Page images
PDF
EPUB

ΔΗ. οὐκ ἔστιν ἐν τοῖς μὴ καλοῖς βουλεύμασιν οὐδ ̓ ἐλπίς, ἥτις καὶ θράσος τι προξενεῖ. ΧΟ. ἀλλ ̓ ἀμφὶ τοῖς σφαλεῖσι μὴ 'ξ ἑκουσίας

ὀργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει. ΔΗ. τοιαῦτα δ ̓ ἂν λέξειεν οὐχ ὁ τοῦ κακοῦ

κοινωνός, ἀλλ ̓ ᾧ μηδέν ἐστ ̓ οἴκοι βαρύ. ΧΟ. σιγᾶν ἂν ἁρμόζοι σε τὸν πλείω λόγον,

εἰ μή τι λέξεις παιδὶ τῷ σαυτῆς· ἐπεὶ
πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ᾤχετο.

ΥΛΛΟΣ.

ὦ μήτερ, ὡς ἂν ἐκ τριῶν σ' ἐν εἱλόμην,
ἢ μηκέτ' εἶναι ζῶσαν, ἢ σεσωσμένην
ἄλλου κεκλῆσθαι μητέρ', ἢ λῴους φρένας

τῶν νῦν παρουσῶν τῶνδ ̓ ἀμείψασθαί ποθεν.

ΔΗ. τί δ ̓ ἐστίν, ὦ παῖ, πρός γ' ἐμοῦ στυγούμενον ;
ΥΛ. τὸν ἄνδρα τὸν σὸν ἴσθι, τὸν δ ̓ ἐμὸν λέγω

πατέρα, κατακτείνασα τῇδ' ἐν ἡμέρᾳ.

ΔΗ. οἴμοι, τίν' ἐξήνεγκας, ὦ τέκνον, λόγον ;
ΥΛ. ὃν οὐχ οἷόν τε μὴ τελεσθῆναι· τὸ γὰρ

φανθὲν τίς ἂν δύναιτ' ἂν ἀγένητον ποιεῖν ;

ΔΗ. πῶς εἶπας, ὦ παῖ; τοῦ παρ ̓ ἀνθρώπων μαθὼν ἄζηλον οὕτως ἔργον ειργάσθαι με φής;

ΥΛ. αὐτὸς βαρεῖαν ξυμφορὰν ἐν ὄμμασιν

πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων. ΔΗ. ποῦ δ ̓ ἐμπελάζεις τἀνδρὶ καὶ παρίστασαι ;

ΥΛ. εἰ χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.
ὅθ' εἶρπε κλεινὴν Εὐρύτου πέρσας πόλιν,
νίκης ἄγων τροπαία κἀκροθίνια,
ἀκτή τις ἀμφίκλυστος Εὐβοίας ἄκρον
Κήναιόν ἐστιν, ἔνθα πατρῴῳ Διὶ

725

730

735

740

745

750

βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα

οὗ νιν τὰ πρῶτ ̓ ἐσεῖδον ἄσμενος πόθῳ.

755

μέλλοντι δ' αὐτῷ πολυθύτους τεύχειν σφαγὰς

κῆρυξ ἀπ ̓ οἴκων ἵκετ ̓ οἰκεῖος Λίχας,

τὸ σὸν φέρων δώρημα, θανάσιμον πεπλον· ὃν κεῖνος ἐνδύς, ὡς σὺ προὐξεφίεσο, ταυροκτονεῖ μὲν δώδεκ ̓ ἐντελεῖς ἔχων

760

λείας ἀπαρχὴν βοῦς· ἀτὰρ τὰ πάνθ' ὁμοῦ

ἑκατὸν προσῆγε συμμιγή βοσκήματα.

καὶ πρῶτα μὲν δείλαιος ἵλεω φρενὶ κόσμῳ τε χαίρων καὶ στολῇ κατηύχετο ὅπως δὲ σεμνῶν ὀργίων ἐδαίετο

765

φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
ἱδρὼς ἀνῄει χρωτί, καὶ προσπτύσσεται
πλευραῖσιν ἀρτίκολλος, ὥστε τέκτονος,
χιτὼν ἅπαν κατ ̓ ἄρθρον ἦλθε δ ̓ ὀστέων
ἀδαγμὸς ἀντίσπαστος· εἶτα φοινίας

ἐχθρᾶς ἐχίδνης ἰὸς ὡς ἐδαίνυτο.
ἐνταῦθα δὴ βόησε τὸν δυσδαίμονα
Λίχαν, τὸν οὐδὲν αἴτιον τοῦ σοῦ κακοῦ,
ποίαις ἐνέγκοι τόνδε μηχαναῖς πέπλον
ὁ δ ̓ οὐδὲν εἰδὼς δύσμορος τὸ σὸν μόνης
δώρημ ̓ ἔλεξεν, ὥσπερ ἦν ἐσταλμένον.
κἀκεῖνος ὡς ἤκουσε καὶ διώδυνος
σπαραγμὸς αὐτοῦ πλευμόνων ἀνθήψατο,
μάρψας ποδός νιν, ἄρθρον ᾗ λυγίζεται,

770

775

[blocks in formation]

σοῦ τῆς ταλαίνης, καὶ τὸν Οἰνέως γάμον
οἷον κατακτήσαιτο λυμαντὴν βίου,
τότ ̓ ἐκ προσέδρου λιγνύος διάστροφον
ὀφθαλμὸν ἄρας εἶδέ μ' ἐν πολλῷ στρατῷ
δακρυρροοῦντα, και με προσβλέψας καλεί,
ὦ παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
μηδ' εἴ σε χρὴ θανόντι συνθανεῖν ἐμοί·
ἀλλ ̓ ἄρον ἔξω, καὶ μάλιστα μέν μεθὲς
ἐνταῦθ ̓ ὅπου με μή τις ὄψεται βροτῶν·
εἰ δ ̓ οἶκτον ἴσχεις, ἀλλά μ ̓ ἔκ γε τῆσδε γῆς
πόρθμευσον ὡς τάχιστα, μηδ' αὐτοῦ θάνω.
τοσαῦτ ̓ ἐπισκήψαντος, ἐν μέσῳ σκάφει
θέντες σφε πρὸς γῆν τήνδ' ἐκέλσαμεν μόλις
βρυχώμενον σπασμοῖσι. καί νιν αὐτίκα
ἢ ζῶντ ̓ ἐσόψεσθ', ἢ τεθνηκότ ̓ ἀρτίως.
τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ ̓ ἐμῷ
καὶ ὁρῶσ ̓ ἐλήφθης, ὧν σε ποίνιμος Δίκη
τίσαιτ' Ερινύς τ' εἰ θέμις δ', ἐπεύχομαι·
θέμις δ ̓, ἐπεί τοι τὴν θέμιν σὺ προὔβαλες,
πάντων ἄριστον ἄνδρα τῶν ἐπὶ χθονὶ

κτείνασ', ὁποῖον ἄλλον οὐκ ὄψει ποτέ.

ΧΟ. τί σιγ ̓ ἀφέρπεις; οὐ κάτοισθ ̓ ὁθούνεκα

ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ ;

ΥΛ. ἐᾶτ ̓ ἀφέρπειν. οὖρος ὀφθαλμῶν ἐμῶν
αὐτῇ γένοιτ' ἄπωθεν ἑρπούσῃ καλός.
ὄγκον γὰρ ἄλλως ὀνόματος τί δεῖ τρέφειν
μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ ;

ἀλλ ̓ ἑρπέτω χαίρουσα· τὴν δὲ τέρψιν ἣν
τὠμῷ δίδωσι πατρί, τήνδ' αὐτὴ λάβοι.

ΧΟ. στρ.ά. Ιδ ̓ οἷον, ὦ παῖδες, προσέμιξεν ἄφαρ
τοῦπος τὸ θεοπρόπον ἡμῖν

τᾶς παλαιφάτου προνοίας,

ὅ τ' ἔλακεν, ὁπότε τελεόμηνος ἐκφέροι
δωδέκατος ἄροτος, ἀναδοχὰν τελεῖν πόνων

795

800

805

810

815

820

825

τῷ Διὸς αὐτόπαιδι· καὶ τάδ ̓ ὀρθῶς
ἔμπεδα κατουρίζει.

πῶς γὰρ ἂν ὁ μὴ λεύσσων

ἔτι ποτ ̓ ἐπίπονον ἔχοι θανὼν λατρείαν ;

ἀντ.α ́. Εἰ γάρ σφε Κενταύρου φονία νεφέλα

χρίει δολοποιὸς ἀνάγκα

πλευρὰ προστακέντος ἰοῦ,

830

ὃν τέκετο θάνατος, ἔτεκε δ' αἰόλος δράκων,

835

πῶς ὅδ ̓ ἂν ἀέλιον ἕτερον ἢ τανῦν ἴδοι,

δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
φάσματι, μελαγχαίτα τ'

ἄμμιγά νιν αἰκίζει

[† Νέσσου θ' ὕπο] φόνια δολόμυθα κέντρ ̓ ἐπιζέσαντα. στρ.β ́. Ὧν ἅδ ̓ ἁ τλάμων ἄοκνον

μεγάλαν προσορῶσα δόμοις βλάβαν

νέων αϊσσόντων γάμων τὰ μὲν *οὐδαμά
προσέβαλεν, τὰ δ ̓ ἀπ' ἀλλόθρου

γνώμας μολόντ' ὀλεθρίαισι συναλλαγαῖς

ἢ που ὀλοὰ στένει,

840

845

ἦ που ἀδινῶν χλωρὰν

τέγγει δακρύων ἄχναν.

ὁ δ ̓ ἐρχομένα μοῖρα προφαίνει δολίαν καὶ μεγάλαν ἄταν.

ἀντ.β'. Ἔρρωγεν παγὰ δακρύων,

κέχυται νόσος, ὦ πόποι, οἷον

ἀναρσίων οὔπω ἀγακλειτὸν Ἡρακλέους

ἐπέμολε πάθος οἰκτίσαι.

ἰὼ κελαινὰ λόγχα προμάχου δορός,

ἃ τότε θοὰν νύμφαν

ἄγαγες ἀπ' αἰπεινᾶς

τάνδ' Οἰχαλίας αἰχμα

850

855

859

ὁ δ ̓ ἀμφίπολος Κύπρις ἄναυδος φανερὰ τῶνδ ̓ ἐφάνη πράκτωρ.

ΧΟ. πότερον ἐγὼ μάταιος, ἢ κλύω τινὸς

οἴκτου δι ̓ οἴκων ἀρτίως ὁρμωμένου ;

τί φημι;

865

ἠχει τις οὐκ ἄσημον, ἀλλὰ δυστυχή
κωκυτὸν εἴσω, καί τι καινίζει στέγη.
ξύνες δὲ

τήνδ ̓ ὡς ἀήθης καὶ συνωφρυωμένη
χωρεῖ πρὸς ἡμᾶς γραῖα σημαίνουσά τι

ΤΡΟΦΟΣ.

ὦ παῖδες, ὡς ἄρ ̓ ἡμὶν οὐ σμικρῶν κακῶν ἦρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον. ΧΟ. τί δ ̓, ὦ γεραιά, καινοποιηθὲν λέγεις ; ΤΡ. βέβηκε Δηάνειρα τὴν πανυστάτην ὁδῶν ἁπασῶν ἐξ ἀκινήτου ποδός. ΧΟ. οὐ δή ποθ ̓ ὡς θανοῦσα ;

ΤΡ.

ΧΟ. τέθνηκεν ἡ τάλαινα ;

ΤΡ.

πάντ ̓ ἀκήκοας.

δεύτερον κλύεις.

ΧΟ. τάλαιν' ὀλεθρία, τίνι τρόπῳ θανεῖν σφε φῄς;

ΤΡ. σχετλιώτατα πρός γε πρᾶξιν.

ΧΟ.

γύναι, ξυντρέχει.

ΤΡ. αὑτὴν διηΐστωσε.

ΧΟ. τίς θυμός, ἢ τίνες νόσοι—

τάνδ' αἰχμὰν βέλεος κακοῦ

ξυνεῖλε ; πῶς ἐμήσατο

870

875

εἰπὲ τῷ μόρῳ,

880

πρὸς θανάτῳ θάνατον

ἀνύσασα μόνα ;

ΤΡ.

στονόεντος ἐν τομᾷ σιδάρου.

ΧΟ. ἐπειδες, ὦ ματαία, τάνδ' ὕβριν ;

ΤΡ. ἐπεῖδον, ὡς δὴ πλησία παραστάτες.
ΧΟ. τίς ἦν; πῶς; φέρ ̓ εἰπέ.

ΤΡ. αὐτὴ πρὸς αὐτῆς χειροποιεῖται τάδε,

[blocks in formation]

835

890

« PreviousContinue »