Page images
PDF
EPUB

17

στευσαν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἦν, καὶ ὅτι ὁ Ἅγιος τοῦ Θεοῦ ἦν, καὶ ὅτι ἐξουσίαν εἶχεν αὐτῶν. ὅρα δὲ καὶ δι ̓ ἑτέρου πνευματικὴν σύνεσιν· οὐ γὰρ εἶπε, τί τὸ ὄφελος, ἐὰν πίστιν τις ἔχῃ ἀλλὰ τί τὸ ὄφελος, ἐὰν λέγῃ τις πίστιν ἔχειν; ὡσεὶ σαφέστερον ἔλεγε, δεϊξόν μοι τὸ πρᾶγμα, ἀφ ̓ οὗ σοι τὴν προσηγορίαν ταύτην λογί- 5 σομαι· ἐὰν λέγῃς μὲν ἔχειν, μὴ ὀρθῶς δὲ τὸ τὴν προσηγορίαν ποιοῦν, οὐδὲ τοῦ ὀνόματός σοι μεταδώσω τῆς πίστεως. κατὰ ποίου γάρ σοι πράγματος ἡ προσηγορία τίθεται ; ὥστε ἐὰν μὴ τὰ ἔργα παρῇ, οὐδὲ ἡ προσηγορία χώραν ἕξει ποτέ.

Οὕτω καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστι καθ' το 18 ἑαυτήν. ἀλλ ̓ ἐρεῖ τις, σὺ πίστιν ἔχεις, κἀγὼ ἔργα ἔχω,

δεῖξόν μοι τὴν πίστιν σου ἐκ τῶν ἔργων σου· κἀγὼ 19 δείξω σοι ἐκ τῶν ἔργων μου τὴν πίστιν μου· σύ πιστεύεις ὅτι ὁ Θεὸς εἷς ἐστι, καλῶς ποιεῖς καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι.

66

[ocr errors]

15

Το ΧΡΥΣΟΣΤΟΜΟΥ. Κὰν γὰρ εἰς τὸν Πατέρα καὶ εἰς τὸν Υἱὸν ὀρθῶς τις πιστεύῃ, καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, βιὸν δὲ μὴ ἔχῃ ὀρθὸν, οὐδὲν αὐτῷ κέρδος τῆς πίστεως εἰς σωτηρίαν. οὐκοῦν ὅταν λέγη, σε καὶ αὕτη γάρ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσί σε σε τὸν μόνον ἀληθινὸν Θεὸν,” μὴ νομίσωμεν ἡμῖν ἀρκεῖν εἰς σωτη- 20 ρίαν τὸ λεγόμενον· δεῖ γὰρ ἡμᾶς καὶ βίου καὶ πολιτείας καθαρω τάτης.

Τοῦ Αὐτοῦ. Μέγα μὲν πίστις καὶ σωτήριον, καὶ ταύτης ἄνευ, οὐκ ἔνι σωθῆναί ποτε· ἀλλ ̓ οὐκ ἀρκεῖ καθ ̓ ἑαυτὴν τοῦτο ἐργάσασθαι· ἀλλὰ δεῖ καὶ πολιτείας ὀρθῆς· ὥστε διὰ τοῦτο καὶ Παῦλος 25 τοῖς ἤδη τῶν μυστηρίων καταξιωθεῖσι, παραινεῖ λέγων σε σπου

66

66

δάσωμεν εἰσελθεῖν εἰς τὴν κατάπαυσιν ἐκείνην” σπουδάσωμεν φησὶν, ὡς οὐκ ἀρκούσης τῆς πίστεως, ἀλλ ̓ ὀφείλοντος προτεθῆναι καὶ τοῦ βίου, καὶ πολλὴν τὴν σπουδὴν γίνεσθαι· δεῖ γὰρ ὄντως καὶ πολλῆς σπουδῆς ὥστε εἰσελθεῖν εἰς τὸν οὐρανόν. εἰ γὰρ γῆς 30 οὐ κατηξιώθησαν οἱ τοσαῦτα ταλαιπωρηθέντες ἐν τῇ ἐρήμῳ, καὶ γῆς τυχεῖν οὐκ ἠδυνήθησαν, ἐπεὶ ἐγόγγυσαν, καὶ ἐπειδὴ ἐπόρνευ σαν, πῶς τὸν οὐρανὸν ἡμεῖς καταξιωσηθόμεθα, ἀδιαφόρως ζῶντες καὶ ῥαθύμως ; δεῖ τοίνυν ἡμῖν πολλῆς σπουδῆς. Καὶ πάλιν—

20

σε Πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν.” εἰκότως· ὥσπερ γὰρ σῶμα καλὸν καὶ εὐανθὲς, ὅταν ἰσχὺν μὴ ἔχῃ, ἀλλὰ τοῖς ἐζωγρα φημένοις η προσευικὸς, οὕτω πίστις ὀρθὴ χωρὶς ἔργων.

Περὶ τῆς μετὰ τὸ βάπτισμα πίστεως φησὶν, ὅτι νεκρὰ καθέστηκεν, ἐάν τις αὐτὴν ἄπρακτον ἔχῃ, καὶ μὴ βεβαιοῖ ταύτην τοῖς 5 τῆς δικαιοσύνης ἐπιτηδεύμασιν. ἀρραβὼν γὰρ ἀγαθῆς πολιτείας ὑπάρχει τὸ βάπτισμα. καὶ γὰρ ὁ Κύριος οὕτω πρὸς τύπον ἡμέ τερον βαπτισθεὶς ὑπὸ Ἰωάννου, καὶ ἁγιάσας τὰ ὕδατα, καὶ ἀρχὴν δοὺς τῷ ἡμετέρῳ βαπτίσματι, πρὸς τὸ ὄρος ἄνεισι, καὶ τῆς πρὸς τὸν διάβολον πάλης ἀνέχεται, καὶ πᾶσαν αὐτοῦ προκαταλύει την ιο δύναμιν ἡμῖν πρόγραμμα καὶ χαρακτῆρα τοῦ τύπου διδοὺς, εἰς τὸ γινώσκειν, ὡς μετὰ τὸ θεῖον λουτρὸν ἔργων δεῖ, καὶ ἀγῶνες ἡμᾶς ἀναμένουσιν, οὓς χρὴ νομίμως διελθεῖν πρὸς τὸν ἀντίπαλιν, διὰ τῆς τῶν ἀρετῶν ἐπιδείξεως.

Θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενὲ, ὅτι ἡ πίστις 15 21 χωρὶς τῶν ἔργων νεκρά ἐστι ; Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον ;

Αντιθήσει τις ἴσως καὶ ἐρεῖ· καὶ μὴν καὶ ὁ Παῦλος τὸν Ἀβραὰμ εἰς τύπον ἔλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον χωρίς 20 ἔργων διὰ τῆς πίστεως· καὶ Ἰάκωβος δὲ τὸν αὐτὸν ̓Αβραὰμ εἰς εἰκόνα παρέλαβε τοῦ δικαιοῦσθαι τὸν ἄνθρωπον, οὐκ ἐκ πίστεως μόνης ἀλλὰ καὶ ἐξ ἔργων βεβαιούντων τὴν πίστιν. πῶς οὖν οὐκ ἐναντία ταῦτα; καὶ πῶς ὁ αὐτὸς ̓Αβραὰμ καὶ τῆς ἀπράκτου καὶ τῆς μετὰ τῶν ἔργων πίστεως ἐστὶν εἰκών; ἀλλ ̓ ἕτοιμον ἐκ τῶν 25 θείων γραφῶν τὴν λύσιν ἐπαγαγεῖν. ὁ γὰρ εἷς Ἀβραὰμ τοῖς χρόνοις διαστελλόμενος ἑκατέρας πίστεως ἐστὶν εἰκών· καὶ τῆς πρὸ τοῦ βαπτίσματος, τῆς μὴ ἐπιζητούσης ἔργα, μόνον δὲ τὴν ὁμολογίαν καὶ τὸ ῥῆμα τῆς σωτηρίας, ᾧ δικαιούμεθα πιστεύοντες εἰς Χριστὸν, καὶ τῆς μετὰ τὸ βάπτισμα, τῆς συνεζευγμένης τοῖς ἔργοις. οὕτως 30 οὐκ ἐναντίον φαίνεται τὸ ἐν τοῖς Ἀποστόλοις ἓν καὶ τὸ αὐτὸ λαλῆς σαν Πνεῦμα περί τε τῆς πρὸ τοῦ βαπτίσματος πίστεως τῆς μὲν δι ̓ ὁμολογίας ψιλῆς καὶ ἀπράκτου, δικαιούσης τὸν προτερα χόμενον, ἱκανὸν ἔχοντα σωτηρίας ἐφόδιον τὸ θεῖον λουτρὸν, εἴγε

22

23

66

παραχρῆμα μετασταίη τοῦ βίου τῆς δὲ, τὸν ἤδη βεβαπτισμένον, ἀπαιτούσης καὶ ἀγαθῶν ἔργων ἐπίδειξιν, καὶ πρὸς ἕτερον μέτρον ἀναγούσης αὐτόν· διὸ καὶ ἁρμοδίως ἄγαν ὁ Ἰάκωβος ἔφη περὶ αὐτῆς, “ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.” καὶ γὰρ καὶ ὁ Παῦλος συνάδει λέγων αὐτῷ ἑτέρωθι, διδάσκων τὴν μετὰ τὸ 5 βάπτισμα πίστιν, τὴν διὰ τῶν ἔργων τελείωσιν ἀπαιτεῖν· λέγει γὰρ, “ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ πίστις “ δι' ἀγάπης ἐνεργουμένη.” ἡ δὲ ἀγάπη πολλῆς φιλοσοφίας δεῖται εἰς τὸ πληρωθῆναι.

66

ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΗ͂Σ ΠΡὸΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΗΣ. Ἐπειδὴ 10 ὁ μακάριος Ιάκωβος τὸν ̓Αβραὰμ λέγει ἐξ ἔργων δικαιῶσθαι ἀνενέγκοντα Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον· ὁ δὲ Παῦλος λέγει αὐτὸν ἐκ πίστεως δεδικαιῶσθαι, οὕτω τὴν δοκοῦσαν ἐναντιότητα νοητέον· ὅτι πρὸ μὲν τοῦ ἔχειν τὸν Ἰσαὰκ ἐπίστευσεν, καὶ μισθὸν πίστεως ἔλαβε τὸν Ἰσαάκ· ὅμως καὶ ὅτε ἀνήνεγκε τὸν 15 Ἰσαὰκ ἐπὶ τὸ θυσιαστήριον, οὐ μόνον τὸ ἔργον ἐποίει ὃ προσετάγη, ἀλλὰ καὶ τῆς πίστεως οὐκ ἀπέστη, “ ὅτι ἐν τῷ Ἰσαὰκ μέλλει τὸ σπέρμα αὐτοῦ πολυπληθεῖν ὡς τὰ ἄστρα, λογισάμενος ὅτι καὶ ἐκ σε νεκρῶν ἐγεῖραι δυνατὸς ὁ Θεός.” ὅμως ὁ Παῦλος μαρτύρα τῶν ἰδίων λόγων καὶ συλλήπτορα ποιεῖται τὸν μακάριον Δαβίδ, ἄνδρα διαβόητον ἐν εὐσεβείᾳ, καὶ σοφῶς διασκευάζει ὡς ἐν Πνεύματι τὴν διὰ πίστεως ἄφεσιν, καὶ διαγγέλλει πᾶσιν ἀνθρώποις· ᾔδει γὰρ ἐν Χριστῷ παρεσομένην κατὰ καιρούς.

66

66

Βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ, καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη.

ΚΥΡΙΛΛΟΥ. Προσεκόμιζε τὸ λογικὸν ἱερεῖον, καὶ τοῖς τῆς φύσεως νόμους ἐρρῶσθαι φράσας, καὶ τῆς ἀπαραιτήτου φιλοστοργίας πατήσας τὸ κέντρον, καὶ τῶν ἐπιγείων οὐδὲν τῆς εἰς Θεὸν ἀντιπαρεξάγων ἀγάπης.

25

Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Ἐπίστευσε δὲ30 ̓Αβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, 24 καὶ φίλος τοῦ Θεοῦ ἐκλήθη. ὁρᾶτε ὅτι ἐξ ἔργων δικαι οὗται ἄνθρωπος, καὶ οὐκ ἐκ πίστεως μόνον

D

Κυρίλλου. Γέρας οὖν ἔχει τὴν δικαιοσύνην ὁ πίστει τιμῶν τὸν τῶν ὅλων Θεὸν καὶ δεσπότην.

25 Ομοίως δὲ καὶ Ραὰβ ἡ πόρνη, οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους, καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα ;

Εν

ΣΕΥΗΡΙΑΝΟΥ͂ ΕΠΙΣκόπου ΓΑΒΑΛΩΝ. ̓́Ακουε τῆς γραφῆς μαρτυρούσης αὐτῇ τὰ κατορθώματα· ἦν ἐν πορνείᾳ μαργαρίτης ἐν βορβόρῳ πεφυρμένος χρυσὸς, ἐν πηλῷ διερριμμένος· ἄνθος εὐσεβείας ἀκάνθοις κεχωσμένον· εὐσεβὴς ψυχὴ ἐν ἀσεβείας χώρῳ κατακέκλειστο.

“ Τοὺς ἀγγέλους,” κατασκόπους.

26 Ὥσπερ γὰρ τὸ σῶμα χωρὶς τοῦ πνεύματος νεκρόν

Ι

ή

ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστι. Τὴν ψυχὴν λέγει.

[merged small][ocr errors]

Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε, ἀδελφοί μου· εἰδότες 15 ὅτι μεῖζον κρίμα ληψόμεθα.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐπειδὴ τὸ διδάσκειν ἄνευ τοῦ ποιεῖν οὐ μόνον κέρδος οὐδὲν, ἀλλὰ καὶ ζημίαν πολλὴν καὶ κατάκρισιν φέρει τῷ μετὰ τοσαύτης ἀπροσεξίας διοικοῦντι τὸν βίον τὸν ἑαυτοῦ, τὴν φιλονεικίαν τῶν μὴ βουλομένων ἐργάζεσθαι ἐκκόπτων, τὸ διδάσκειν 2ο ἀπεῖπε τοῖς ἄνευ ἔργου διδάσκουσι, κρίμα μέγα ἐπιτιθείς. ὁ γὰρ τὰ μὴ ὄντα κατάκριτος, ὥσπερ καὶ τέλειος, ὁ μὴ πταίων ἐν ἔργῳ καὶ λόγῳ τῆς διδασκαλίας, καὶ δυνατὸς καὶ ὅλον τὸ σῶμα χαλι ναγωγῆσαι. εἰ γὰρ ταῦτα διδάσκει, καὶ τὴν πίστιν ὁρίζεται λίγων ὀρθῶν μετὰ ἔργων λαμπρῶν συμφώνων τῇ πίστει· δηλονότι ὅλον 25 ἑαυτοῦ χαλιναγωγεῖ τὸ σῶμα, μηδεμίαν φιλίαν πρὸς τὸν κόσμον ἔχειν αὐτὸ ἐῶν.

2 Πολλὰ γὰρ πταίομεν ἅπαντες.

66

[ocr errors]

εν

Σευήρου. Εἰ γὰρ “ πολλὰ πταίομεν ἅπαντες, ὥς που τις ἔφη τῶν Χριστοῦ μαθητῶν, δεῖ τὰς ἀντιρρόπους πράξεις ἀγαθὰς 30 ἐπιτηδεύειν ἡμᾶς, δυναμένας ἐξιλεοῦσθαι τὸν πάντων κριτὴν καὶ Θεὸν, ἐν οἷς ἀσθενήσαντες ὡς ἄνθρωποι τοῖς πάθεσιν ὑπεκλίθημεν, καὶ μὴ ἀπογνῶναι τῆς ἡμετέρας σωτηρίας.

ΚΕΦ. Ε.

Οτι ἡ προπετὴς καὶ ἄτακτος γλῶττα θανατοῖ τὸν κεκτημένον· ἧς κρατεῖν ἀνάγκη εἰς εὐφημίαν καὶ δόξαν Θεοῦ.

Εἴτις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.

5

ΚΥΡΙΛΛΟΥ. Βεβηκότος γὰρ νοῦ καὶ φρενὸς τῆς τελειοτάτης ἀπόδειξις ἐναργής, τὸ μηδὲν ἐξίτηλον ἐπὶ γλώσσης ἔχειν, ἤγουν ἀθυροστομεῖν ἀνέχεσθαί ποτε· ἡγεῖσθαι δὲ μᾶλλον τοῦ παντὸς ἄξιον λόγον, εὐηγορεῖν εἰδέναι καὶ λαλεῖν τὰ παντὸς ἐπαίνου μεστά. χρῆμα δὴ οὖν πρεπωδέστατον ὅτι μάλιστά γε ἐν τοῖς εὐζωεῖν ᾑρης το μένοις τὸ λαλεῖν σοφίαν· ἀπόβλητον γὰρ ἁγίοις τὸ μωρολογεῖν, καὶ ἀσύνηθες κομιδῆ τὸ κεχρῆσθαί τισιν ἢ εὐτραπελίαις, ἤγουν αἰσχρορημοσύναις, αἳ οὐκ ἀνῆκον, καθά φησιν, ὁ πάνσοφος Παῦλος· φίλον δὲ αὐτοῖς καὶ διὰ σπουδῆς γεγόνασι τούτον εὐηγορεῖν· διαμέμνηται γὰρ κατὰ τὸ εἰκὸς τῆς ἁγίας λεγούσης γραφής σε ὁ 15 * λόγος ὑμῶν ἐν χάριτι ἅλατι ἠρτυμένος, ἵνα δῷ χάριν τοῖς ἀκού

66

66

σε ουσι.” Καὶ πάλιν—ἀποδέχεται μὲν ἡ θεόπνευστος γραφὴ τὸ ἐπιεικὲς εἰς λόγους, καταψέγει δὲ μάλα εἰκότως τῆς γλώσσης τὸ ἀκρατές. ἔφη μὲν γὰρ “ εἴτις ἐν λόγῳ οὐ πταίει, οὗτος σε τέλειος ἀνὴρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.” 20 ψάλλει δέ που καὶ Δαβίδ, “ θου, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.” Καὶ πάλιν

66

66

“ Εἶτα φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ

[ocr errors]

μου.” ἀρίστη γὰρ φυλακὴ τὸ ἄπταιστον ἔχειν τὴν γλῶσσαν.

3 Ἰδοὺ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα 25 βάλλομεν πρὸς τὸ πείθεσθαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ 4 σῶμα μετάγομεν αὐτῶν. ἰδοὺ καὶ τὰ πλοῖα τηλικαῦτα ὄντα, καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου, ὅπου ἂν ἡ ὁρμὴ τοῦ εὐθύ νοντος βούληται.

Ἔτι καὶ ταῦτα περὶ τοῦ μὴ δεῖν ὡς ἔτυχε τὴν γλῶσσαν κινεῖν. λέγει οὖν ὅτι εἰ χαλινῷ θράσος ἵππου ἀνακόπτομεν, καὶ πηδαλίω μικρῷ ὁρμὴν πλοίου μεταφέρομεν, πολλῷ μᾶλλον τὴν γλῶτταν

30

« PreviousContinue »