐπισχεῖν τοῦ τοιοῦτόν τι ποιεῖν, ὅμως οὐκ ἀφείλετο τὴν τοῦ δικαίου τάξιν, ἀλλ ̓ ἔθηκεν ἐφ ̓ οἷς ἐξεῖναι ἀποκτιννύναι, κἂν οὕτω τις δράσῃ, καθαρὸν διώρισεν εἶναι. εἶτ ̓ ἀποκτεῖναι μὲν δικαίως ἔν γε τοῖς παρ ̓ ἡμῖν νόμοις ἐξέσται, χάριν δ ̓ ἀπαιτεῖν οὔτε δικαίως οὔθ ̓ ὁπωσοῦν διὰ 159 τὸν τούτου νόμον ; μηδαμῶς, ὦ ἄνδρες ̓Αθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδήν, ὅπως μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶς χάριν ἐξέσται κομίσασθαι ἢ ὅπως μηδεὶς φόνος ἐν τῇ πόλει γενήσεται, ἀλλ ̓ ἀναμνησθέντες τῶν καιρῶν, παρ ̓ οὓς εὖ πεπονθότες εὖ πεποιήκατε τοὺς εὑρομένους, καὶ τῆς Δημοφάντου στήλης, περὶ ἧς εἶπεν Φορμίων, ἐν ᾗ γέγραπται καὶ ὀμώμοται, ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς 506 δώσειν δωρεὰς ὥσπερ ̔Αρμοδίῳ καὶ ̓Αριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστ ̓ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.

160

Παρὰ πάντα δὲ ταῦτ ̓ ἐκεῖν ̓ ἔτ ̓ ἀκούσατέ μου. οὐκ ἔνι τοῦτον ἔχειν καλῶς τὸν νόμον, ὃς περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων ταὐτὰ λέγει. μηδένα εἶναι ”φησίν “ ἀτελῆ πλὴν τῶν ἀφ ̓ ̔Αρμοδίου καὶ ̓Αριστογείτονος.” καλῶς. ‘μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι.” μηδ ̓ ἂν

66

66

[ocr errors]

507

τοιοῦτοί τινες γένωνται, Λεπτίνη ; εἰ τὰ πρὸ τοῦ
κατεμέμφου, τί, μὴ καὶ τὰ μέλλοντ ̓ ᾔδεις ; ὅτι 161
νὴ Δία πόρρω τοῦ τι τοιοῦτον ἐλπίζειν νῦν
ἐσμέν. καὶ εἴημέν γ ̓, ὦ ἄνδρες ̓Αθηναῖοι. ἀλλὰ
χρή γ ̓ ἀνθρώπους ὄντας τοιαῦτα καὶ λέγειν καὶ
νομοθετεῖν, οἷς μηδεὶς ἂν νεμεσήσαι, καὶ τἀγαθὰ
μὲν προσδοκᾶν καὶ τοῖς θεοῖς εὔχεσθαι διδόναι,
πάντα δ ̓ ἀνθρώπιν ̓ ἡγεῖσθαι. οὐδὲ γὰρ ἂν
Λακεδαιμόνιοί ποτ ̓ ἤλπισαν εἰς τοιαῦτα πράγματ
ἀφίξεσθαι, οὐδέ γ ̓ ἴσως Συρακόσιοι τὸ πάλαι
δημοκρατούμενοι καὶ φόρους Καρχηδονίους πρατ-
τόμενοι καὶ πάντων τῶν περὶ αὑτοὺς ἄρχοντες
καὶ ναυμαχίᾳ νενικηκότες ἡμᾶς ὑφ ̓ ἑνὸς γραμμα-
τέως, ὃς ὑπηρέτης ἦν, ὥς φασι, τυραννήσεσθαι.
οὐδέ γ ̓ ὁ νῦν ὢν Διονύσιος ἤλπισεν ἄν ποτ ̓ ἴσως 162
πλοίῳ στρογγύλῳ καὶ στρατιώταις ὀλίγοις Δίων ̓
ἐλθόντ ̓ ἐφ ̓ αὑτὸν ἐκβαλεῖν τὸν τριήρεις πολλὰς
καὶ ξένους καὶ πόλεις κεκτημένον. ἀλλ ̓ οἶμαι,
τὸ μέλλον ἄδηλον πᾶσιν ἀνθρώποις, καὶ μικροὶ
καιροὶ μεγάλων πραγμάτων αἴτιοι γίγνονται.
διὸ δεῖ μετριάζειν ἐν ταῖς εὐπραξίαις καὶ προ-
ορωμένους τὸ μέλλον φαίνεσθαι.

3

Πολλὰ δ ̓ ἄν τις ἔχοι λέγειν ἔτι καὶ διεξιέναι 163 περὶ τοῦ μηδαμῆ μηδὲ καθ ̓ ἓν τοῦτον ἔχειν καλῶς τὸν νόμον, μηδὲ συμφέρειν ὑμῖν· ἀλλ ̓ ἵν ̓ ἐν κεφαλαίῳ τοῦτο μάθητε, κἀγὼ παύσωμαι λέγων, τάδε ποιήσατε. σκέψασθε παρ ̓ ἄλληλα καὶ λογίσασθε πρὸς ὑμᾶς αὐτούς, τί συμβήσεται καταψηφισαμένοις ὑμῖν τοῦ νόμου καὶ τί μή, εἶτα φυλάττετε καὶ μέμνησθε, ἂν ὑμῖν ἐξ ἑκατέρου

« PreviousContinue »