Page images
PDF
EPUB
[blocks in formation]

ΠΑΙΔΑΓΩΓΟΣ.

Ω τοῦ στρατηγήσαντος ἐν Τροίᾳ ποτὲ
̓Αγαμέμνονος παῖ, νῦν ἐκεῖν ̓ ἔξεστί σοι
παρόντι λεύσσειν, ὧν πρόθυμος ἦσθ ̓ ἀεί.
τὸ γὰρ παλαιὸν "Αργος οὑπόθεις τόδε,
τῆς οἰστροπλῆγος ἄλσος Ινάχου κόρης
αὕτη δ', Ορέστα, τοῦ λυκοκτόνου θεοῦ
ἀγορὰ Λύκειος· οἱξ ἀριστερᾶς δ ̓ ὅδε
Ηρας ὁ κλεινὸς ναός· οἱ δ ̓ ἱκάνομεν,
φάσκειν Μυκήνας τὰς πολυχρύσους ὁρᾶν,
πολύφθορόν τε δῶμα Πελοπιδῶν τόδε,
ὅθεν σε πατρὸς ἐκ φόνων ἐγώ ποτε
πρὸς σῆς ὁμαίμου καὶ κασιγνήτης λαβὼν
ἤνεγκα κἀξέσωσα κἀξεθρεψάμην
τοσόνδ ̓ ἐς ἥβης, πατρὶ τιμωρὸν φόνου.
νῦν οὖν, Ὀρέστα καὶ σὺ φίλτατε ξένων
Πυλάδη, τί χρὴ δρᾶν ἐν τάχει βουλευτέον
ὡς ἡμὶν ἤδη λαμπρὸν ἡλίου σέλας
ἑῷα κινεῖ φθέγματ ̓ ὀρνίθων σαφῆ
μέλαινά τ' ἄστρων ἐκλέλοιπεν εὐφρόνη.
πρὶν οὖν τιν' ἀνδρῶν ἐξοδοιπορεῖν στέγης,
ξυνάπτετον λόγοισιν· ὡς ἐνταῦθ ̓ * μεν,
ἵν ̓ οὐκέτ ̓ ὀκνεῖν καιρός, ἀλλ ̓ ἔργων ἀκμή.

ΟΡΕΣΤΗΣ.

ὦ φίλτατ' ἀνδρῶν προσπόλων, ὡς μοι σαφῆ
σημεῖα φαίνεις ἐσθλὸς εἰς ἡμᾶς γεγώς.
ὥσπερ γὰρ ἵππος εὐγενής, κἂν ᾖ γέρων,
ἐν τοῖσι δεινοῖς θυμὸν οὐκ ἀπώλεσεν,

5

10

15

20

25

ἀλλ ̓ ὀρθὸν οὖς ἵστησιν, ὡσαύτως δὲ σὺ
ἡμᾶς τ ̓ ὀτρύνεις καὐτὸς ἐν πρώτοις ἕπει.
τοιγὰρ τὰ μὲν δόξαντα δηλώσω, σὺ δὲ
ὀξεῖαν ἀκοὴν τοῖς ἐμοῖς λόγοις διδούς,
εἰ μή τι καιροῦ τυγχάνω, μεθάρμοσον.
ἐγὼ γὰρ ἡνίχ ̓ ἱκόμην τὸ Πυθικὸν
μαντεῖον, ὡς μάθοιμ' ὅτῳ τρόπῳ πατρὶ
δίκας ἀροίμην τῶν φονευσάντων πάρα,
χρῇ μοι
τοιαῦθ ̓ ὁ Φοῖβος, ὧν πεύσει τάχα·
ἄσκευον αὐτὸν ἀσπίδων τε καὶ στρατοῦ

δόλοισι κλέψαι χειρὸς ἐνδίκους σφαγάς.
ὅτ ̓ οὖν τοιόνδε χρησμὸν εἰσηκούσαμεν,
σὺ μὲν μολών, ὅταν σε καιρὸς εἰσάγῃ,
δόμων ἔσω τῶνδ ̓, ἴσθι πᾶν τὸ δρώμενον,
ὅπως ἂν εἰδὼς ἡμὶν ἀγγείλῃς σαφῆ.
οὐ γάρ σε μὴ γήρᾳ τε καὶ χρόνῳ μακρῷ
γνῶσ ̓ οὐδ ̓ ὑποπτεύσουσιν ὧδ ̓ ἐνθισμένον.
λόγῳ δὲ χρῶ τοιῷδ ̓, ὅτι ξένος μὲν εἶ

[blocks in formation]

Φωκεύς, παρ' ἀνδρὸς Φανοτέως ἥκων· ὃ γὰρ μέγιστος αὐτοῖς τυγχάνει δορυξένων.

45

ἄγγελλε δ' ὅρκῳ προστιθείς, ὁθούνεκα
τέθνηκ' Ορέστης ἐξ ἀναγκαίας τύχης,
ἄθλοισι Πυθικοῖσιν ἐκ τροχηλάτων
δίφρων κυλισθείς· ὧδ ̓ ὁ μῦθος ἑστάτω.
ἡμεῖς δὲ πατρὸς τύμβον, ὡς ἐφίετο,
λοιβαῖσι πρῶτον καὶ καρατόμοις χλιδαῖς
στέψαντες, εἶτ ̓ ἄψορρον ἥξομεν πάλιν,
τύπωμα χαλκόπλευρον ᾑρμένοι χεροῖν,
ὃ καὶ σὺ θάμνοις οἶσθά που κεκρυμμένον,
ὅπως λόγῳ κλέπτοντες ἡδεῖαν φάτιν
φέρωμεν αὐτοῖς, τουμὸν ὡς ἔρρει δέμας
φλογιστὸν ἤδη καὶ κατηνθρακωμένον.
τί γάρ με λυπεῖ τοῦθ ̓, ὅταν λόγῳ θανὼν
ἔργοισι σωθῶ κἀξενέγκωμαι κλέος ;

50

55

60

δοκῶ μέν, οὐδὲν ῥῆμα σὺν κέρδει κακόν.
ἤδη γὰρ εἶδον πολλάκις καὶ τοὺς σοφοὺς
λόγῳ μάτην θνήσκοντας· εἶθ ̓, ὅταν δόμους
ἔλθωσιν αὖθις, ἐκτετίμηνται πλέον·
ὡς κἄμ' ἐπαυχῶ τῆσδε τῆς φήμης απο
δεδορκότ ̓ ἐχθροῖς ἄστρον ὡς λάμψειν ἔτι.
ἀλλ ̓, ὦ πατρῴα γῆ θεοί τ ̓ ἐγχώριοι,
δέξασθέ μ' εὐτυχοῦντα ταῖσδε ταῖς ὁδοῖς,
σύ τ', ὦ πατρῷον δῶμα· σοῦ γὰρ ἔρχομαι
δίκῃ καθαρτὴς πρὸς θεῶν ὡρμημένος·
καὶ μή μ' ἄτιμον τῆσδ ̓ ἀποστείλητε γῆς,
ἀλλ ̓ ἀρχέπλουτον καὶ καταστάτην δόμων.
εἴρηκα μέν νυν ταῦτα· σοὶ δ ̓ ἤδη, γέρον,
τὸ σὸν μελέσθω βάντι φρουρῆσαι χρέος.
νὰ δ ̓ ἔξιμεν· καιρὸς γάρ, ὅσπερ ἀνδράσιν
μέγιστος ἔργου παντός ἐστ ̓ ἐπιστάτης.

ἰώ μοί μοι δύστηνος.

ΗΛΕΚΤΡΑ,

ΠΑ. καὶ μὴν θυρῶν ἔδοξα προσπόλων τινὸς

ὑποστενούσης ἔνδον αἰσθέσθαι, τέκνον.

ΟΡ. ἆρ ̓ ἐστὶν ἡ δύστηνος Ηλέκτρα; θέλεις

μείνωμεν αὐτοῦ κανακούσωμεν γόων ;

ΠΑ. ἥκιστα. μηδὲν πρόσθεν ἢ τὰ Λοξίου

πειρώμεθ ̓ ἔρδειν κἀπὸ τῶνδ ̓ ἀρχηγετεῖν,
πατρὸς χέοντες λουτρά· ταῦτα γὰρ φέρει
νίκην τ' ἐφ' ἡμῖν καὶ κράτος τῶν δρωμένων.

ΗΛ. ὦ φάος ἁγνὸν

καὶ γῆς ἰσόμοιρ ̓ ἀήρ, ὥς μοι

πολλὰς μὲν θρήνων ᾠδάς,

πολλὰς δ ̓ ἀντήρεις ᾔσθου
στέρνων πλαγὰς αἱμασσομένων,
ὁπόταν δνοφερὰ νὺξ ὑπολειφθῇ
τὰ δὲ παννυχίδων ἤδη στυγεραὶ
ξυνίσασ ̓ εὐναὶ μογερῶν οἴκων,

65

70

75

80

85

90

ὅσα τὸν δύστηνον ἐμὸν θρηνῶ
πατέρ', ὃν κατὰ μὲν βάρβαρον αἶαν
φοίνιος "Αρης οὐκ ἐξένισεν,
μήτηρ δ' ἡμὴ χώ κοινολεχής
Αἴγισθος, ὅπως δρῦν ὑλοτόμοι,
σχίζουσι κάρα φονίω πελέκει·
κοὐδεὶς τούτων οἶκτος ἀπ ̓ ἄλλης

ἢ 'μοῦ φέρεται, σοῦ, πάτερ, οὕτως
αἰκῶς οἰκτρῶς τε θανόντος.
ἀλλ ̓ οὐ μὲν δὴ

λήξω θρήνων στυγερών τε γόων,
ἔστ ̓ ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ ̓ ἦμαρ,
μὴ οὐ τεκνολέτειρ ̓ ὡς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρώων
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
ὦ δῶμ ̓ Αΐδου καὶ Περσεφόνης,
ὦ χθόνι ̓ Ἑρμῆ καὶ πότνι Αρά,
σεμναί τε θεῶν παῖδες Ερινύες,
αἳ τοὺς ἀδίκως θνήσκοντας ὁρᾶθ',
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
ἔλθετ', ἀρήξατε, τίσασθε πατρὸς
φόνον ἡμετέρου,

καί μοι τὸν ἐμὸν πέμψατ ̓ ἀδελφόν.
μούνη γὰρ ἄγειν οὐκ ἔτι σωκῶ

λύπης ἀντίρροπον ἄχθος.

ΧΟΡΟΣ.

στρ.ά. Ω παῖ, παῖ δυστανοτάτας Ηλέκτρα ματρός, τίν ̓ ἀεὶ

τάκεις ὧδ ̓ ἀκόρεστον οἰμωγὰν

τὸν πάλαι ἐκ δολερᾶς ἀθεώτατα
ματρὸς ἁλόντ ̓ ἀπάταις ̓Αγαμέμνονα

κακᾷ τε χειρὶ πρόδοτον; ὡς ὁ τάδε πορὼν
ὄλοιτ ̓, εἴ μοι θέμις τάδ ̓ αὐδᾶν.

[merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small]
« PreviousContinue »