Page images
PDF
EPUB

ξυστᾶσ ̓ ἀεί τιν ̓ ἐκ φόβου φόβον τρέφω,
κείνου προκηραίνουσα. νὺξ γὰρ εἰσάγει
καὶ νὺξ ἀπωθεῖ διαδεδεγμένη πόνον.
κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
γῄτης ὅπως ἄρουραν ἔκτοπον λαβών,
σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.
τοιοῦτος αἰὼν εἰς δόμους τε κἀκ δόμων
ἀεὶ τὸν ἄνδρ ̓ ἔπεμπε λατρεύοντά τῳ.
νῦν δ ̓ ἡνίκ ̓ ἄθλων τῶνδ ̓ ὑπερτελὴς ἔφυ,
ἐνταῦθα δὴ μάλιστα ταρβήσασ ̓ ἔχω.
ἐξ οὗ γὰρ ἔκτα κεῖνος Ιφίτου βίαν,
ἡμεῖς μὲν ἐν Τραχίνι τῇδ ̓ ἀνάστατοι
ξένῳ παρ ̓ ἀνδρὶ ναίομεν, κεῖνος δ ̓ ὅπου
βέβηκεν οὐδεὶς οἶδε· πλὴν ἐμοὶ πικρὰς
ὠδῖνας αὑτοῦ προσβαλὼν ἀποίχεται.
σχεδὸν δ' ἐπίσταμαι τι πῆμ' ἔχοντά νιν·
χρόνον γὰρ οὐχὶ βαιόν, ἀλλ ̓ ἤδη δέκα

μῆνας πρὸς ἄλλοις πέντ ̓ ἀκήρυκτος μένει,

κἄστιν τι δεινὸν τῆμα· τοιαύτην ἐμοὶ

δέλτον λιπὼν ἔστειχε, τὴν ἐγὼ θαμὰ

θεοῖς ἀρῶμαι πημονῆς ἄτερ λαβεῖν.

ΘΕΡΑΠΑΙΝΑ.

δέσποινα Δηάνειρα, πολλὰ μέν σ ̓ ἐγὼ
κατεῖδον ἤδη πανδάκρυτ ̓ ὀδύρματα
τὴν ̔Ηράκλειον ἔξοδον γοωμένην·

30

35

40

45

50

νῦν δ ̓, εἰ δίκαιον τοὺς ἐλευθέρους φρενοῦν γνώμαισι δούλοις, καμὲ χρὴ φράσαι τὸ σόν· πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ἀτὰρ

ἀνδρὸς κατὰ ζήτησιν οὐ πέμπεις τινά,

55

μάλιστα δ' ὅνπερ εἰκὸς Ὕλλον, εἰ πατρὸς

νέμοι τιν ̓ ὤραν τοῦ καλῶς πράσσειν δοκεῖν ;

ἐγγὺς δ ̓ ὅδ ̓ αὐτὸς ἀρτίπους θρώσκει δόμους, ὥστ ̓ εἴ τί σοι πρὸς καιρὸν ἐννέπειν δοκῶ, πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ ̓ ἐμοῖς λόγοις.

60

ΔΗ. ὦ τέκνον, ὦ παῖ, καξ ἀγεννήτων ἄρα μῦθοι καλῶς πίπτουσιν· ἥδε γὰρ γυνὴ δούλη μέν, εἴρηκεν δ ̓ ἐλεύθερον λόγον.

ΥΛΛΟΣ.

ποῖον ; δίδαξον, μῆτερ, εἰ διδακτά μοι. ΔΗ. σὲ πατρὸς οὕτω δαρὸν ἐξενωμένου

τὸ μὴ πυθέσθαι ποῦ 'στιν αἰσχύνην φέρειν.
ΥΛ. ἀλλ ̓ οἶδα, μύθοις εἴ τι πιστεύειν χρεών.
ΔΗ. καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός;
ΥΛ. τὸν μὲν παρελθόντ ̓ ἄροτον ἐν μήκει χρόνου

Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν.
ΔΗ. πᾶν τοίνυν, εἰ καὶ τοῦτ ̓ ἔτλη, κλύοι τις ἄν.
ΥΛ. ἀλλ ̓ ἐξαφεῖται τοῦδέ γ', ὡς ἐγὼ κλύω.
ΔΗ. ποῦ δῆτα νῦν ζῶν ἢ θανὼν ἀγγέλλεται ;
ΥΛ. Εὐβοῖδα χώραν φασίν, Ευρύτου πόλιν,

ἐπιστρατεύειν αὐτόν, ἢ μέλλειν ἔτι.
ΔΗ. ἆρ ̓ οἶσθα δῆτ ̓, ὦ τέκνον, ὡς ἔλειπέ μοι

μαντεία πιστὰ τῆσδε τῆς χώρας πέρι ; ΥΛ. τὰ ποῖα, μῆτερ ; τὸν λόγον γὰρ ἀγνοῶ. ΔΗ. ὡς ἢ τελευτὴν τοῦ βίου μέλλει τελεῖν,

ἢ τοῦτον ἄρας ἆθλον, εἰς τὸν ὕστερον
τὸ λοιπὸν ἤδη βίοτον εὐαίων ̓ ἔχειν.
ἐν οὖν ῥοπῇ τοιᾷδε κειμένῳ, τέκνον,
οὐκ εἰ ξυνέρξων, ἡνίκ ̓ ἢ σεσώσμεθα
κείνου βίον σώσαντος, ἢ οἰχόμεσθ' ἅμα
[*καὶ πίπτομεν σοῦ πατρὸς ἐξολωλότος ;]
ΥΛ. ἀλλ ̓ εἶμι, μήτερ· εἰ δὲ θεσφάτων ἐγὼ

βάξιν κατῄδη τώνδε, κἂν πάλαι παρῆ.
νῦν δ' ὁ ξυνήθης πότμος οὐκ ἐᾷ πατρὸς
ἡμᾶς προταρβεῖν οὐδὲ δειμαίνειν ἄγαν.
νῦν δ ̓ ὡς ξυνίημ', οὐδὲν ἐλλείψω τὸ μὴ οὐ
πᾶσαν πυθέσθαι τῶνδ ̓ ἀλήθειαν πέρι.

ΔΗ. χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γ' εὖ

πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.

65

70

75

80

85

90

ΧΟΡΟΣ.

στρ.α'. "Ον αἰόλα νὺξ ἐναριζομένα

τίκτει κατευνάζει τε φλογιζόμενον,

Αλιον, Αλιον αἰτῶ

τοῦτο καρύξαι τὸν ̓Αλκμήνας πόθι μοι πόθι μοι παῖς
ναίει ποτ ̓, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,

ἢ ποντίας αὐλῶνας, ἢ δισσαῖσιν ἀπείροις κλιθείς·

εἴπ ̓, ὦ κρατιστεύων κατ ̓ ὄμμα.

ἀντ.α. Ποθουμένα γὰρ φρενὶ πυνθάνομαι

τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,

οἷά τιν ̓ ἄθλιον ὄρνιν,

οὔποτ ̓ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλὰ
εὔμναστον ἀνδρὸς δεῖμα φέρουσαν ὁδοῦ

ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν
δύστανον ἐλπίζουσαν αἶσαν.

οτρ.β ́. Πολλὰ γὰρ ὥστ ̓ ἀκάμαντος ἢ νότου ἢ βορέα τις
κύματ ̓ ἐν εὐρέϊ πόντῳ βάντ ̓ ἐπιόντα τ ̓ ἴδοι,
οὕτω δὲ τὸν Καδμογενῆ τρέφει, τὸ δ' αὔξει, βιότου
πολύπονον ὥσπερ πέλαγος Κρήσιον. ἀλλά τις θεῶν
αἰὲν ἀναμπλάκητον "Αιδα σφε δόμων ἐρύκει.
ἀντ.β'. Ὧν ἐπιμεμφομένα σ ̓ ἁδεῖα μέν, ἀντία δ ̓ οἴσω.

φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν
χρῆναί σ ̓ ἀνάλγητα γὰρ οὐδ ̓ ὁ πάντα κραίνων βασιλεὺς
ἐπέβαλε θνατοῖς Κρονίδας· ἀλλ ̓ ἐπὶ πῆμα καὶ χαρὰ

[merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small]

πᾶσι κυκλοῦσιν, οἷον ἄρκτου στροφάδες κέλευθοι.

ἐπ. Μένει γὰρ οὔτ ̓ αἰόλα νὺξ βροτοῖσιν οὔτε κῆρες

οὔτε πλοῦτος, ἀλλ ̓ ἄφαρ βέβακε, τῷ δ ̓ ἐπέρχεται
χαίρειν τε καὶ στέρεσθαι.

ἃ καὶ σὲ τὰν ἄνασσαν ἐλπίσιν λέγω

τάδ ̓ αἰὲν ἴσχειν· ἐπεὶ τίς ὧδε

τέκνοισι Ζῆν ̓ ἄβουλον εἶδεν ;

ΔΗ. πεπυσμένη μέν, ὡς ἀπεικάσαι, πάρει

πάθημα τουμόν· ὡς δ ̓ ἐγὼ θυμοφθορώ

μήτ' ἐκμάθοις παθοῦσα, νῦν δ ̓ ἄπειρος εἶ.

130

135

140

τὸ γὰρ νεάζον ἐν τοιοῖσδε βόσκεται
χώροισιν αὑτοῦ, καί νιν οὐ θάλπος θεοῦ,
οὐδ ̓ ὄμβρος, οὐδὲ πνευμάτων οὐδὲν κλονεῖ,
ἀλλ ̓ ἡδοναῖς ἄμοχθον ἐξαίρει βίον
ἐς τοῦθ ̓, ἕως τις ἀντὶ παρθένου γυνὴ
κληθῇ, λάβῃ τ' ἐν νυκτὶ φροντίδων μέρος
ἤτοι πρὸς ἀνδρὸς ἢ τέκνων φοβουμένη.
τότ ̓ ἄν τις εἰσίδοιτο, τὴν αὑτοῦ σκοπῶν
πρᾶξιν, κακοῖσιν οἷς ἐγὼ βαρύνομαι.
πάθη μὲν οὖν δὴ πόλλ ̓ ἔγωγ ̓ ἐκλαυσάμην·
ἓν δ', οἷον οὔπω πρόσθεν, αὐτίκ ̓ ἐξερῶ,
ὁδὸν γὰρ ἦμος τὴν τελευταίαν ἄναξ
ὡρματ ̓ ἀπ ̓ οἴκων Ἡρακλῆς, τότ ̓ ἐν δόμοις
λείπει παλαιὰν δέλτον ἐγγεγραμμένην
ξυνθήμαθ', ἁμοὶ πρόσθεν οὐκ ἔτλη ποτέ,
πολλοὺς ἀγῶνας ἐξιών, οὔπω φράσαι,
ἀλλ ̓ ὡς τι δράσων είρπε κοὐ θανούμενος.
νῦν δ ̓ ὡς ἔτ ̓ οὐκ ἂν εἶπε μὲν λέχους ὅ τι
χρείη μ' ελέσθαι κτῆσιν, εἶπε δ ̓ ἣν τέκνοις
μοῖραν πατρῴας γῆς διαίρετον νέμοι,
χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
χώρας ἀπείη κανιαύσιος βεβώς,

τότ ̓ ἢ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ,
ἢ τοῦθ ̓ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
τὸ λοιπὸν ἤδη ζῆν ἀλυπήτῳ βίῳ.
τοιαῦτ ̓ ἔφραζε πρὸς θεῶν εἱμαρμένα
τῶν Ἡρακλείων ἐκτελευτᾶσθαι πόνων,
ὡς τὴν παλαιὰν φηγὸν αὐδῆσαί ποτε
Δωδῶνι δισσῶν ἐκ πελειάδων ἔφη.
καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών.
ὥσθ ̓ ἡδέως εὔδουσαν ἐκπηδᾶν ἐμὲ

φόβῳ, φίλαι, ταρβοῦσαν, εἴ με χρὴ μένειν
πάντων ἀρίστου φωτὸς ἐστερημένην.

R

145

150

155

16ο

165

170

175

ΧΟ. εὐφημίαν νῦν ἴσχ ̓· ἐπεὶ καταστεφῆ
στείχονθ' ὁρῶ τιν' ἄνδρα πρὸς χαρὰν λόγων.
ΑΓΓΕΛΟΣ.

δέσποινα Δηάνειρα, πρῶτος ἀγγέλων
ἔκνου σε λύσω· τὸν γὰρ ̓Αλκμήνης τόκον

καὶ ζῶντ ̓ ἐπίστω καὶ κρατοῦντα κἀκ μάχης
ἄγοντ ̓ ἀπαρχὰς θεοῖσι τοῖς ἐγχωρίοις.
ΔΗ. τίν' εἶπας, ὦ γεραιέ, τόνδε μοι λόγον ;
ΑΓ. τάχ ̓ ἐς δόμους σοὺς τὸν πολύζηλον πόσιν

ἥξειν, φανέντα σὺν κράτει νικηφόρῳ.

ΔΗ. καὶ τοῦ τόδ ̓ ἀστῶν ἢ ξένων μαθὼν λέγεις ;
ΑΓ. ἐν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ

Λίχας ὁ κῆρυξ ταῦτα· τοῦ δ ̓ ἐγὼ κλύων
ἀπῇξ', ὅπως τοι πρῶτος ἀγγείλας τάδε

πρὸς σοῦ τι κερδάναιμι καὶ κτῷμην χάριν.
ΔΗ. αὐτὸς δὲ πῶς ἄπεστιν, εἴπερ εὐτυχεῖ;
ΑΓ. οὐκ εὐμαρείᾳ χρώμενος πολλῇ, γύναι.

κύκλῳ γὰρ αὐτὸν Μηλιεὺς ἅπας λεὼς
κρίνει παραστάς, οὐδ ̓ ἔχει βῆναι πρόσω.
τὸ γὰρ ποθοῦν ἕκαστος ἐκμαθεῖν θέλων
οὐκ ἂν μεθεῖτο, πρὶν καθ ̓ ἡδονὴν κλύειν.
οὕτως ἐκεῖνος οὐχ ἑκών, ἑκοῦσι δὲ

ξύνεστιν· ὄψει δ' αὐτὸν αὐτίκ ̓ ἐμφανῆ.

ΔΗ. ὦ Ζεῦ, τὸν Οἴτης ἄτομον ὃς λειμῶν ̓ ἔχεις,

ἔδωκας ἡμῖν ἀλλὰ σὺν χρόνῳ χαράν.
φωνήσατ ̓, ὦ γυναῖκες, αἵ τ ̓ εἴσω στέγης
αἵ τ ̓ ἐκτὸς αὐλῆς, ὡς ἄελπτον ὄμμ ̓ ἐμοὶ
φήμης ἀνασχὸν τῆσδε νῦν καρπούμεθα.

ΧΟ. ̓Ανολολυξάτω δόμος ἐφεστίοις ἀλαλαγαῖς
ὁ μελλόνυμφος, ἐν δὲ κοινὸς ἀρσένων
ἴτω κλαγγὰ τὸν εὐφαρέτραν

̓Απόλλωνα προστάταν·

ὁμοῦ δὲ παιᾶνα παιᾶν ἀνάγετ ̓, ὦ παρθένοι,
βοᾶτε τὰν ὁμόσπορον

180

185

190

195

200

205

210

« PreviousContinue »