Page images
PDF
EPUB

οὐκ ἔστιν ὑμῶν ὅστις ἐξ ἴσου νοσεῖ.
τὸ μὲν γὰρ ὑμῶν ἄλγος εἰς ἕν ̓ ἔρχεται

μόνον καθ ̓ αὑτόν, κοὐδέν ̓ ἄλλον, ἡ δ' ἐμὴ
ψυχὴ πόλιν τε κἀμὲ καὶ σ ̓ ὁμοῦ στένει.
ὥστ ̓ οὐχ ὕπνῳ γ' εὕδοντά μ' ἐξεγείρετε,
ἀλλ ̓ ἴστε πολλὰ μέν με δακρύσαντα δή,
πολλὰς δ ̓ ὁδοὺς ἐλθόντα φροντίδος πλάνοις.
ἣν δ ̓ εὖ σκοπῶν εὕρισκον ἴασιν μόνην,
ταύτην ἔπραξα· παῖδα γὰρ Μενοικέως
Κρέοντ', ἐμαυτοῦ γαμβρόν, ἐς τὰ Πυθικὰ
ἔπεμψα Φοίβου δώμαθ', ὡς πύθοιθ ̓ ὅ τι
δρῶν ἢ τί φωνῶν τήνδε ῥυσαίμην πόλιν.
καί μ' ἦμαρ ἤδη ξυμμετρούμενον χρόνῳ
λυπεῖ τί πράσσει· τοῦ γὰρ εἰκότος πέρα
ἄπεστι πλείω τοῦ καθήκοντος χρόνου.
ὅταν δ ̓ ἵκηται, τηνικαῦτ ̓ ἐγὼ κακὸς

μὴ δρῶν ἂν εἴην πάνθ' ὅσ ̓ ἂν δηλοῖ θεός. ΙΕ. ἀλλ ̓ εἰς καλὸν σύ τ ̓ εἶπας οἶδε τ ̓ ἀρτίως

Κρέοντα προσστείχοντα σημαίνουσί μοι.
ΟΙ. ώναξ "Απολλον, εἰ γὰρ ἐν τύχῃ γέ τῳ
σωτῆρι βαίη λαμπρὸς ὥσπερ ὄμματι.
ΙΕ. ἀλλ ̓ εἰκάσαι μέν, ἡδύς. οὐ γὰρ ἂν κάρα

πολυστεφὴς ὧδ ̓ εἶρπε παγκάρπου δάφνης. ΟΙ. τάχ ̓ εἰσόμεσθα· ξύμμετρος γὰρ ὡς κλύειν. ἄναξ, ἐμὸν κήδευμα, παῖ Μενοικέως,

ΟΙ.

τίν ̓ ἡμὶν ἥκεις τοῦ θεοῦ φήμην φέρων ;
ΚΡΕΩΝ.

ἐσθλήν· λέγω γὰρ καὶ τὰ δύσφορ', εἰ τύχοι
κατ ̓ ὀρθὸν ἐξελθόντα, πάντ ̓ ἂν εὐτυχεῖν.
ἔστιν δὲ ποῖον τοὔπος; οὔτε γὰρ θρασὺς
οὔτ ̓ οὖν προδείσας εἰμὶ τῷ γε νῦν λόγῳ.
ΚΡ. εἰ τῶνδε χρήζεις πλησιαζόντων κλύειν,
ἕτοιμος εἰπεῖν, εἴτε καὶ στείχειν ἔσω.
ἐς πάντας αὔδα. τῶνδε γὰρ πλέον φέρω

ΟΙ.

[blocks in formation]

ΟΙ.

γῆς τῆσδε, πρὶν σὲ τήνδ' ἀπευθύνειν πόλιν.

ΟΙ. ἔξοιδ ̓ ἀκούων· οὐ γὰρ εἰσεῖδόν γέ πω.

ΚΡ. τούτου θανόντος νῦν ἐπιστέλλει σαφῶς
τοὺς αὐτοέντας χειρὶ τιμωρεῖν τινάς.
οἱ δ ̓ εἰσὶ ποῦ γῆς; ποῦ τόδ' εὑρεθήσεται
ἴχνος παλαιᾶς δυστέκμαρτον αἰτίας ;

ΚΡ. ἐν τῇδ' ἔφασκε γῇ. τὸ δὲ ζητούμενον

ἁλωτὸν, ἐκφεύγει δὲ τἀμελούμενον.

ΟΙ. πότερα δ' ἐν οἴκοις, ἢ ὂν ἀγροῖς ὁ Λάϊος,
ἡ γῆς ἐπ' ἄλλης τῷδε συμπίπτει φόνῳ ;

ΚΡ. θεωρός, ὡς ἔφασκεν, ἐκδημῶν, πάλιν

πρὸς οἶκον οὐκέθ ̓ ἵκεθ ̓, ὡς ἀπεστάλη.

ΟΙ. οὐδ ̓ ἄγγελός τις οὐδὲ συμπράκτωρ ὁδοῦ

κατεῖδεν, * οὗ τις ἐκμαθὼν ἐχρήσατ ̓ ἄν ;

ΚΡ. θνήσκουσι γάρ, πλὴν εἰς τις, ὃς φόβῳ φυγὼν
ὧν εἶδε πλὴν ἓν οὐδὲν εἶχ ̓ εἰδὼς φράσαι.

ΟΙ. τὸ ποῖον ; ἓν γὰρ πόλλ ̓ ἂν ἐξεύροι μαθεῖν,

ἀρχὴν βραχεῖαν εἰ λάβοιμεν ἐλπίδος.

ΚΡ. λῃστὰς ἔφασκε συντυχόντας οὐ μια

ῥώμῃ κτανεῖν νιν, ἀλλὰ σὺν πλήθει χερῶν.

ΟΙ, πῶς οὖν ὁ λῃστής, εἴ τι μὴ ξὺν ἀργύρῳ

ἐπράσσετ ̓ ἐνθένδ', ἐς τόδ ̓ ἂν τόλμης ἔβη;

ΚΡ. δοκοῦντα ταῦτ ̓ ἦν· Λαΐου δ ̓ ὀλωλότος,
οὐδεὶς ἀρωγὸς ἐν κακοῖς ἐγίγνετο,

[merged small][merged small][ocr errors][merged small][ocr errors][merged small][merged small][merged small]

ΟΙ. κακὸν δὲ ποῖον ἐμποδὼν τυραννίδος

οὕτω πεσούσης εἶργε τοῦτ ̓ ἐξειδέναι ;

ΧΟΡΟΣ.

ἢ περιτελλομέναις ὥραις πάλιν ἐξανύσεις χρέος.

εἰπέ μοι, ὦ χρυσέας τέκνον Ελπίδος, ἄμβροτε Φάμα.

ἠνύσατ ̓ ἐκτοπίαν φλόγα πήματος, ἔλθετε καὶ νῦν.

[blocks in formation]

παιὰν δὲ λάμπει στονόεσσά τε γῆρυς ὅμαυλος

ὧν ὕπερ, ὦ χρυσέα θύγατερ Διός,

εὐῶπα πέμψον ἀλκάν

ἀστραπῶν κράτη νέμων,

[blocks in formation]

πεύκα ἐπὶ τὸν ἀπότιμον ἐν θεοῖς θεόν.
ΟΙ. αἰτεῖς· ἃ δ ̓ αἰτεῖς, τἄμ' ἐὰν θέλῃς ἔπη
κλύων δέχεσθαι τῇ νόσῳ θ ̓ ὑπηρετεῖν,
ἀλκὴν λάβοις ἂν κἀνακούφισιν κακῶν·
ἁγὼ ξένος μὲν τοῦ λόγου τοῦδ ̓ ἐξερῶ,
ξένος δὲ τοῦ πραχθέντος. οὐ γὰρ ἂν μακρὰν
ἴχνευον αὐτό, μὴ οὐκ ἔχων τι σύμβολον.
νῦν δ ̓, ὕστερος γὰρ ἀστὸς εἰς ἀστοὺς τελῶ,
ὑμῖν προφωνῶ πᾶσι Καδμείοις τάδε·
ὅστις ποθ ̓ ὑμῶν Λάϊον τὸν Λαβδάκου
κάτοιδεν ἀνδρὸς ἐκ τίνος διώλετο,
τοῦτον κελεύω πάντα σημαίνειν ἐμοί·
κεἰ μὲν φοβεῖται, τοὐπίκλημ ̓ ὑπεξελὼν
αὐτὸς καθ ̓ αὑτοῦ· πείσεται γὰρ ἄλλο μὲν
ἀστεργὲς οὐδέν, γῆς δ ̓ ἄπεισιν ἀσφαλής
εἰ δ ̓ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς
τὸν αὐτόχειρα, μὴ σιωπάτω· τὸ γὰρ
κέρδος τελῶ ̓γὼ χή χάρις προσκείσεται.
εἰ δ ̓ αὖ σιωπήσεσθε, καί τις ἢ φίλου
δείσας ἀπώσει τοὔπος ἢ χαὐτοῦ τόδε,
ἱκ τῶνδε δράσω, ταῦτα χρὴ κλύειν ἐμοῦ.
τὸν ἄνδρ ̓ ἀπαυδῶ τοῦτον, ὅστις ἐστί, γῆς
τῆσδ', ἧς ἐγὼ κράτη τε καὶ θρόνους νέμω,
μήτ' ἐσδέχεσθαι μήτε προσφωνεῖν τινά,
μήτ' ἐν θεῶν εὐχαῖσι μήτε θύμασιν

215

220

225

230

235

« PreviousContinue »