Page images
PDF
EPUB

ARISTOPHANIS COMEDIÆ.

ACCEDUNT

PERDITARUM FABULARUM FRAGMENTA

EX RECENSIONE

G. DINDORFII.

TOMI IV. PARS II.

SCHOLIA GRÆCA EX CODICIBUS AUCTA ET EMENDATA.

OXONII,

E TYPOGRAPHEO ACADEMICO.

MDCCCXXXVIII.

ΒΑΤΡΑ Χ Ο Ι.

ΥΠΟΘΕΣΕΙΣ.

I.

Διόνυσός ἐστι μετὰ θεράποντος Ξανθίου κατὰ Εὐριπίδου πόθον εἰς Αιδου κατιών· ἔχει δὲ λεοντῆν καὶ ῥόπαλον, πρὸς τὸ τοῖς ἐντυγχά νουσιν ἔκπληξιν παρασχεῖν. ἐλθὼν δὲ ὡς τὸν Ἡρακλέα πρότερον, ἵνα ἐξετάσῃ τὰ κατὰ τὰς ὁδοὺς, ᾗ καὶ αὐτὸς ἐπὶ τὸν Κέρβερον 5 ᾤχετο, καὶ ὀλίγα ἄττα περὶ τῶν τραγικῶν τούτῳ διαλεχθεὶς ὁρμᾷ πρὸς τὸ προκείμενον. ἐπεὶ δὲ πρὸς τῇ ̓Αχερουσίᾳ λίμνῃ γίνεται, ὁ μὲν Ξανθίας, διὰ τὸ μὴ συννεναυμαχηκέναι τὴν περὶ ̓Αργινούσας ναυμαχίαν, ὑπὸ τοῦ Χάρωνος οὐκ ἀναληφθεὶς πεζῇ τὴν κύκλῳ που ρεύεται. ὁ δὲ Διόνυσος δύο ὀβολῶν περαιοῦται, προσπαίζων ἅμα τοῖς το κατὰ τὸν πόρον ᾄδουσι βατράχοις καὶ γελωτοποιῶν. μετὰ ταῦτα ἐν "Αιδου τῶν πραγμάτων ἤδη χειριζομένων οἵ τε μύσται χορεύοντες ἐν τῷ προφανεῖ καὶ τὸν Ιακχον ᾄδοντες ἐν χοροῦ σχήματι καθορῶνται, ὅ τε Διόνυσος μετὰ τοῦ θεράποντος εἰς ταὐτὸν ἔρχεται τούτοις. τῶν δὲ προηδικημένων ὑπὸ Ἡρακλέους προσπλεκομένων τῷ Διονύσῳ, διὰ 15 τὴν ἐκ τῆς σκευῆς ἄγνοιαν, μέχρι μέν τινος οὐκ ἀγελοίως χειμάζον ται, εἶτα μέντοι γε ὡς τὸν Πλούτωνα καὶ τὴν Περσέφατταν πα

[blocks in formation]

εν

[blocks in formation]

ραχθέντες ἀλεώρας τυγχάνουσιν. ἐν δὲ τούτῳ ὁ μὲν τῶν μυστῶν χορὸς περὶ τοῦ τὴν πολιτείαν ἐξισῶσαι καὶ τοὺς ἀτίμους ἐντίμους ποιῆσαι χατέρων τινῶν πρὸς τὴν ̓Αθηναίων πόλιν διαλέγεται. τὰ δὲ λοιπὰ τοῦ δράματος μονόκωλα, ἄλλως δὲ τερπνὴν καὶ φιλόλογον 5 λαμβάνει σύστασιν. παρεισάγεται γὰρ Εὐριπίδης Αἰσχύλῳ περὶ τῆς τραγικῆς διαφερόμενος, τὸ μὲν ἔμπροσθεν Αἰσχύλου παρὰ τῷ "Αιδῃ βραβεῖον ἔχοντος, τότε δὲ Εὐριπίδου τῆς τιμῆς ἀντιποιησαμένου καὶ τοῦ τραγῳδικοῦ θρόνου. συστήσαντος δὲ τοῦ Πλούτωνος αὐτοῖς τὸν Διόνυσον διακούειν, ἑκάτερος αὐτοῖν λόγους πολλοὺς καὶ το ποικίλους ποιεῖται, καὶ τέλος πάντα ἔλεγχον καὶ πᾶσαν βάσανον οὐκ ἀπιθάνως ἑκατέρου κατὰ τῆς θατέρου ποιήσεως προσαγαγόντος, κρίνας παρὰ προσδοκίαν ὁ Διόνυσος τὸν Αἰσχύλον νικᾶν, ἔχων αὐτὸν ὡς τοὺς ζῶντας ἀνέρχεται. [οὐ δεδήλωται μὲν ὅπου ἐστὶν ἡ σκηνή εὐλογώτατον δ' ἐν Θήβαις· καὶ γὰρ ὁ Διόνυσος ἐκεῖθεν καὶ πρὸς τὸν 15 Ἡρακλέα ἀφικνεῖται Θηβαῖον ὄντα.]

Τὸ δὲ δρᾶμα τῶν εὖ πάνυ καὶ φιλολόγως πεποιημένων. ἐδιδάχθη ἐπὶ Καλλίου τοῦ μετὰ ̓Αντιγένη διὰ Φιλωνίδου εἰς Λήναια. πρῶτος ἦν· δεύτερος Φρύνιχος Μούσαις Πλάτων τρίτος Κλεοφῶντι. οὕτω δὲ ἐθαυμάσθη τὸ δρᾶμα διὰ τὴν ἐν αὐτῷ παράβασιν, ὥστε καὶ ἀνεδι 2ο δάχθη, ὥς φησι Δικαίαρχος.

[blocks in formation]

II.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ.
Μαθὼν παρ' Ηρακλέους Διόνυσος τὴν ὁδὸν
πρὸς τοὺς κατοιχομένους πορεύεται, λαβὼν
τὸ δέρμα καὶ τὸ σκύταλον, ἀναγαγεῖν θέλων
Εὐριπίδην λίμνην τε διέβαινεν κάτω

καὶ τῶν βατράχων ἀνέκραγεν εὔφημος χορός.
ἔπειτα μυστῶν ἐκδοχή. Πλούτων δ' ἰδὼν
ὡς Ἡρακλεῖ προσέκρουσε διὰ τὸν Κέρβερον.
ὡς δ ̓ ἀνεφάνη, τίθεται τραγῳδίας ἀγὼν,

καὶ δὴ στεφανοῦταί γ' Αἰσχύλος. τοῦτον δ ̓ ἄγει
Διόνυσος εἰς φῶς, οὐχὶ μὰ Δί' Εὐριπίδην.

III.

ΘΩΜΑ ΤΟΥ ΜΑΓΙΣΤΡΟΥ.

5

10

Διόνυσος Εὐριπίδου πόθῳ ληφθεὶς καὶ οὐχ οἷος τ ̓ ἂν ἄλλως θερα- 15 πεῦσαι τὸν ἔρωτα, εἰς ᾅδου κατελθεῖν ἠβουλήθη, ὅπως ἐκεῖ τούτῳ ἐντύχῃ. ἐπεὶ δὲ τῆς ὁδοῦ ἄπειρος ἦν, ἔγνω δεῖν εἰς Ἡρακλέα πρόσθεν ἐλθεῖν. οὗτος γὰρ πάλαι, κελεύσαντος Εὐρυσθέως, Κερβέρου χάριν εἰς "Αιδου κατῄει. ἐλθὼν δὲ καὶ πυθόμενος περὶ τῆς ὁδοῦ, ἤκουσε παρ' αὐτοῦ, ὅπως ἄρα δεῖ κατελθεῖν, χαριεντισαμένου πρὸς αὐτὸν 20 πρότερον. Διόνυσος δὲ καὶ πρὶν ἀπαντῆσαι πρὸς Ἡρακλέα, κατ ̓ αὐτὸν ἐσκευάσθη, λεοντῆν ἐνδεδυμένος καὶ ῥόπαλον φέρων. ὡς οὖν ἤκουσε παρ ̓ Ἡρακλέους περὶ τῆς ὁδοῦ, μεθ ̓ ἑαυτοῦ δοῦλόν τινα ἔχων Ξανθίαν, ἐχωρει πρὸς "Αιδην, καὶ πρῶτον μὲν ἐντυγχάνει τῇ Αχερουσίᾳ λίμνῃ, καὶ ὁρᾷ ἐν αὐτῇ τὸν Χάροντα μετὰ σκάφους, δι' 25 οὗ τοὺς τεθνεῶτας εἰς ᾅδου ἐπέρα. καὶ ὁ μὲν Ξανθίας οὐκ ἐπέβη τοῦ σκάφους, διὰ τὸ μὴ τὴν ἐν ̓Αργινούσαις ναυμαχῆσαι μάχην πεζῇ

[blocks in formation]
« PreviousContinue »