Page images
PDF
EPUB

ΠΕΡΙ ΤΗΣ

ΑΤΕΛΕΙΑΣ ΠΡΟΣ ΛΕΠΤΙΝΗΝ.

ΑΝΔΡΕΣ δικασταί, μάλιστα μὲν εἵνεκα τοῦ νομί ζειν συμφέρειν τῇ πόλει λελύσθαι τὸν νόμον, εἶτα καὶ τοῦ παιδὸς εἵνεκα τοῦ Χαβρίου ὡμολόγησα τούτοις ὡς ἂν οἷός τ ̓ ὦ συνερεῖν. ἔστι δ ̓ οὐκ ἄδηλον, ὦ ἄνδρες Αθηναῖοι, τοῦθ ̓, ὅτι Λεπτίνης, κἄν τις ἄλλος ὑπὲρ τοῦ νόμου λέγῃ, δίκαιον μὲν οὐδὲν ἐρεῖ περὶ αὐτοῦ, φήσει δ ̓ ἀναξίους τινὰς ἀνθρώπους εὑρομένους ἀτέλειαν ἐκδεδυκέναι τὰς λειτουργίας, καὶ τούτῳ πλείστῳ χρήσεται τῷ λόγῳ. ἐγὼ δ ̓ ὅτι μὲν τινῶν κατηγοροῦντα 2 πάντας ἀφαιρεῖσθαι τὴν δωρεὰν τῶν ἀδίκων ἐστὶν ἐάσω. καὶ γὰρ εἴρηται τρόπον τινὰ καὶ ὑφ ̓ ὑμῶν ἴσως γιγνώσκεται· ἀλλ ̓ ἐκεῖν ̓ ἂν ἐροίμην ἡδέως αὐτόν, τίνος εἵνεκ ̓, εἰ τὰ μάλιστα μὴ τινές, ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶς τε καὶ τούτους. ἐν μὲν γὰρ τῷ γράψαι “μηδένα εἶναι ἀτελῆ” τοὺς ἔχοντας ἀφείλετο τὴν ἀτέλειαν, ἐν δὲ τῷ προσγράψαι • μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι” ὑμᾶς τὸ δοῦναι ὑμῖν ἐξεῖναι. οὐ γὰρ ἐκεῖνό γ ̓ ἔνεστιν εἰπεῖν, ὡς τὸν αὐτὸν τρόπον, ὅνπερ οὓς ἔχοντας ἀφειλετο τὴν δωρεὰν ἀναξίους ἐνόμιζεν, οὕτω καὶ τὸν

[ocr errors]

B

δῆμον ἀνάξιον ἡγεῖτο κύριον εἶναι τοῦ δοῦναι, 3 ἐάν τῳ βούληται. ἀλλὰ νή Δί ̓ ἐκεῖν ̓ ἂν ἴσως εἴποι πρὸς ταῦτα, ὅτι διὰ τὸ ῥᾳδίως ἐξαπατᾶσθαι 458 τὸν δῆμον, διὰ τοῦθ ̓ οὕτως ἔθηκε τὸν νόμον. τί οὖν κωλύει πάντ ̓ ἀφῃρῆσθαι καὶ ὅλως τὴν πολιτείαν ὑμᾶς κατὰ τοῦτον τὸν λόγον ; οὐ γὰρ ἔστιν ἐφ ̓ ὅτου τοῦτ ̓ οὐ πεπόνθατε τῶν πάντων, ἀλλὰ καὶ ψηφίσματα πολλὰ πολλάκις ἐξαπατηθέντες κεχειροτονήκατε, καὶ συμμάχους ἤδη τινὰς ἥττους ἀντὶ κρειττόνων ἐπείσθηθ ̓ ἑλέσθαι, καὶ ὅλως ἐν οἶμαι πολλοῖς οἷς πράττετε καὶ τοιοῦτόν τι 4 συμβαίνειν ἀνάγκη. ἆρ ̓ οὖν θησόμεθα νόμον διὰ ταῦτα, μηδὲ τὸ λοιπὸν ἐξεῖναι τῇ βουλῇ μηδὲ τῷ δήμῳ μήτε προβουλεύειν μήτε χειροτονεῖν μηδέν; ἐγὼ μὲν οὐκ οἶμαι· οὐ γάρ ἐσμεν ἀφαιρεθῆναι δίκαιοι περὶ ὧν ἂν ἐξαπατηθῶμεν, ἀλλὰ διδαχθῆναι πῶς τοῦτο μὴ πεισόμεθα, καὶ θέσθαι νόμον οὐχ ὃς ἀφαιρήσεται τὸ κυρίους ἡμᾶς εἶναι, ἀλλὰ δι ̓ οὗ τὸν ἐξαπατῶντα τιμωρησόμεθα.

5 Εἰ τοίνυν τις ἐάσας ταῦτ' αὐτὸ καθ ̓ αὖτ ̓ ἐξετάσειεν, πότερόν ποτε λυσιτελέστερόν ἐστι κυρίους μὲν ὑμᾶς εἶναι τῆς δωρεᾶς, ἐξαπατηθέντας δέ τι καὶ φαύλῳ τινὶ δοῦναι, ἢ διὰ τοῦ παντελῶς ἀκύρους γενέσθαι μηδ' ἂν ἄξιόν τιν ̓ εἰδῆτ ̓ ἐξεῖναι τιμῆσαι, εὕροιτ ̓ ἂν μᾶλλον ἐκεῖνο λυσιτελοῦν. διὰ τί; ὅτι ἐκ μὲν τοῦ πλείονας ἢ προσήκει τιμᾶν πολλοὺς εὖ ποιεῖν προκαλεῖσθ ̓ ὑμᾶς, ἐκ δὲ τοῦ μηδενὶ μηδέν, μηδ ̓ ἂν ἄξιος ᾖ, διδόναι πάντας 6 ἀπείρξετε τοῦ φιλοτιμεῖσθαι. πρὸς δὲ τούτῳ καὶ

δι' ἐκεῖνο, ὅτι οἱ μὲν ἀνάξιόν τινα τιμήσαντες εὐηθείας τινὰ δόξαν ἔχοιεν ἄν, οἱ δὲ τοὺς ἀγαθόν τι ποιοῦντας ἑαυτοὺς μὴ τοῖς ὁμοίοις ἀμειβόμενοι 459 κακίας. ὅσῳ δὴ κρεῖττον εὐήθη δοκεῖν ἢ πονηρὸν εἶναι, τοσούτῳ λῦσαι τὸν νόμον κάλλιον ἢ θέσθαι.

Οὐ τοίνυν ἔμοιγ ̓ οὐδ ̓ ἐκεῖν ̓ εὔλογον, ὦ ἄνδρες 7 Αθηναῖοι, σκοπουμένῳ φαίνεται, καταμεμφόμενόν τινας ἐπὶ ταῖς ὑπαρχούσαις δωρεαῖς τοὺς χρησίμους ὄντας τῶν τιμῶν ἀποστερεῖν. εἰ γὰρ ὑπαρχουσῶν τούτων φαῦλοι καὶ ἀνάξιοί τινες κατὰ τὸν τούτων λόγον εἰσίν, τί χρὴ προσδοκᾶν ἔσεσθαι τόθ ̓, ὅταν παντελῶς μηδὲ πλέον μέλλῃ μηδὲν εἶναι τοῖς χρηστοῖς οὖσιν ;

Ἔτι τοίνυν ὑμᾶς κἀκεῖν ̓ ἐνθυμεῖσθαι δεῖ, ὅτι 8 ἐκ τῶν νῦν ὑπαρχόντων νόμων καὶ πάλαι κυρίων, οὓς οὐδ ̓ αὐτὸς οὗτος ἀντείποι ἂν μὴ οὐχὶ καλῶς ἔχειν, ἐνιαυτὸν διαλιπών ἕκαστος λειτουργεῖ, ὥστε τὸν ἥμισύν ἐστ ̓ ἀτελὴς τοῦ χρόνου. εἶθ ̓ ἧς πᾶσι μέτεστι τὸ ἥμισυ, καὶ τοῖς μηδ ̓ ὁτιοῦν ἀγαθὸν πεποιηκόσιν ὑμᾶς, ταύτης τοὺς εὖ ποιήσαντας, ἃ προστεθείκαμεν αὐτοῖς, ταῦτ ̓ ἀφελώμεθα ; μηδαμῶς· οὔτε γὰρ ἄλλως καλὸν οὔθ ̓ ὑμῖν πρέπον. πῶς γὰρ οὐκ αἰσχρόν, ὦ ἄνδρες 9 Αθηναῖοι, κατὰ μὲν τὴν ἀγορὰν ἀψευδεῖν νόμον γεγράφθαι, ἐφ ̓ οἷς οὐδέν ἐστι δημοσίᾳ βλάβος εἴ τις ψεύδεται, ἐν δὲ τῷ κοινῷ μὴ χρῆσθαι τῷ νόμῳ τούτῳ τὴν πόλιν τὴν αὐτὴν ἐπιτάξασαν τοῖς ἰδιώταις, ἀλλὰ τοὺς ἀγαθόν τι πεποιηκότας ἐξαπατῆσαι, καὶ ταῦτ ̓ οὐ μικρὰν ζημίαν ὀφλήσειν μέλλουσαν; οὐ γὰρ εἰ μὴ χρήματ ̓ ἀπόλλυτε μόνον 10

11

σκεπτέον, ἀλλ ̓ εἰ καὶ δόξαν χρηστήν, περὶ ἧς μᾶλλον σπουδάζετ ̓ ἢ περὶ χρημάτων, καὶ οὐ μόνον ὑμεῖς, ἀλλὰ καὶ οἱ πρόγονοι. τεκμήριον δέ· χρήματα μὲν γὰρ πλεῖστά ποτε κτησάμενοι πάνθ ̓ ὑπὲρ φιλοτιμίας ἀνήλωσαν, ὑπὲρ δὲ δόξης 460 οὐδένα πώποτε κίνδυνον ἐξέστησαν, ἀλλὰ καὶ τὰς ἰδίας οὐσίας προσαναλίσκοντες διετέλουν. νῦν τοίνυν οὗτος ὁ νόμος ταύτην ἀντὶ καλῆς αἰσχρὰν τῇ πόλει περιάπτει, καὶ οὔτε τῶν προγόνων οὔθ ̓ ὑμῶν ἀξίαν. τρία γὰρ τὰ μέγιστ ̓ ὀνείδη κτᾶται, φθονερούς, ἀπίστους, ἀχαρίστους εἶναι δοκεῖν.

Ὅτι τοίνυν οὐδ ̓ ἐστὶν ὅλως, ὦ ἄνδρες Αθηναῖοι, τοῦ ἤθους τοῦ ὑμετέρου κύριον ποιῆσαι τοιοῦτον νόμον, καὶ τοῦτο πειράσομαι δεῖξαι διὰ βραχέων, ἕν τι τῶν πρότερον πεπραγμένων τῇ πόλει διεξελθών. λέγονται χρήμαθ' οἱ τριάκοντα δανεί σασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ. ἐπειδὴ δ ̓ ἡ πόλις εἰς ἓν ἦλθεν καὶ τὰ πράγματ ̓ ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακε12 δαιμόνιοι τὰ χρήματα ταῦτ ̓ ἀπῄτουν. λόγων δὲ γιγνομένων, καὶ τῶν μὲν τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεως, τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι τῆς ὁμονοίας σημεῖον ἀξιούντων, κοινῇ διαλῦσαι τὰ χρήματα, φασὶ τὸν δῆμον ἑλέσθαι συνεισενεγκεῖν αὐτὸν καὶ μετασχεῖν τῆς δαπάνης, ὥστε μὴ λῦσαι τῶν ὡμο λογημένων μηδέν. πῶς οὖν οὐ δεινόν, ὦ ἄνδρες Αθηναῖοι, εἰ τότε μὲν τοῖς ἠδικηκόσιν ὑμᾶς ὑπὲρ τοῦ μὴ ψεύσασθαι τὰ χρήματ ̓ εἰσφέρειν

ἠθελήσατε, νῦν δ ̓ ἐξὸν ὑμῖν ἄνευ δαπάνης τὰ δίκαια ποιῆσαι τοῖς εὐεργέταις, λύσασι τὸν νόμον, ψεύδεσθαι μᾶλλον αἱρήσεσθε; ἐγὼ μὲν οὐκ ἀξιῶ.

Τὸ μὲν τοίνυν τῆς πόλεως ἦθος, ὦ ἄνδρες 13 Αθηναῖοι, καὶ ἐπ ̓ ἄλλων πολλῶν καὶ ἐφ ̓ ὧν 461 εἶπον ἴδοι τις ἂν τοιοῦτον, ἀψευδὲς καὶ χρηστόν, οὐ τὸ λυσιτελέστατον πρὸς ἀργύριον σκοποῦν, ἀλλὰ τί καὶ καλὸν πρᾶξαι· τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλ ̓ ἔγωγ ̓ οὐκ οἶδα, οὐδὲ λέγω φλαῦρον οὐδὲν οὐδὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω πολὺ τούτου κεχωρισμένον. φημὶ τοίνυν ἐγὼ κάλλιον εἶναι τοῦτον· ὑμῖν 14 ἀκολουθῆσαι περὶ τοῦ λῦσαι τὸν νόμον ἢ ὑμᾶς τούτῳ περὶ τοῦ θέσθαι, καὶ λυσιτελέστερον εἶναι καὶ ὑμῖν καὶ τούτῳ τὴν πόλιν πεπεικέναι Λεπ τίνην ὅμοιον αὑτῇ γενέσθαι δοκεῖν ἢ αὐτὴν ὑπὸ τούτου πεπεῖσθαι ὁμοίαν εἶναι τούτῳ. οὐδὲ γὰρ εἰ πάνυ χρηστός ἐσθ ̓, ὡς ἐμοῦ γ ̓ ἕνεκ ̓ ἔστω, βελτίων ἐστὶ τῆς πόλεως τὸ ἦθος.

Νομίζω τοίνυν ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἄμεινον 15 ἂν περὶ τοῦ παρόντος βουλεύσασθαι, εἰ κἀκεῖνο μάθοιτε, ὅτι ᾧ μόνῳ μείζους εἰσὶν αἱ παρὰ τῶν δήμων δωρεαὶ τῶν παρὰ τῶν ἄλλων πολιτειῶν διδομένων, καὶ τοῦτ ̓ ἀφαιρεῖται νῦν τῷ νόμῳ. τῇ μὲν γὰρ χρείᾳ τῇ τῶν εὑρισκομένων τὰς δωρεὼς οἱ τύραννοι καὶ οἱ τὰς ὀλιγαρχίας ἔχοντες μάλιστα δύνανται τιμᾶν· πλούσιον γάρ, ὃν ἂν βούλωνται, παραχρῆμ ̓ ἐποίησαν· τῇ δὲ τιμῇ τὰς παρὰ τῶν δήμων δωρεὰς εὑρήσετ ̓ οὔσας βελτίους.

« PreviousContinue »