Page images
PDF
EPUB
[blocks in formation]

οὐ γάρ ποτ' ἀμναστεί γ ̓ ὁ φύσας Ελλάνων ἄναξ,

[blocks in formation]

ΚΛΥΤΑΙΜΝΗΣΤΡΑ.

ἀνειμένη μέν, ὡς ἔοικας, αὖ στρέφει.
οὐ γὰρ πάρεστ ̓ Αἴγισθος, ὅς σ ̓ ἐπεῖχ ̓ ἀεὶ
μή τοι θυραίαν γ' οὖσαν αἰσχύνειν φίλους·
νῦν δ ̓ ὡς ἄπεστ ̓ ἐκεῖνος, οὐδὲν ἐντρέπει
ἐμοῦ γε· καίτοι πολλὰ πρὸς πολλούς με δὴ
ἐξεῖπας ὡς θρασεία καὶ πέρα δίκης
ἄρχω, καθυβρίζουσα καὶ σὲ καὶ τὰ σά
ἐγὼ δ ̓ ὕβριν μὲν οὐκ ἔχω, κακῶς δέ σε
λέγω, κακῶς κλύουσα πρὸς σέθεν θαμά.
πατὴρ γάρ, οὐδὲν ἄλλο σοὶ πρόσχημ ̓ ἀεί,
ὡς ἐξ ἐμοῦ τέθνηκεν. ἐξ ἐμοῦ· καλῶς
ἔξοιδα· τῶνδ ̓ ἄρνησις οὐκ ἔνεστί μοι.
ἡ γὰρ Δίκη νιν εἷλε κοὐκ ἐγὼ μόνη,
ᾗ χρῆν σ ̓ ἀρήγειν, εἰ φρονοῦσ ̓ ἐτύγχανες
ἐπεὶ πατὴρ οὗτος σός, ὃν θρηνεῖς ἀεί,
τὴν σὴν ὅμαιμον μοῦνος Ελλήνων ἔτλη
θῦσαι θεοῖσιν, οὐκ ἴσον καμὼν ἐμοὶ
λύπης, ὅτ' ἔσπειρ ̓, ὥσπερ ἡ τίκτουσ ̓ ἐγώ.
εἶεν, δίδαξον δή με, τοῦ χάριν τίνων
ἔθυσεν αὐτήν. πότερον ̓Αργείων ἐρεῖς ;
ἀλλ ̓ οὐ μετὴν αὐτοῖσι τήν γ' ἐμὴν κτανεῖν.
ἀλλ ̓ ἀντ ̓ ἀδελφοῦ δῆτα Μενέλεω κτανὼν
τἄμ' οὐκ ἔμελλε τῶνδέ μοι δώσειν δίκην ;
πότερον ἐκείνῳ παῖδες οὐκ ἦσαν διπλοῖ,
οὓς τῆσδε μᾶλλον εἰκὸς ἦν θνήσκειν, πατρὸς
καὶ μητρὸς ὄντας, ἧς ὁ πλοῦς ὅδ ̓ ἦν χάριν;
ἢ τῶν ἐμῶν "Αιδης τιν ̓ ἵμερον τέκνων
ἢ τῶν ἐκείνης ἔσχε δαίσασθαι πλέον ;
ἢ τῷ πανώλει πατρὶ τῶν μὲν ἐξ ἐμοῦ
παίδων πόθος παρεῖτο, Μενέλεω δ ̓ ἐνῆν ;

οὐ ταῦτ ̓ ἀβούλου καὶ κακοῦ γνώμην πατρός ;
δοκῶ μέν, εἰ καὶ σῆς δίχα γνώμης λέγω.
Φαίη δ' ἂν ἡ θανοῦσά γ', εἰ φωνὴν λάβοι.

520

525

530

535

540

545

ἐγὼ μὲν οὖν οὐκ εἰμὶ τοῖς πεπραγμένοις δύσθυμος· εἰ δὲ σοὶ δοκῶ φρονεῖν κακῶς, γνώμην δικαίαν σχοῦσα τοὺς πέλας ψέγε. ΗΛ. ἐρεῖς μὲν οὐχὶ νῦν γέ μ' ὡς ἄρξασά τι

λυπηρόν, εἶτα σοῦ τάδ ̓ ἐξήκουσ ̓ ὕπο
ἀλλ ̓ ἦν ἐφῇς μοι, τοῦ τεθνηκότος θ ̓ ὕπερ

λέξαιμ ̓ ἂν ὀρθῶς τῆς κασιγνήτης θ' ὁμοῦ.

550

555

ΚΛ. καὶ μὴν ἐφίημ ̓· εἰ δέ μ ̓ ὧδ ̓ ἀεὶ λόγους

ἐξῆρχες, οὐκ ἂν ἦσθα λυπηρὰ κλύειν.

ΗΛ. καὶ δὴ λέγω σοι. πατέρα φῂς κτεῖναι. τίς ἂν
τούτου λόγος γένοιτ ̓ ἂν αἰσχίων ἔτι,

εἴτ ̓ οὖν δικαίως εἴτε μή; λέξω δέ σοι,
ὡς οὐ δίκῃ γ ̓ ἔκτεινας, ἀλλά σ ̓ ἔσπασεν
πειθὼ κακοῦ πρὸς ἀνδρός, ᾧ τανῦν ξύνει.
ἐροῦ δὲ τὴν κυναγὸν "Αρτεμιν, τίνος
ποινὰς τὰ πολλὰ πνεύματ ̓ ἔσχεν Αὐλίδι·
ἢ γὼ φράσω· κείνης γὰρ οὐ θέμις μαθεῖν.

πατήρ ποθ' οὑμός, ὡς ἐγὼ κλύω, θεᾶς

παίζων κατ ̓ ἄλσος ἐξεκίνησεν ποδοῖν
στικτὸν κεράστην ἔλαφον, οὗ κατὰ σφαγὰς
ἐκκομπάσας ἔπος τι τυγχάνει βαλών.
κἀκ τοῦδε μηνίσασα Λητῴα κόρη

κατεῖχ ̓ ̓Αχαιούς, ὡς πατὴρ ἀντίσταθμον
τοῦ θηρὸς ἐκθύσειε τὴν αὑτοῦ κόρην.
ὧδ ̓ ἦν τὰ κείνης θύματ ̓· οὐ γὰρ ἦν λύσις
ἄλλη στρατῷ πρὸς οἶκον οὐδ ̓ εἰς Ἴλιον.
ἀνθ' ὧν βιασθεὶς πολλὰ κἀντιβὰς μόλις
ἔθυσεν αὐτήν, οὐχὶ Μενέλεω χάριν.

εἰ δ ̓ οὖν, ἐρῶ γὰρ καὶ τὸ σόν, κεῖνον θέλων
ἐπωφελῆσαι ταῦτ ̓ ἔδρα, τούτου θανεῖν
χρὴν αὐτὸν οὔνεκ ̓ ἐκ σέθεν; ποίῳ νόμῳ ;
ὅρα τιθεῖσα τόνδε τὸν νόμον βροτοῖς
μὴ πῆμα σαυτῇ καὶ μετάγνοιαν τίθης.
εἰ γὰρ κτενοῦμεν ἄλλον ἀντ ̓ ἄλλου, σύ τοι

560

565

570

575

580

πρώτη θάνοις ἄν, εἰ δίκης γε τυγχάνοις.
ἀλλ ̓ εἰσόρα μὴ σκῆψιν οὐκ οὖσαν τίθης.
εἰ γὰρ θέλεις, δίδαξον ἀνθ ̓ ὅτου τανῦν
αἴσχιστα πάντων ἔργα δρῶσα τυγχάνεις,
ἥτις ξυνεύδεις τῷ παλαμναίῳ, μεθ ̓ οὗ
πατέρα τὸν ἀμὸν πρόσθεν ἐξαπώλεσας,
καὶ παιδοποιεῖς, τοὺς δὲ πρόσθεν εὐσεβεῖς
κἀξ εὐσεβῶν βλαστόντας ἐκβαλοῦσ ̓ ἔχεις.
πῶς ταῦτ ̓ ἐπαινέσαιμ ̓ ἄν; ἢ καὶ τοῦτ ̓ ἐρεῖς,
ὡς τῆς θυγατρὸς ἀντίποινα λαμβάνεις ;
αἰσχρῶς, ἐάν περ καὶ λέγῃς. οὐ γὰρ καλὸν
ἐχθροῖς γαμεῖσθαι τῆς θυγατρὸς ούνεκα.
ἀλλ ̓ οὐ γὰρ οὐδὲ νουθετεῖν ἔξεστί σε,
ἡ πᾶσαν ἵης γλῶσσαν ὡς τὴν μητέρα
κακοστομοῦμεν. καί σ ̓ ἔγωγε δεσπότιν
ἢ μητέρ ̓ οὐκ ἔλασσον εἰς ἡμᾶς νέμω,
ἢ ζῶ βίον μοχθηρόν, ἔκ τε σοῦ κακοῖς
πολλοῖς ἀεὶ ξυνοῦσα τοῦ τε συννόμου.
ὁ δ ̓ ἄλλος ἔξω, χεῖρα σὴν μόλις φυγών,
τλήμων Ορέστης δυστυχῆ τρίβει βίον·
ὃν πολλὰ δή με σοὶ τρέφειν μιάστορα
ἐπῃτιάσω· καὶ τόδ', εἴπερ ἔσθενον,
ἔδρων ἄν, εὖ τοῦτ ̓ ἴσθι. τοῦδέ γ' οἵνεκα
κήρυσσέ μ' εἰς ἅπαντας, εἴτε χρῇς κακὴν
εἴτε στόμαργον εἴτ ̓ ἀναιδείας πλέαν.
εἰ γὰρ πέφυκα τῶνδε τῶν ἔργων ἴδρις,
σχεδόν τι τὴν σὴν οὐ καταισχύνω φύσιν.

ΧΟ. ὁρῶ μένος πνέουσαν· εἰ δὲ σὺν δίκῃ

ξύνεστι, τοῦδε φροντίδ ̓ οὐκέτ ̓ εἰσορῶ.

ΚΛ. ποίας δέ μοι δεῖ πρός γε τήνδε φροντίδος,
ἥτις τοιαῦτα τὴν τεκοῦσαν ὕβρισεν,
καὶ ταῦτα τηλικοῦτος; ἆρά σοι δοκεῖ
χωρεῖν ἂν εἰς πᾶν ἔργον αἰσχύνης ἄτερ;
ΗΛ. εὖ νυν ἐπίστω τῶνδέ μ' αἰσχύνην ἔχειν,

585

590

595

600

605

610

615

κεἰ μὴ δοκῶ σοι· μανθάνω δ ̓ ὁθούνεκα ἔξωρα πράσσω κοὐκ ἐμοὶ προσεικότα. ἀλλ ̓ ἡ γὰρ ἐκ σοῦ δυσμένεια καὶ τὰ σὰ ἔργ ̓ ἐξαναγκάζει με ταῦτα δρᾶν βίᾳ. αἰσχροῖς γὰρ αἰσχρὰ πράγματ ̓ ἐκδιδάσκεται, ΚΛ. ὦ θρέμμ ̓ ἀναιδές, ἦ σ ̓ ἐγὼ καὶ τἄμ ̓ ἔπη

καὶ τἄργα τἀμὰ πόλλ ̓ ἄγαν λέγειν ποιεῖ. ΗΛ. σύ τοι λέγεις νιν, οὐκ ἐγώ. σὺ γὰρ ποιεῖς τοὔργον· τὰ δ ̓ ἔργα τους λόγους εὑρίσκεται. ΚΛ. ἀλλ ̓ οὐ μὰ τὴν δέσποιναν "Αρτεμιν θράσους τοῦδ ̓ οὐκ ἀλύξεις, εὖτ ̓ ἂν Αἴγισθος μόλῃ.

ΗΛ. ὁρᾷς; πρὸς ὀργὴν ἐκφέρει, μεθεῖσά μοι λέγειν ἃ χρῄζοιμ', οὐδ ̓ ἐπίστασαι κλύειν.

ΚΛ. οὔκουν ἐάσεις οὐδ ̓ ὑπ ̓ εὐφήμου βοῆς

620

625

630

θῦσαί μ', ἐπειδὴ σοί γ' ἐφῆκα πᾶν λέγειν ;

ΗΛ. ἐῶ, κελεύω, θῦε· μηδ ̓ ἐπαιτιῶ

τοὐμὸν στόμ ̓, ὡς οὐκ ἂν πέρα λέξαιμ ̓ ἔτι.

635

ΚΛ. ἔπαιρε δὴ σὺ θύμαθ ̓ ἡ παροῦσά μοι

πάγκαρπ ̓, ἄνακτι τῷδ ̓ ὅπως λυτηρίους
εὐχὰς ἀνάσχω δειμάτων, ἃ νῦν ἔχω.
κλύοις ἂν ἤδη, Φοῖβε προστατήριε,
κεκρυμμένην μου βάξιν. οὐ γὰρ ἐν φίλοις
ὁ μῦθος, οὐδὲ πᾶν ἀναπτύξαι πρέπει
πρὸς φῶς παρούσης τῆσδε πλησίας ἐμοί,
μὴ σὺν φθόνῳ τε καὶ πολυγλώσσῳ βοῇ
σπείρῃ ματαίαν βάξιν εἰς πᾶσαν πόλιν.
ἀλλ ̓ ὧδ ̓ ἄκουε· τῇδε γὰρ κἀγὼ φράσω.
ἃ γὰρ προσεῖδον νυκτὶ τῇδε φάσματα
δισσῶν ὀνείρων, ταῦτά μοι, Λύκει ̓ ἄναξ,
εἰ μὲν πέφηνεν ἐσθλά, δὸς τελεσφόρα,
εἰ δ ̓ ἐχθρά, τοῖς ἐχθροῖσιν ἔμπαλιν μέθες
καὶ μή με πλούτου τοῦ παρόντος εἴ τινες
δόλοισι βουλεύουσιν ἐκβαλεῖν, ἐφῇς,
ἀλλ ̓ ὧδέ μ' αἰεὶ ζῶσαν ἀβλαβεῖ βίῳ

640

645

650

« PreviousContinue »