Page images
PDF
EPUB

στάντες. αἱ δὲ νῆες τῶν ̓Αθηναίων οὔπω ἐκ τῆς θάψου περιεπεπλεύκεσαν ἐς τὸν μέγαν λιμένα, ἀλλ ̓ ἔτι οἱ Συρακό σιοι ἐκράτουν τῶν περὶ τὴν θάλασσαν, κατὰ γῆν δ ̓ ἐκ τῆς Θάψου οἱ ̓Αθηναῖοι τὰ ἐπιτήδεια ἐπήγοντο.

CH. C. The Athenians destroy the Syracusan works.

ΕΠΕΙΔΗ δὲ τοῖς Συρακοσίοις ἀρκούντως ἐδόκει ἔχειν 100 ὅσα τε ἐσταυρώθη καὶ ᾠκοδομήθη τοῦ ὑποτειχίσματος, καὶ οἱ Αθηναῖοι αὐτοὺς οὐκ ἦλθον κωλύσοντες, φοβούμενοι μὴ σφίσι δίχα γιγνομένοις ῥᾷον μάχωνται, καὶ ἅμα τὴν καθ ̓ αὑτοὺς περιτείχισιν ἐπειγόμενοι, οἱ μὲν Συρακόσιοι φυλὴν μίαν καταλιπόντες φύλακα τοῦ οἰκοδομήματος ἀνεχώρησαν ἐς τὴν πόλιν, οἱ δὲ ̓Αθηναῖοι τούς τε ὀχετοὺς αὐτῶν, οἱ ἐς τὴν πόλιν ὑπονομηδὸν ποτοῦ ὕδατος ἠγμένοι ἦσαν, διέφθειραν, καὶ τηρήσαντες τούς τε ἄλλους Συρακοσίους κατὰ σκηνὰς ὄντας ἐν μεσημβρίᾳ καί τινας καὶ ἐς τὴν πόλιν ἀποκεχωρηκότας καὶ τοὺς ἐν τῷ σταυρώματι ἀμελῶς φυλάσσοντας, τριακοσίους μὲν σφῶν αὐτῶν λογάδας καὶ τῶν ψιλῶν τινὰς ἐκλεκτοὺς ὡπλισμένους προὔταξαν θεῖν δρόμῳ ἐξαπιναίως πρὸς τὸ ὑποτείχισμα, ἡ δ ̓ ἄλλη στρατιὰ δίχα, ἡ μὲν μετὰ τοῦ ἑτέρου στρατηγοῦ πρὸς τὴν πόλιν, εἰ ἐπιβοηθοῖεν, ἐχώρουν, ἡ δὲ μετὰ τοῦ ἑτέρου πρὸς τὸ σταύρωμα τὸ παρὰ τὴν πυλίδα. καὶ προσβαλόντες οἱ τριακόσιοι αἱροῦσι τὸ σταύρωμα· καὶ οἱ φύλακες αὐτὸ ἐκλιπόντες κατέφυγον ἐς τὸ προτείχισμα τὸ περὶ τὸν Τεμενίτην. καὶ αὐτοῖς ξυνεσέπεσον οἱ διώκοντες, καὶ ἐντὸς γενόμενοι βίᾳ ἐξεκρούσθησαν πάλιν ὑπὸ τῶν Συρακοσίων, καὶ τῶν ̓Αργείων τινὲς αὐτόθι καὶ τῶν ̓Αθηναίων οὐ πολλοὶ διεφθάρησαν. καὶ ἐπαναχωρήσασα ἡ πᾶσα στρατιὰ τήν τε ὑποτείχισιν καθεῖλον καὶ τὸ σταύρωμα ἀνέσπασαν

C. πρὸς τὴν πόλιν] The one party appears to have gone through Syca towards Acradina, or 'the city;' the other to have stationed themselves near the postern opening from the inclosed Temenites to Epipolæ. (See the map at the end of the book.)

τὸ προτείχισμα] • the advanced work, as compared with the old city-wall.

τὴν ὑποτείχισιν] The Syracusan crosswall mentioned in ch. 99. Below διεφόρησαν is ' carried them about to different portions of their own wall.'

ΙΟΙ

καὶ διεφόρησαν τοὺς σταυροὺς παρ ̓ ἑαυτοὺς καὶ τροπαίον ἔστησαν.

CH. CI. The Syracusans form new works: these are destroyed by the Athenians. Lamachus killed in a skirmish.

ΤΗ δ' ὑστεραίᾳ ἀπὸ τοῦ κύκλου ἐτείχιζον οἱ Ἀθηναῖοι τὸν κρημνὸν τὸν ὑπὲρ τοῦ ὅλους, ὃς τῶν Ἐπιπολῶν ταύτῃ πρὸς τὸν μέγαν λιμένα ὁρᾷ, καὶ περ αὐτοῖς βραχύτατον ἐγίγνετο καταβᾶσι διὰ τοῦ ὁμαλοῦ καὶ τοῦ ὅλους ἐς τὸν λιμένα τὸ περιτείχισμα. καὶ οἱ Συρακόσιοι ἐν τούτῳ ἐξελθόντες καὶ αὐτοὶ ἀπεσταύρουν αὖθις ἀρξάμενοι ἀπὸ τῆς πόλεως διά μέσου τοῦ ὅλους· καὶ τάφρον ἅμα παρώρυσσον, ὅπως μὴ οἷόν τε ᾖ τοῖς Αθηναίοις μέχρι τῆς θαλάσσης ἀποτειχίσαι. οἱ δ, ἐπειδὴ τὸ πρὸς τὸν κρημνὸν αὐτοῖς ἐξείρ γαστο, ἐπιχειροῦσιν αὖθις τῷ τῶν Συρακοσίων σταυρώματι καὶ τάφρῳ, τὰς μὲν ναῦς κελεύσαντες περιπλεῦσαι ἐκ τῆς Θάψου ἐς τὸν μέγαν λιμένα τὸν τῶν Συρακοσίων, αὐτοὶ δὲ περὶ ὄρθρον καταβάντες ἀπὸ τῶν Ἐπιπολῶν ἐς τὸ ὁμαλόν, καὶ διὰ τοῦ ὅλους, ἢ πηλῶδες ἦν καὶ στεριφώτατον, θύρας καὶ ξύλα πλατέα ἐπιθέντες καὶ ἐπ ̓ αὐτῶν διαβαδίσαντες, αἱροῦσιν ἅμα ἕῳ τό τε σταύρωμα πλὴν ὀλίγου καὶ τὴν τάφρον, καὶ ὕστερον καὶ τὸ ὑπολειφθὲν εἷλον. καὶ μάχη ἐγένετο, καὶ ἐν αὐτῇ ἐνίκων οἱ Ἀθηναῖοι· καὶ τῶν Συρακοσίων οἱ μὲν τὸ δεξιὸν κέρας ἔχοντες πρὸς τὴν πόλιν ἔφευγον, οἱ δ' ἐπὶ τῷ εὐωνύμῳ παρὰ τὸν ποταμόν. καὶ αὐτοὺς βουλόμενοι ἀποκλήσασθαι τῆς διαβάσεως οἱ τῶν ̓Αθηναίων τριακόσιοι

CI. ἀπὸ τοῦ κύκλου] Beginning, that is, from that portion of the line of circumvallation which they are described as having completed in ch. 98. The marsh, here spoken of, lay between Epipolæ and the Great Harbour.

τὸ περιτείχισμα] This is the Athenian line of blockade.

6

καὶ αὐτοὶ ἀπεσταύρουν] on their side too.' See the map.

παρώρυσσον] ‘dug a trench along it.”
τὸ πρὸς τὸν κρημνόν] This appears to

mean the part of the work up to the cliffs, i. e. lying between the κύκλος in the middle of Epipolæ, and its southern edge. Below, διαβαδίσαντες is, after making their way across it.'

ἐνίκων] • Remained conquerors ; ἐνίκησαν, would be 'gained the battle.' Below ἔφευγον appears rather to be used with reference to the second clause oi δὲ παρὰ τὸν πόταμον, whose fight was much longer in time, and interrupted by an Athenian detachment.

λογάδες δρόμῳ ἠπείγοντο πρὸς τὴν γέφυραν. δείσαντες δὲ οἱ Συρακόσιοι (ἦσαν γὰρ καὶ τῶν ἱππέων αὐτοῖς οἱ πολλοὶ ἐνταῦθα) ὁμόσε χωροῦσι τοῖς τριακοσίοις τούτοις, καὶ τρέπουσί τε αὐτοὺς καὶ ἐσβάλλουσιν ἐς τὸ δεξιὸν κέρας τῶν Αθηναίων· καὶ προσπεσόντων αὐτῶν ξυνεφοβήθη καὶ ἡ πρώτη φυλακὴ τοῦ κέρως. ἰδὼν δὲ ὁ Λάμαχος παρεβοήθει ἀπὸ τοῦ εὐωνύμου τοῦ ἑαυτῶν μετὰ τοξοτῶν τε οὐ πολλῶν καὶ τοὺς ̓Αργείους παραλαβών, καὶ ἐπιδιαβὰς τάφρον τινὰ καὶ μονωθείς μετ' ὀλίγων τῶν ξυνδιαβάντων ἀποθνήσκει αὐτός τε καὶ πέντε ἢ ἓξ τῶν μετ ̓ αὐτοῦ. καὶ τούτους μὲν οἱ Συρακόσιοι εὐθὺς κατὰ τάχος φθάνουσιν ἁρπάσαντες πέραν τοῦ ποταμοῦ ἐς τὸ ἀσφαλές, αὐτοὶ δὲ ἐπιόντος ἤδη καὶ τοῦ ἄλλου στρατεύματος τῶν ̓Αθηναίων ἀπεχώρουν.

CH. CII. Attack on the Athenian lines by the Syracusans repelled by Nicias.

ἘΝ τούτῳ δὲ οἱ πρὸς τὴν πόλιν αὐτῶν τὸ πρῶτον 102 καταφυγόντες ὡς ἑώρων ταῦτα γιγνόμενα, αὐτοί τε πάλιν ἀπὸ τῆς πόλεως ἀναθαρσήσαντες ἀντετάξαντο πρὸς τοὺς κατὰ σφᾶς 'Αθηναίους, καὶ μέρος τι αὑτῶν πέμπουσιν ἐπὶ τὸν κύκλον τὸν ἐπὶ ταῖς Ἐπιπολαῖς, ἡγούμενοι ἐρῆμον αἱρήσειν. καὶ τὸ μὲν δεκάπλεθρον προτείχισμα αὐτῶν αἱροῦσι καὶ διεπόρθησαν, αὐτὸν δὲ τὸν κύκλον Νικίας διεκώλυσεν (ἔτυχε γὰρ ἐν αὐτῷ δι' ἀσθένειαν ὑπολελειμμένος)· τὰς γὰρ μηχανὰς καὶ ξύλα ὅσα πρὸ τοῦ τείχους ἦν καταβεβλημένα, ἐμπρῆσαι τοὺς ὑπηρέτας ἐκέλευσεν, ὡς ἔγνω ἀδυνάτους ἐσομένους ἐρημίᾳ ἀνδρῶν ἄλλῳ τρόπῳ περιγενέσθαι. καὶ ξυνέβη οὕτως· οὐ γὰρ ἔτι προσῆλθον οἱ Συρακόσιοι διὰ τὸ πῦρ, ἀλλ ̓ ἀπεχώ

[merged small][merged small][merged small][ocr errors][merged small]

ρουν πάλιν. καὶ γὰρ πρός τε τὸν κύκλον βοήθεια ἤδη κάτωθεν τῶν ̓Αθηναίων ἀποδιωξάντων τοὺς ἐκεῖ ἐπανῄει, καὶ αἱ νῆες ἅμ ̓ αὐτῶν ἐκ τῆς θάψου, ὥσπερ εἴρητο, κατέπλεον ἐς τὸν μέγαν λιμένα. ἃ ὁρῶντες οἱ ἄνωθεν κατὰ τάχος ἀπῄε σαν, καὶ ἡ ξύμπασα στρατιὰ τῶν Συρακοσίων ἐς τὴν πόλιν, νομίσαντες μὴ ἂν ἔτι ἀπὸ τῆς παρούσης σφίσι δυνάμεως ἱκανοὶ γενέσθαι κωλῦσαι τὸν ἐπὶ τὴν θάλασσαν τειχισμόν.

αν

CH. CIII. The Athenians complete a double wall of circumvallation from Epipola to the Great Harbour. The Syracusans think of capitulation.

103 ΜΕΤΑ δὲ τοῦτο οἱ ̓Αθηναῖοι τροπαῖον ἔστησαν, καὶ τοὺς νεκροὺς ὑποσπόνδους ἀπέδοσαν τοῖς Συρακοσίοις, καὶ τοὺς μετὰ Λαμάχου καὶ αὐτὸν ἐκομίσαντο. καὶ παρόντος ἤδη σφίσι παντὸς τοῦ στρατεύματος καὶ τοῦ ναυτικοῦ καὶ τοῦ πεζοῦ, ἀπὸ τῶν Ἐπιπολῶν καὶ τοῦ κρημνώδους ἀρξά μενοι ἀπετείχιζον μέχρι τῆς θαλάσσης τείχει διπλῷ τοὺς Συρακοσίους. τὰ δ ̓ ἐπιτήδεια τῇ στρατιᾷ ἐσήγετο ἐκ τῆς Ιταλίας πανταχόθεν. ἦλθον δὲ καὶ τῶν Σικελῶν πολλοὶ ξύμμαχοι τοῖς ̓Αθηναίοις, οἳ πρότερον περιεωρῶντο, καὶ ἐκ τῆς Τυρσηνίας νῆες πεντηκόντοροι τρεῖς. καὶ τἆλλα πρού χώρει αὐτοῖς ἐς ἐλπίδας. καὶ γὰρ οἱ Συρακόσιοι πολέμῳ μὲν οὐκέτι ἐνόμιζον ἂν περιγενέσθαι, ὡς αὐτοῖς οὐδὲ ἀπὸ τῆς Πελοποννήσου ὠφελία οὐδεμία ἧκεν, τοὺς δὲ λόγους ἔν τε σφίσιν αὐτοῖς ἐποιοῦντο ξυμβατικοὺς καὶ πρὸς τὸν Νικίαν· οὗτος γὰρ δὴ μόνος εἶχε Λαμάχου τεθνεῶτος τὴν ἀρχήν. καὶ κύρωσις μὲν οὐδεμία ἐγίγνετο, οἷα δὲ εἰκὸς ἀνθρώπων ἀπορούντων καὶ μᾶλλον ἢ πρὶν πολιορκουμένων, πολλὰ ἐλέγετο πρός τε ἐκεῖνον καὶ πλείω ἔτι κατὰ τὴν πόλιν.

[merged small][ocr errors][merged small][merged small]

καὶ γάρ τινα καὶ ὑποψίαν ὑπὸ τῶν παρόντων κακῶν ἐς ἀλλή λους εἶχον, καὶ τοὺς στρατηγούς τε ἐφ ̓ ὧν αὐτοῖς ταῦτα ξυνέβη ἔπαυσαν ὡς ἢ δυστυχίᾳ ἢ προδοσίᾳ τῇ ἐκείνων βλαπ τόμενοι, καὶ ἄλλους ἀνθείλοντο, Ἡρακλείδην καὶ Εὐκλέα καὶ Τελλίαν.

CH. CIV. Arrival of Gylippus at Tarentum.

ἘΝ δὲ τούτῳ Γύλιππος ὁ Λακεδαιμόνιος καὶ αἱ ἀπὸ 104 τῆς Κορίνθου νῆες περὶ Λευκάδα ἤδη ἦσαν, βουλόμενοι ἐς τὴν Σικελίαν διὰ τάχους βοηθῆσαι. καὶ ὡς αὐτοῖς αἱ ἀγγελίαι ἐφοίτων δειναὶ καὶ πᾶσαι ἐπὶ τὸ αὐτὸ ἐψευσμέναι ὡς ἤδη παντελῶς ἀποτετειχισμέναι αἱ Συράκουσαί εἰσιν, τῆς μὲν Σικελίας οὐκέτι ἐλπίδα οὐδεμίαν εἶχεν ὁ Γύλιππος, τὴν δὲ Ἰταλίαν βουλόμενος περιποιῆσαι αὐτὸς μὲν καὶ Πυθὴν ὁ Κορίνθιος ναυσὶ δυοῖν μὲν Λακωνικαῖν δυοῖν δὲ Κορινθίαιν ὅτι τάχιστα επεραιώθησαν τὸν Ιόνιον ἐς Τάραντα, οἱ δὲ Κορίνθιοι πρὸς ταῖς σφετέραις δέκα Λευκαδίας δύο καὶ ̓Αμπρακιώτιδας τρεῖς προσπληρώσαντες ὕστερον ἔμελλον πλεύ σεσθαι. καὶ ὁ μὲν Γύλιππος ἐκ τοῦ Τάραντος ἐς τὴν Θουρίαν πρῶτον πρεσβευσάμενος καὶ τὴν τοῦ πατρὸς ἀνανεωσάμενος πολιτείαν καὶ οὐ δυνάμενος αὐτοὺς προσαγαγέσθαι, ἄρας παρέπλει τὴν Ἰταλίαν, καὶ ἁρπασθεὶς ὑπ ̓ ἀνέμου κατὰ τὸν Τεριναῖον κόλπον, ὃς ἐκπνεῖ ταύτῃ μέγας κατὰ βορέαν

καὶ γάρ τινα] ‘For certainly they went so far as to suspect each other ; the καί strengthening the γάρ. If the second καί had come immediately after γάρ, Ι think καὶ εἶχον and καὶ ἔπαυσαν would have corresponded: as it stands, καί gives force to ὑποψίαν. The second clause with και is subdivided into ἔπαυσάν τε and καὶ ἀνθείλοντο. There is a trajection of the Te, for the sentence ought to run ἔπαυσάν τε τοὺς στρατηγοὺς καὶ ἀνθείλοντο.

CIV. αἱ ἀγγελίαι] Here δειναί and ἐψευσμέναι correspond ; ' came in terrible form, and falsified.'

περιποιῆσαι] Lit. 'to make to remain

over and above,' 'to secure.' In the
middle, the word means to gain over to
oneself: cf. δύναμιν περιποιησάμενον, Ι.

9.

αὐτὸς μέν] The clauses are αὐτὸς μέν, and οἱ δὲ Κορίνθιοι ; and δυοῖν μέν and δυοῖν δέ.

καὶ προσπληρώσαντες] ‘After manning two more (καί) in addition to their own (πρός).

ὁ μὲν Γύλιππος] Το this answers ὁ δὲ Νικίας, several lines further down.

κατὰ τὸν Τεριναῖον κόλπον] The Terinæan gulf is on the north-western side of the extremity of Italy. Thucydides cannot mean that Gylippus really ever

« PreviousContinue »