Page images
PDF
EPUB

16

εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσὶ, καὶ ἔθνη καὶ γλῶσσαι.

ων

Τὰ δέκα κέρατα, δέκα βασιλεῖς εἶναι φασὶν ἐκ τῆς Ῥωμαίων ἀρχῆς ἀναστησομένους ἐν τοῖς ἐσχάτοις καιροῖς, ὧν ἐν μέσῳ ὁ Αντίχριστος ἀναστήσεται. τὸ δὲ μὴ τὸ λαβεῖν αὐτοὺς βασιλείαν 5 ἀλλ ̓ ἐξουσίαν ὡς βασιλεῖς καὶ μίαν ὥραν, τὸ μὲν ὡς βασιλεῖς διὰ τὸ ἀνέδραστον καὶ σκιῶδες τῆς βασιλείας αὐτῶν φησι, τὸ δὲ μίαν ὥραν μετὰ τοῦ θηρίου, ὥραν, τὸ βραχὺ τοῦ χρόνου παριστῶν βούλεται, ἤτοι δι' οὗ ἡ τοῦ ἐνιαυτοῦ ὥρα συντελεῖται, καθ ̓ ἣν τῷ Ἀντιχρίστῳ τῷ ὑπερέχοντι ὑποταγήσονται. ἢ καὶ ὥραν, τὸν 1ο ἀπολαυστικὸν βίον νοητέον.

Καὶ τὸ ἀρνίον νικήσει αὐτοὺς, καὶ τὰ ἑξῆς.

Εἰκότως ὡς καὶ Κύριος κυρίων, καὶ Βασιλεὺς βασιλέων, καὶ ὑπασπισταὶ αὐτοῦ κλητοί, τὴν κλῆσιν οὐ κατὰ τὸ ἐπιτυχὸν ἔχοντες, ἀλλὰ κατὰ τὸ καίριον καὶ διηκριβωμένον καὶ ἀμετάθετον. 15 διὸ καὶ πιστοὶ, ὅτι ὁ πιστὸς ἑνὶ προσανέχει δεσπότῃ, οὐ δυνάμενος δυσὶ κυρίοις δουλεύειν.

Τὰ ὕδατα ἃ εἶδες.

Προείρηται ἡμῖν περὶ τούτων, τροπικῶς καὶ φυσικῶς τὴν γῆν εἶναι ἐξ ὑδάτων, καὶ ἐν ὕδασι διατελοῦσαν, ἐν ᾗ ὁ φθαρτὸς οὗτος 20 καὶ διύγροις ἡδοναῖς διαγόμενος ἥδρασται κόσμος. πάντως δὲ οὐκ ἄλλως ἢ οὕτως παρὰ τὰ ἀνθρωπίνα γένη νοεῖται. ἅπερ ἔθνη εἰσὶ τῇ διαφόρῳ φωνῇ διαστελλόμενα, πρὸς δὲ τούτοις καὶ τὰ βασιλέων κράτη συντηρούμενα. τοῦτο γὰρ τὸ κέρας δηλοῦν βούλεται, ἀπὸ τῶν κερασφόρων ζώων λαβὼν τὴν χρῆσιν, ὅτι κἀκεῖνα τοῖς κέρασιν 25 ἑαυτῶν συντηρεῖται, εἴπου δεήσει πρὸς ἕτερα ζώα διεξάγεσθαι. ὥσπερ καὶ ἔθνεσι πρὸς ἔθνη αἱ τῶν βασιλέων διαταγαὶ τὸ καθ' ἑαυτὰ διαμένειν παρέχουσι μὴ πρὸς ἐκφύλους κυριαρχίας σκε δάζεσθαι.

Καὶ τὰ δέκα κέρατα ἃ εἶδες ἐπὶ τὸ θηρίον, οὗτοι 30 μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν, καὶ γυμνὴν ποιήσουσιν αὐτὴν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.

17 ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ. καὶ ποιῆσαι γνώμην μίαν, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ ἄχρι τελεσθῶσιν οἱ 18 λόγοι τοῦ Θεοῦ. καὶ ἡ γυνὴ ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων 5 τῆς γῆς.

Τὰ μὲν κέρατα τί δηλοῦν ἐθέλει, εἴρηται δή θηρίον δὲ τὸν διάβολον. ἀδιαφορεῖ γὰρ κατὰ τὸ σημαινόμενον τοῦ θηρίου, πῆ μὲν, τὸν Ἀντίχριστον ὀνομάζων οὕτως, ἔσθ' ὅτε δὲ τὸν Σατανᾶν. οἱ βασιλεῖς οὖν, φησὶν, οἱ τέως κατ ̓ ἐνέργειαν τοῦ Σατανᾶ φονίως 10 τῷ ἀρνίῳ διατεθέντες, Θεοῦ ὑποθημοσύνῃ, μισήσουσι τὴν πόρνην, τὴν ἐν τῷ βίῳ ἀπολαυστικὴν δίαιταν, ἐρημώσουσι δὲ καὶ εἴδωλο λατρείαν καὶ τεμενῶν καὶ μαντείων ἀλλοτριώσουσιν, καὶ τὰς σάρκας αὐτῆς τὰ πρὸς θυσίαν ἀναφερόμενα τῶν εἰδώλων ζῶα ἑαυτοῖς ταμιεύσουσι, καὶ πᾶσαν τὴν περὶ τὰ μάταια σπουδὴν 15 ἀφανίσουσι, καὶ οὕτως ὥστε ὑπὸ πυρὸς δαπανηθεῖσαν νομίζεσθαι. καὶ πάντας κράζειν, ποῦ νῦν οἱ τῆς τότε ἐπὶ τὰ μάταια ἐπιμελείας ἐχόμενοι; ταῦτα δὲ πάντα, ὡς ἔφημεν παραθέμενοι, οὐκ ἂν ἀθεεὶ συμβῆναι φασὶν, ἀλλ ̓ ἐκ θείας ἐπισκοπῆς καὶ προνοίας. Καὶ ποιῆσαι γνώμην μίαν.

20

Εἰ καὶ σύνδρομος ἡ τούτων γνώμη τῇ τοῦ Θεοῦ, ἀλλ ̓ ὡς Θεῷ μεμελημένη, κατὰ δὲ τὸ ἀνεξερεύνητον βάθος τῆς προνοίας αὐτοῦ συμβαίνουσα τοῖς συντελουμένοις. οὕτω τοιγαροῦν κατὰ τοιαύτην ὁμογνωμοσύνην τούτοις δοθεῖσαν ὑπὸ Θεοῦ, τῆς ἐξουσίας ἁπάσης παρασχεθείσης τῷ θηρίῳ, διατελήσει κρατοῦν τὸ θηρίον εἰς ὅπερ 25 ἂν αἱ κατάλληλοι κρίσεις ἀπάξουσιν, αἱ διὰ τῶν λόγων ὑπεσημάνθησαν, δι ̓ ὧν λέγει, σε ἄχρι τελεσθῶσιν οἱ λόγοι τοῦ Θεοῦ.”

Καὶ ἡ γυνὴ ὴν εἶδες ἐστὶν ἡ πόλις ή μεγάλη.

Σαφέστερον τὴν γυναῖκα παριστῶν, ἀναλαμβάνει περὶ αὐτῆς λόγον, καί φησιν ἐκείνην εἶναι τὴν ἔχουσαν τὸ κράτος ἐπὶ τῶν τοῖς 30 γηίνοις προσανακειμένων. οὐ γὰρ καὶ πάντες οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς ἤδη καὶ τοῖς γηίνεις προσδιαφθείρονται.

ΚΕΦ. ΝΕ.

Περὶ ἑτέρου Αγγέλου τὴν πτῶσιν Βαβυλῶνος δηλοῦντος, καὶ οὐρανίου φωνῆς τὴν ἐκ τῆς πόλεως φυγὴν ἐντελλομένης, καὶ περὶ τῆς ἀποβολῆς τῶν τερπνῶν ὧν τὸ πρὶν ἐνέκτητο.

Μετὰ ταῦτα εἶδον "Αγγελον ἄλλον καταβαίνοντα ἐκ 5 τοῦ οὐρανοῦ, ἔχοντα ἐξουσίαν μεγάλην. καὶ ἡ γῆ ἐφω2τίσθη ἐκ τῆς δόξης αὐτοῦ, καὶ ἔκραξεν ἰσχυρᾷ φωνῇ λέγων, Επεσε Βαβυλὼν ἡ μεγάλη, καὶ ἐγένετο κατοικητήριον δαιμόνων, καὶ φυλακὴ παντὸς πνεύματος ἀκα3 θάρτου καὶ μεμισημένου, ὅτι ἐκ τοῦ οἴνου τοῦ θυμοῦ τῆς 10 πορνείας αὐτῆς πεπώκασι πάντα τὰ ἔθνη. καὶ οἱ βασιλεῖς τῆς γῆς μετ ̓ αὐτῆς ἐπόρνευσαν, καὶ οἱ ἔμποροι τῆς γῆς ἐκ τῆς δυναμεως τοῦ στρήνους αὐτῆς ἐπλούτησαν. 4 καὶ ἤκουσα ἄλλην φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου, ἵνα μὴ συγκοινωνήσητε 15 ταῖς ἁμαρτίαις αὐτῆς, καὶ ἐκ τῶν πληγῶν αὐτῆς ἵνα μὴ 5 λάβητε, ὅτι ἐκολλήθησαν αὐτῆς αἱ ἁμαρτίαι ἄχρι τοῦ οὐρανοῦ. καὶ ἐμνημόνευσε ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

Καὶ ἡ γῆ ἐφωτίσθη.

Καντεῦθεν τῶν θείων δυνάμεων τὸ λαμπρὸν καὶ φωτιστικών 20 πολλῷ τῷ μέτρῳ τὸ ἀστρῶον σέλας ὑπερνικῶν ἔστι νοεῖν μετὰ τὸ παρελθεῖν τὰ ἀμαυρὰ τοῦ φθαρτοῦ κόσμου παρρησιαζόμενον. Μεγάλην φησὶ τὴν τοῦ φωστῆρος εἶναι ἐξουσίαν, καὶ φωτίζειν τὴν περίγειον ἐκ τῆς δόξης αὐτοῦ. παραβαλλόμενα γὰρ τὰ οὐράνια καὶ ἄφθαρτα τοῖς γηίνοις καὶ φθαρτοῖς, ὅσον τὸ ὑπερ- 25 βάλλον τῆς δόξης παρίστησιν· ἰσχυρὰν δὲ τὴν φωνὴν ἐμπεδοῖ τὸ ἔμπρακτον ἐμφαίνων τῶν δηλουμένων καὶ ἀπαράβατον. καὶ τί τοῦτο; “ ἔπεσε Βαβυλὼν ἡ μεγάλη, Βαβυλῶνα την διέξοδον τοῦ φθαρτοῦ τούτου βίου λέγων.

66

[ocr errors]

Καὶ φυλακὴ παντὸς πνεύματος ἀκαθάρτου καὶ με- 30 μισημένου.

Εἰς ὄρνεα μεταλαμβάνει τοὺς δαίμονας διὰ τὸ ἄδηλον τῆς

6

ἐφόδου αὐτῶν τῆς κατὰ τῶν ἀνθρώπων, ἐπεὶ καὶ τῶν ὀρνέων ἡ ἔφοδος ἐξ ἀδήλου εἴωθεν ἐπιφοιτᾷν προσδοκίας. μεμισημένου δὲ εἴρηται οὐκ ἀλόγως. τίς γὰρ σωφρονῶν οὐ βδελύττεται τὴν μετὰ τῶν δαιμόνων ἀναστροφήν; δι ̓ ἣν καὶ βδελύγματα ὠνομάσθησαν. Ἔξελθε ἐξ αὐτῆς ὁ λαός μου.

66

Ἐξελθεῖν παρακελεύεται ἡ φωνὴ, οὓς ἔγνω Κύριος αὐτοῦ. ἐξελθεῖν δὲ, τὸ μὴ συναπολέσθαι δικαίους μετὰ ἀσεβῶν. ὡς γὰρ ἐπὶ τοῦ Λὼτ, τὸ, “ σώζων σώζε την σεαυτοῦ ψυχὴν,” ἀνυπερθέτως μέχρις ἂν τοῦ ὄρους, ἐπὶ γῆς οὐδαμοῦ ἠρεμῶν, ὁ Θεὸς αὐτῷ ἐνετείλατο, οὕτω κανταῦθα.

Καὶ ἐμνημόνευσεν ὁ Θεὸς τὰ ἀδικήματα αὐτῆς.

[merged small][ocr errors]

Ανθρωπίνως διασκευάζεται ταῦτα. ἐπὶ γὰρ Θεοῦ τῆς μακαρίας φύσεως καὶ πάθεσιν ἀπροσίτου, τὰ τοιαῦτα κἂν ἐννοεῖν περιττόν. ἐκεῖ γὰρ μνήμη, ὅπου καὶ λήθη. λήθη δὲ τοῦ δυνάμει παρεῖναι τὸ πραχθὲν, οὐκ ἔτι δὲ καὶ ἐνεργείᾳ σημαντικόν. Θεῷ δὲ οὐδὲν 15 πρόσεστι δυνάμει, ἀλλ ̓ ἐνεργείᾳ.

̓Απόδοτε αὐτῇ, ὡς καὶ αὐτὴ ἀπέδωκεν ὑμῖν· καὶ διπλώσατε αὐτῇ διπλᾶ κατὰ τὰ ἔργα αὐτῆς· ἐν τῷ 7 ποτηρίῳ ᾧ ἐκέρασε, κεράσατε αὐτῇ διπλοῦν. ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε, τοσοῦτον δότε αὐτῇ 20 βασανισμὸν καὶ πένθος. ὅτι ἐν τῇ καρδίᾳ αὐτῆς λέγει, ὅτι κάθημαι βασίλισσα, καὶ χήρα οὐκ εἰμὶ, καὶ πένθος δ οὐ μὴ ἴδω. διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς, θάνατος, καὶ πένθος, καὶ λιμός. καὶ ἐν πυρὶ κατακαυθήσεται. ὅτι ἰσχυρὸς Κύριος ὁ κρίνων αὐτήν.

25

Ανεπισήμαντον, παρὰ τίνος τὸ πρόσταγμα ἢ ὁ λόγος πρόεισιν. εἴη δ ̓ ἂν παρὰ τῶν δικαίων καὶ μαρτύρων τῶν κατ ̓ ἐκεῖνο καιροῦ, τῆς τοῦ Ἀντιχρίστου δηλαδὴ ἐπιδημίας ὑπὲρ Χριστοῦ ἐναθλη σάντων, τοσαύτῃ ὠμότητι καὶ θηριωδίᾳ ὑπὸ τῶν τηνικαῦτα τῷ βίῳ ἐμπολιτευομένων ὑπουργῶν τοῦ Ἀντιχρίστου παραδοθέντων, 30 ὥστε καὶ αὐτοὺς κἂν εἰ θεομιμήτως προείλοντο ζῆν, ἀλλ ̓ οὖν διὰ τὸ ὑπερβάλλον τῶν κακώσεων ἐκνικηθῆναι ταῦτα προφέρειν. εἰρή καμεν δὲ γυναῖκα τὸν ἐπὶ τοῦ Ἀντιχρίστου καιρὸν, οὐ πόλιν τινὰ

Επι

σημαίνειν. καὶ ποτήριον δὲ τὴν προαίρεσιν τῶν ἐμπολιτευομένων τῷ τότε βίῳ, οἳ τῇ δυναστείᾳ τοῦ Σατανᾶ γαυριῶντες, ἀμέτρῳ τῇ τῶν δεινῶν εὐθηνίᾳ, κατὰ τῶν ἀντικειμένων κατεχρήσαντο. καθὼς οὖν ἐποίησεν, ἀποδοθήτω αὐτῇ.

ων

̓Απόδοτε αὐτῇ διπλοῦν.

5

Οὐ τὸ διπλάσιον βούλεται τὸ διπλοῦν, ἀλλ' ὅτι φιλάνθρωπος ὢν ὁ Θεὸς καὶ ἀγαθὸς καὶ πολὺ καταδεέστερον κολάζων, διπλᾶ οἴεται ἀποδεδωκέναι, καὶ ὅταν μέρος ἀποδῷ, καὶ οὐ μόνον διπλᾶ, ἀλλὰ καὶ ἑπταπλάσια εἰ μή που τοῦτο οἰητέον ὡς οὐ Θεοῦ ἀπειλῆς. πῶς γὰρ ὁ λέγων, οὐκ ἐκδικήσει Κύριος δὶς ἐπὶ τὸ αὐτὸ, 1ο νῦν διπλάσια καὶ ἑπταπλάσια φησὶν ἐκδικεῖν; εἰ οὖν τὸ διπλοῦν καὶ ἑπταπλάσιον, οὐ τὸ κατ ̓ ἀξίαν σημαίνειν ὑποληπτέον, ἀλλὰ τὸ μετριώτερον, ἴσως ἄτοπον οὐδέν.

Ὅσα ἐδόξασεν ἑαυτὴν, καὶ ἐστρηνίασε.

Καθώς, φησι, δοξασθεῖσα καὶ κατασπαταλήσασα τοῦ παρόντος 15 βίου, πρόνοιαν οὐ πεποίηται τοῦ θείου θελήματος, οὕτως ἀπόδοτε αὐτῇ. λέγει γὰρ, οὐκ ἔσομαι τοῦ βασιλεύειν ἐστερημένη.

Ἐν τῇ καρδίᾳ αὐτῆς.

Καρδίαν, τὸν ἔμμονον φησὶ τῶν τότε τὸν βίον συμπληρούντων, οὺς καὶ εἰς γυναῖκα ἐμυθοποίησε μαχλῶσαν.

Διὰ τοῦτο ἐν μιᾷ ἡμέρᾳ ἥξουσιν αἱ πληγαὶ αὐτῆς.

ων

20

* * *βιστῶν φησιν ὡς καὶ ὁ Κύριος δι ̓ ὧν λέγει τὴν ἡμέραν ὡς κλέπτην ἔρχεσθαι λαθραίως καὶ ἀφάνως. ἢ οὖν ἀδόκητον δηλῶν καὶ ὀλίγον τοῦ καιροῦ, ᾧ ταῦτα συμβήσεται, ὥς τινες ἐν τῇ παλαίᾳ Ρώμῃ ἢ καὶ αὐτῆς [ἡμ]έρας τὸν δρόμον ἐν ᾗ ταῦτα 25 συμβήσεται. μετὰ γὰρ τὸ ἐγκρατεῖς αὐτῆς γενέσθαι τοὺς ἐχθροὺς, ἐξαρκεῖ καὶ μία ἡμέρα πᾶσαν κόλασιν ἐπαγαγεῖν τοῖς ἡττηθεῖσι, καὶ πολυειδεῖς θανάτου τρόπους· δυνατοῦ ὄντος τοῦ Κυρίου, ὥσπερ τοῖς εὐαρεστοῦσιν αὐτῷ τὰ θυμήρη προσνέμειν, οὕτω καὶ κολάζειν ἀνεπιστρόφως ἐξαμαρτάνοντας. " καὶ οἱ μὲν πρὸς Ῥώμην τὴν 30 παλαιὰν ἐναρμόζοντες τὴν θεωρίαν οὕτως· ἐπιτευκτικώτερον δὲ τῷ κόσμῳ τούτῳ συμβιβάζειν αὐτὰ πρόδρομα εσόμενα τὰς ἡμέρας

* Quæ seq. post lac. supra not. habet Cod. Β. θείση Edd. u Seq. om. Edd.

t

1 τῇ ήττης

« PreviousContinue »