Page images
PDF
EPUB

ΝΕ. σοί που φίλος γ ̓ ὤν, χὦ λόγος τοιόσδε μου.
ΦΙ. πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ' ἐκδοῦναι θέλεις ;
ΝΕ. ὦ τάν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.

ΦΙ.

ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
ΝΕ. οὔκουν ἔγωγε· φημὶ δ ̓ οὔ σε μανθάνειν.
ΦΙ. ἐγὼ οὐκ ̓Ατρείδας ἐκβαλόντας οἶδά με ;
ΝΕ. ἀλλ ̓ ἐκβαλόντες εἰ πάλιν σώσουσ ̓ ὅρα.

ΦΙ.

οὐδέποθ' ἑκόντα γ' ὥστε τὴν Τροίαν ἰδεῖν. ΝΕ. τί δῆτ ̓ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ' ἐν λόγοις πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;

ὡς ῥᾷστ ̓ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῇν ὥσπερ ἤδη ζῇς ἄνευ σωτηρίας.

1385

1390

1395

ΦΙ.

ἔα με πάσχειν ταῦθ ̓ ἅπερ παθεῖν

με

δεῖ

ἃ δ ̓ ἤνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,

πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,

καὶ μὴ βράδυνε μηδ ̓ ἐπιμνησθῇς ἔτι

Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.

ΝΕ. εἰ δοκεῖ, στείχωμεν.

ΦΙ.

ΝΕ. ἀντέρειδε νῦν βάσιν σήν.

ΦΙ.

ΝΕ. αἰτίαν δὲ πῶς ̓Αχαιῶν φεύξομαι ;

ΦΙ.

1400

ὦ γενναῖον εἰρηκὼς ἔπος.

εἰς ὅσον γ ̓ ἐγὼ σθένω.

μὴ φροντίσῃς.

1405

ἐγὼ παρὼν

βέλεσι τοῖς Ηρακλέους

ΝΕ. τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν ;

ΦΙ.

ΝΕ. τίνα προσωφέλησιν ἔρξεις ;

ΦΙ.

ΝΕ. πῶς λέγεις ;

ΦΙ.

εἴρξω πελάζειν. [σῆς πάτρας * * .]

ΝΕ. [ἀλλ ̓ εἰ δρᾷς ταῦθ', ὥσπερ αὐδᾷς,] στεῖχε προσκύσας χθόνα.

ΗΡΑΚΛΗΣ.

μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων

ἀΐῃς μύθων, παῖ Ποίαντος·

φάσκειν δ ̓ αὐδὴν τὴν Ηρακλέους

1410

ἀκοῇ τε κλύειν λεύσσειν τ ̓ ὄψιν.
τὴν σὴν δ ̓ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπών,

τὰ Διός τε φράσων βουλεύματά σοι,
κατερητύσων θ ̓ ὁδὸν ἣν στέλλει·
σὺ δ ̓ ἐμῶν μύθων ἐπάκουσον.

καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ' ὁρᾶν.
καὶ σοί, σάφ ̓ ἴσθι, τοῦτ ̓ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ ̓ εὐκλεῖ θέσθαι βίον.
ἐλθὼν δὲ σὺν τῷδ ̓ ἀνδρὶ πρὸς τὸ Τρωικὸν
πόλισμα, πρῶτον μὲν νόσου παύσει λυγρᾶς,
ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,

1415

1420

1425

[blocks in formation]

ἃ δ ̓ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,

τόξων ἐμῶν μνημεία πρὸς πυρὰν ἐμὴν
κόμιζε. καὶ σοὶ ταῦτ ̓, ̓Αχιλλέως τέκνον,
παρῄνεσ ̓· οὔτε γὰρ σὺ τοῦδ ̓ ἄτερ σθένεις
ἑλεῖν τὸ Τροίας πεδίον οὔθ ̓ οὗτος σέθεν.
ἀλλ ̓ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ'. ἐγὼ δ ̓ Ασκληπιὸν
παυστήρα πέμψω σῆς νόσου πρὸς Ιλιον.
τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
τόξοις ἁλῶναι. τοῦτο δ ̓ ἐννοεῖσθ', ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς.
ὡς τάλλα πάντα δεύτερ ̓ ἡγεῖται πατὴρ
Ζεύς· ἡ γὰρ εὐσέβεια συνθνήσκει βροτοῖς,
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.

ΦΙ. ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας,

1435

1440

1445

χρόνιός τε φανείς,

οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις. ΝΕ. κἀγὼ γνώμῃ ταύτῃ τίθεμαι. ΗΡ. μή νυν χρόνιοι μέλλετε πράσσειν. καιρὸς καὶ πλοῦς

ὅδ ̓ ἐπείγει γὰρ κατὰ πρύμναν. ΦΙ. φέρε νυν στείχων χώραν καλέσω. χαῖρ ̓, ὦ μέλαθρον ξύμφρουρον ἐμοί, Νύμφαι τ' ἔνυδροι λειμωνιάδες, καὶ κτύπος ἄρσην πόντου *προβολῆς, οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη κρατ ̓ ἐνδόμυχον πληγαῖσι νότου, πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας

1450

1455

[blocks in formation]

321

NOTE ON THE MSS.

Y

I.

SYNOPSIS OF MSS. OF SOPHOCLES TO A.D. 1400.

[merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][ocr errors][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small][merged small]

The plays marked with an asterisk are incomplete in the MS. in question.

« PreviousContinue »