Page images
PDF
EPUB

λεηλατήσει χρόνον; ἐγὼ δ ̓ ἀπόλλυμαι. ΧΟ. ἁνὴρ φρονεῖν ἔοικεν. ἀλλ ̓ ἀνοίγετε.

τάχ ̓ ἄν τιν ̓ αἰδῶ κἀπ ̓ ἐμοὶ βλέψας λάβοι. ΤΕ. ἰδού, διοίγω· προσβλέπειν δ ̓ ἔξεστί σοι τὰ τοῦδε πράγη, καὐτὸς ὡς ἔχων κυρεῖ.

ΑΙ. στρ.α ́. Ἰὼ

φίλοι ναυβάται, μόνοι ἐμῶν φίλων,
μόνοι ἔτ ̓ ἐμμένοντες ὀρθῷ νόμῳ,

345

350

ἴδεσθέ μ' οἷον ἄρτι κῦμα φοινίας ὑπὸ ζάλης
ἀμφίδρομον κυκλείται.

ΧΟ. οἴμ ̓ ὡς ἔοικας ὀρθὰ μαρτυρεῖν ἄγαν.

ΑΙ ἀντ.α'. Ἰὼ

δηλοῖ δὲ τοῦργον ὡς ἀφροντίστως ἔχει.

355

γένος ναΐας ἀρωγὸν τέχνας,

ἅλιον ὃς ἐπέβας ἑλίσσων πλάταν,

σέ τοι σέ τοι μόνον δέδορκα ποιμένων ἐπαρκέσοντ
ἀλλά με συνδάϊξον.

360

ΧΟ. εὔφημα φώνει· μὴ κακὸν κακῷ διδοὺς

ἄκος πλέον τὸ πῆμα τῆς ἄτης τίθει.

ΑΙ. στρ.β'. Ορᾷς τὸν θρασύν, τὸν εὐκάρδιον,
τὸν ἐν δαΐοις ἄτρεστον μάχαις,

ἐν ἀφόβοις με θηρσὶ δεινὸν χέρας ;
ὤμοι γέλωτος, οἷον ὑβρίσθην ἄρα.

355

ΤΕ. μή, δέσποτ ̓ Αἴας, λίσσομαί σ', αὔδα τάδε.
ΑΙ. οὐκ ἐκτός; οὐκ ἄψορρον ἐκνεμεῖ πόδα ;

αἰαῖ αἰαῖ.

370

ΧΟ. ὦ πρὸς θεῶν ὕπεικε καὶ φρόνησον εὖ.

ΑΙ. ὦ δύσμορος, ὃς χερὶ μὲν

μεθῆκα τοὺς ἀλάστορας,

ἐν δ ̓ ἑλίκεσσι βουσὶ καὶ κλυτοῖς πεσὼν αἰπολίοις
ἐρεμνὸν αἷμ' ἔδευσα.

375

ΧΟ. τί δῆτ ̓ ἂν ἀλγοίης ἐπ' ἐξειργασμένοις ;

οὐ γὰρ γένοιτ ̓ ἂν ταῦθ ̓ ὅπως οὐχ ὡδ ̓ ἔχειν.

ΑΙ. ἀντ.β ́. Ἰὼ πάνθ ̓ ὁρῶν, ἁπάντων τ ̓ ἀεὶ

κακῶν ὄργανον, τέκνον Λαρτίου,
κακοπινέστατόν τ ̓ ἄλημα στρατοῦ,

ἦ που πολὺν γέλωθ ̓ ὑφ ̓ ἡδονῆς ἄγεις.

ΧΟ. ξὺν τῷ θεῷ πᾶς καὶ γελᾷ κωδύρεται.

ΑΙ. ἴδοιμι μήν νιν, καίπερ ὧδ ̓ ἀτώμενος.

380

ἰώ μοί μοι.

385

ΧΟ. μηδὲν μέγ' εἴπῃς. οὐχ ὁρᾷς ἵν' εἶ κακοῦ ;

ΑΙ. ὦ Ζεῦ, προγόνων προπάτωρ,

πῶς ἂν τὸν αἱμυλώτατον,

ἐχθρὸν ἄλημα, τούς τε δισσάρχας ὀλέσσας βασιλῆς,

390

τέλος θάνοιμι καὐτός ;

ΤΕ. ὅταν κατεύχῃ ταῦθ', ὁμοῦ κἀμοὶ θανεῖν

εὔχου· τί γὰρ δεῖ ζῆν με σοῦ τεθνηκότος ;

[blocks in formation]

ΤΕ. ὦ δυστάλαινα, τοιάδ ̓ ἄνδρα χρήσιμον

φωνεῖν, ἃ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ ̓ ἄν.

ΑΙ. ἀντ.γ. Ἰὼ

400

405

410

[blocks in formation]

ΧΟ. οὔτοι σ ̓ ἀπείργειν, οὔθ ̓ ὅπως ἐῶ λέγειν

ἔχω, κακοῖς τοιοῖσδε συμπεπτωκότα.

ΑΙ. αἰαῖ· τίς ἄν ποτ' ᾤεθ ̓ ὧδ ̓ ἐπώνυμον

τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς ;
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω·
ὅτου πατὴρ μὲν τῆσδ ̓ ἀπ ̓ Ἰδαίας χθονὸς
τὰ πρῶτα καλλιστεῖ ̓ ἀριστεύσας στρατοῦ

πρὸς οἶκον ἦλθε πᾶσαν εὔκλειαν φέρων·
ἐγὼ δ ̓ ὁ κείνου παῖς, τὸν αὐτὸν ἐς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
οὐδ ̓ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
ἄτιμος ̓Αργείοισιν ὧδ ̓ ἀπόλλυμαι.
καίτοι τοσοῦτόν γ' ἐξεπίστασθαι δοκῶ,
εἰ ζῶν ̓Αχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
κρίνειν ἔμελλε κράτος ἀριστείας τινί,
οὐκ ἄν τις αὔτ ̓ ἔμαρψεν ἄλλος ἀντ ̓ ἐμοῦ.

415

420

425

430

435

440

νῦν δ' αὔτ' Ατρείδαι φωτὶ παντουργῷ φρένας
ἔπραξαν, ἀνδρὸς τοῦδ ̓ ἀπώσαντες κράτη.
κεἰ μὴ τόδ ̓ ὄμμα καὶ φρένες διάστροφοι
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
δίκην κατ ̓ ἄλλου φωτὸς ὧδ ̓ ἐψήφισαν.
νῦν δ ̓ ἡ Διὸς γοργῶπις ἀδάματος θεὰ
ἤδη μ' ἐπ' αὐτοῖς χεῖρ ̓ ἐπευθύνοντ ̓ ἐμὴν
ἔσφηλεν ἐμβαλοῦσα λυσσώδη νόσον,
ὥστ ̓ ἐν τοιοῖσδε χεῖρας αἱμάξαι βοτοῖς.
κεῖνοι δ ̓ ἐπεγγελῶσιν ἐκπεφευγότες,
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν

βλάπτοι, φύγοι τἂν χώ κακὸς τὸν κρείσσονα.
καὶ νῦν τί χρὴ δρᾶν; ὅστις ἐμφανῶς θεοῖς
ἐχθαίρομαι, μισεῖ δέ μ' Ελλήνων στρατός,
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας
μόνους τ' Ατρείδας, πέλαγος Αἰγαῖον περῶ ;
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι; πῶς με τλήσεταί ποτ ̓ εἰσιδεῖν
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,

445

450

455

460

ὧν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν ;
οὐκ ἔστι τοὔργον τλητόν. ἀλλὰ δῆτ ̓ ἰὼν
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
καὶ δρῶν τι χρηστόν, εἶτα λοίσθιον θάνω ;
ἀλλ ̓ ὧδέ γ' Ατρείδας ἂν εὐφράναιμί που.
οὐκ ἔστι ταῦτα. πεῖρά τις ζητητέα
τοιάδ', ἀφ ̓ ἧς γέροντι δηλώσω πατρὶ

465

470,

μή τοι φύσιν γ ̓ ἄσπλαγχνος ἐκ κείνου γεγώς.
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρήζειν βίου,
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
τί γὰρ παρ ̓ ἦμαρ ἡμέρα τέρπειν ἔχει
προσθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν ;
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτόν,
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.

475

ἀλλ ̓ ἢ καλῶς ζῆν, ἢ καλῶς τεθνηκέναι τὸν εὐγενῆ χρή· πάντ ̓ ἀκήκοας λόγον. ΧΟ. οὐδεὶς ἐρεῖ ποθ ̓ ὡς ὑπόβλητον λόγον,

Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός. παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις γνώμης κρατῆσαι, τάσδε φροντίδας μεθείς. ΤΕ. ὦ δέσποτ ̓ Αἴας, τῆς ἀναγκαίας τύχης

οὐκ ἔστιν οὐδὲν μεῖζον ἀνθρώποις κακόν.
ἐγὼ δ ̓ ἐλευθέρου μὲν ἐξέφυν πατρός,
εἴπερ τινὸς σθένοντος ἐν πλούτῳ Φρυγών
νῦν δ ̓ εἰμὶ δούλη. θεοῖς γὰρ ὧδ ̓ ἔδοξέ που
καὶ σῇ μάλιστα χειρί. τοιγαροῦν, ἐπεὶ
τὸ σὸν λέχος ξυνῆλθον, εὖ φρονῶ τὰ σά,
καί σ ̓ ἀντιάζω πρός τ' ἐφεστίου Διὸς
εὐνῆς τε τῆς σῆς, ᾗ συνηλλάχθης ἐμοί,
μή μ' ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
τῶν σῶν ὑπ ̓ ἐχθρῶν, χειρίαν ἐφεὶς τινί.
εἰ γὰρ θάνῃς σὺ καὶ τελευτήσας ἀφῇς,

ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ ̓ ἡμέρᾳ
βία ξυναρπασθεῖσαν ̓Αργείων ὕπο

480

485

490

495

ξὺν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.

καί τις πικρὸν πρόσφθεγμα δεσποτῶν ἐρεῖ

500

λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν

Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,

οἷας λατρείας ἀνθ' ὅσου ζήλου τρέφει.
τοιαῦτ ̓ ἐρεῖ τις. κἀμὲ μὲν δαίμων ἐλᾷ,
σοὶ δ ̓ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
ἀλλ ̓ αἴδεσαι μὲν πατέρα τὸν σὸν ἐν λυγρῷ
γήρᾳ προλείπων, αἴδεσαι δὲ μητέρα
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν·
οἴκτειρε δ ̓, ὦναξ, παῖδα τὸν σόν, εἰ νέας
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
ὑπ ̓ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν

505

510

« PreviousContinue »