Page images
PDF
EPUB

478 Ἕλληνας· ὅτου γὰρ ἄν τις παρ ̓ ἡμῶν ἀγαθοῦ τοῖς ἄλλοις αἴτιος γένηται, τούτου τὴν δόξαν τὸ τῆς πόλεως ὄνομα καρποῦται. διόπερ οὐ μόνον 70 αὐτῷ τὴν ἀτέλειαν ἔδωκαν οἱ τότε, ἀλλὰ καὶ χαλκὴν εἰκόνα ὥσπερ ̔Αρμοδίου καὶ ̓Αριστογεί τονος ἔστησαν πρώτου· ἡγοῦντο γὰρ οὐ μικρὰν τυραννίδα καὶ τοῦτον τὴν Λακεδαιμονίων ἀρχὴν καταλύσαντα πεπαυκέναι. ἵν ̓ οὖν μᾶλλον οἷς λέγω προσέχητε, τὰ ψηφίσμαθ ̓ ὑμῖν αὔτ ̓ ἀναγνώσεται τὰ τότε ψηφισθέντα τῷ Κόνωνι. λέγε.

[ocr errors]

ΨΗΦΙΣΜΑΤΑ.

καὶ 72

Οὐ τοίνυν ὑφ ̓ ὑμῶν μόνον ὁ Κόνων, ὦ ἄνδρες 71 Αθηναῖοι, τότ ̓ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπ ̓ ἄλλων πολλῶν, οἳ δικαίως ὧν εὐηργέτηντο χάριν ᾤοντο δεῖν ἀποδιδόναι. οὐκοῦν αἰσχρόν, ὦ ἄνδρες Αθηναῖοι, εἰ αἱ μὲν παρὰ τοῖς ἄλλοις δωρεαὶ βέβαιοι μένουσιν αὐτῷ, τῆς δὲ παρ ̓ ὑμῶν μόνης τοῦτ ̓ ἀφαιρεθήσεται. μὴν οὐδ ̓ ἐκεῖνο καλόν, ζῶντα μὲν αὐτὸν οὕτω τιμᾶν, ὥστε τοσούτων ὅσων ἀκηκόατ ̓ ἀξιοῦν, ἐπειδὴ δὲ τετελεύτηκεν, μηδεμίαν ποιησαμένους τούτων μνείαν ἀφελέσθαι τι τῶν δοθέντων τότε. πολλὰ μὲν γάρ ἐστιν, ὦ ἄνδρες Αθηναῖοι, τῶν ὑπ ̓ ἐκείνου πραχθέντων ἄξι ̓ ἐπαίνου, δι ̓ ἃ πάντα προσήκει μὴ λύειν τὰς ἐπὶ τούτοις δοθείσας δωρεάς, κάλλιστον δὲ πάντων ἡ τῶν τειχών ἀνάστασις. γνοίη δ ̓ ἄν τις, εἰ παραθείη πῶς 73 Θεμιστοκλῆς, ὁ τῶν καθ ̓ ἑαυτὸν ἁπάντων ἀνδρῶν ἐνδοξότατος, ταὐτὸ τοῦτ ̓ ἐποίησεν. λέγεται

τοίνυν ἐκεῖνος τειχίζειν εἰπὼν τοῖς πολίταις, κἂν ἀφικνῆταί τις ἐκ Λακεδαίμονος, κατέχειν κελεύσας, οἴχεσθαι πρεσβεύων αὐτὸς ὡς τοὺς Λακεδαι- 479 μονίους, λόγων δὲ γιγνομένων ἐκεῖ, καί τινων ἀπαγγελλόντων ὡς ̓Αθηναῖοι τειχίζουσιν, ἀρνεῖσ θαι καὶ πρέσβεις πέμπειν σκεψομένους κελεύειν, ἐπειδὴ δ ̓ οὐχ ἧκον οὗτοι, πέμπειν ἑτέρους παραινεῖν. καὶ πάντες ἴσως ἀκηκόαθ ̓ ὃν τρόπον 74 ἐξαπατῆσαι λέγεται. φημὶ τοίνυν ἐγώ (καὶ πρὸς Διός, ἄνδρες Αθηναῖοι, μηδεὶς φθόνῳ τὸ μέλλον ἀκούσῃ, ἀλλ ̓ ἂν ἀληθὲς ᾖ σκοπείτω) ὅσῳ τὸ φανερῶς τοῦ λάθρα κρεῖττον καὶ τὸ νικῶντας τοῦ παρακρουσαμένους πράττειν ὁτιοῦν ἐντιμότερον, τοσούτῳ κάλλιον Κόνωνα τὰ τείχη στῆσαι Θεμιστοκλέους· ὁ μὲν γὰρ λαθών, ὁ δὲ νικήσας τοὺς κωλύσοντας αὔτ ̓ ἐποίησεν. οὐ τοίνυν ἄξιον τὸν τοιοῦτον ὑφ ̓ ὑμῶν ἀδικηθῆναι, οὐδ ̓ ἔλαττον σχεῖν τῶν ῥητόρων τῶν διδαξόντων ὡς ἀφελέσθαι τι χρὴ τῶν ἐκείνῳ δοθέντων.

75

Εἶεν. ἀλλὰ μὴ Δία τὸν παῖδα τοῦ Χαβρίου περιίδωμεν ἀφαιρεθέντα τὴν ἀτέλειαν, ἣν ὁ πατὴρ αὐτῷ δικαίως παρ ̓ ὑμῶν λαβὼν κατέλιπεν. ἀλλ ̓ οὐδέν ̓ ἀνθρώπων εὖ φρονοῦντ ̓ οἶμαι ταῦτ ̓ ἂν φῆσαι καλῶς ἔχειν. ἴστε μὲν οὖν ἴσως καὶ ἄνευ τοῦ παρ ̓ ἐμοῦ λόγου, ὅτι σπουδαῖος Χαβρίας ἣν ἀνήρ, οὐ μὴν κωλύει γ ̓ οὐδὲν κἀμὲ διὰ βραχέων 76 ἐπιμνησθῆναι τῶν πεπραγμένων αὐτῷ. ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς ἅπαντας Πελοποννησίους παρετάξατ ̓ ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσ ̓ ἐν Κύπρῳ τρόπαι

ἔστησεν καὶ μετὰ ταῦτ ̓ ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου δέω λέγειν χώραν οὐδαμοῦ 480 τὸ τῆς πόλεως ὄνομ ̓ οὐδ ̓ αὑτὸν κατῄσχυνεν, οὔτε πάνυ ῥᾴδιον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τ' αἰσχύνη λέγοντος ἐμοῦ ταῦτ ̓ ἐλάττω φανῆναι τῆς ἐν ἑκάστῳ νῦν περὶ αὐτοῦ δόξης ὑπαρχούσης· ἃ δ ̓ οὐδαμῶς ἂν εἰπὼν οἶμαι μικρὰ ποιῆσαι, ταῦθ ̓ ὑπομνῆσαι πειράσομαι. ἐνίκησεν μὲν τοίνυν 77 Λακεδαιμονίους ναυμαχίᾳ καὶ πεντήκοντα μιᾶς. δεούσας ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τούτων τὰς πολλὰς καὶ παρέδωκεν ὑμῖν καὶ φιλίας ἐποίησεν ἐχθρῶς ἐχούσας πρότερον, τρισχίλια δ' αἰχμάλωτα σώματα δεῦρ ̓ ἤγαγε, καὶ πλεῖν ἢ δέκα καὶ ἑκατὸν τάλαντ ̓ ἀπέφηνεν ἀπὸ τῶν πολεμίων. καὶ τούτων πάν των ὑμῶν τινες, οἱ πρεσβύτατοι, μάρτυρές εἰσί μοι. πρὸς δὲ τούτοις ἄλλας τριήρεις πλεῖν ἢ εἴκοσιν εἷλε, κατὰ μίαν καὶ δύο λαμβάνων, ἃς ἁπάσας εἰς τοὺς ὑμετέρους λιμένας κατήγαγεν. ἑνὶ δὲ κεφαλαίῳ, μόνος τῶν πάντων στρατηγῶν 78 οὐ πόλιν, οὐ φρούριον, οὐ ναῦν, οὐ στρατιώτην ἀπώλεσεν οὐδέν ̓ ἡγούμενος ὑμῶν, οὐδ ̓ ἔστιν οὐδενὶ τῶν ὑμετέρων ἐχθρῶν τρόπαιον οὐδὲν ἀφ ̓ ὑμῶν κἀκείνου, ὑμῖν δ ̓ ἀπὸ πολλῶν πόλλ ̓ ἐκείνου στρατηγοῦντος. ἵνα δὲ μὴ λέγων παραλίπω τι τῶν πεπραγμένων αὐτῷ, ἀναγνώσεται γεγραμμένας ὑμῖν τάς τε ναῦς ὅσας ἔλαβε καὶ οὗ ἑκάστην, καὶ τῶν πόλεων τὸν ἀριθμὸν καὶ τῶν χρημάτων τὸ πλῆθος καὶ τῶν τροπαίων, οὗ ἕκαστον. λέγε.

ΠΡΑΞΕΙΣ ΧΑΒΡΙΟΥ.

79 Δοκεῖ τισιν ὑμῶν, ὦ ἄνδρες δικασταί, οὗτος ὁ τοσαύτας πόλεις λαβὼν καὶ τριήρεις τῶν πολεμίων ναυμαχία νικήσας καὶ τοσούτων καλῶν αἴτιος ὤν, αἰσχροῦ δ ̓ οὐδενὸς τῇ πόλει, ἄξιος εἶναι 481 ἀποστερηθῆναι τὴν ἀτέλειαν, ἣν εὕρετο παρ ̓ ὑμῶν καὶ τῷ υἱεῖ κατέλιπεν ; ἐγὼ μὲν οὐκ οἶμαι. καὶ γὰρ ἂν ἄλογον εἴη· μίαν μὲν πόλιν εἰ ἀπώλεσεν ἢ ναῦς δέκα μόνας, περὶ προδοσίας ἂν αὐτὸν εἰσήγγελλον οὗτοι, καὶ εἰ ἑάλω, τὸν ἅπαντ ̓ ἂν 80 ἀπωλώλει χρόνον· ἐπειδὴ δὲ τοὐναντίον ἑπτακαίδεκα πόλεις εἷλεν, ἑβδομήκοντα δὲ ναῦς ἔλαβεν, τρισχιλίους δ' αἰχμαλώτους, δέκα δὲ καὶ ἑκατὸν τάλαντ ̓ ἀπέφηνε, τοσαῦτα δ ̓ ἔστησε τρόπαια, τηνικαῦτα δ ̓ οὐκ ἔσται κύρι ̓ αὐτῷ τὰ δοθέντ ̓ ἐπὶ τούτοις; καὶ μήν, ὦ ἄνδρες Αθηναῖοι, καὶ ζῶν πάνθ' ὑπὲρ ὑμῶν φανήσεται πράξας Χαβρίας, καὶ τὴν τελευτὴν αὐτὴν τοῦ βίου πεποιημένος οὐχ ὑπὲρ ἄλλου τινός, ὥστε δικαίως ἂν οὐ μόνον διὰ τὰ ζῶντι πεπραγμένα φαίνοισθ ̓ εὐνοϊκῶς διακείμενοι πρὸς τὸν υἱὸν αὐτοῦ, ἀλλὰ καὶ διὰ 81 ταύτην. ἄξιον τοίνυν, ὦ ἄνδρες Αθηναῖοι, κἀκεῖνο σκοπεῖν, ὅπως μὴ φανούμεθα φαυλότεροι Χίων περὶ τοὺς εὐεργέτας γεγενημένοι. εἰ γὰρ ἐκεῖνοι μὲν, ἐφ ̓ οὓς μεθ ̓ ὅπλων ἦλθεν ἐν ἐχθροῦ τάξει, μηδὲν ὧν ἔδοσαν πρότερον νῦν ἀφῄρηνται, ἀλλὰ τὰς πάλαι χάριτας μείζους τῶν καινῶν ἐγκλημάτων πεποίηνται, ὑμεῖς δ ̓, ὑπὲρ ὧν ἐπ ̓ ἐκείνους ἐλθὼν ἐτελεύτησεν, ἀντὶ τοῦ διὰ ταῦτ ̓ ἔτι μᾶλ

λον αὐτὸν τιμᾶν καὶ τῶν ἐπὶ ταῖς πρότερον εὐεργεσίαις τι δοθέντων ἀφῃρημένοι φανήσεσθε, πῶς οὐκ εἰκότως αἰσχύνην ἕξετε; καὶ μὴν καὶ 82 κατ ̓ ἐκεῖν ̓ ἀνάξι ̓ ἂν εἴη πεπονθὼς ὁ παῖς, εἰ 482 τῆς δωρεᾶς ἀφαιρεθείη, καθ ̓ ὃ πολλάκις ὑμῶν στρατηγήσαντος Χαβρίου οὐδενὸς πώποθ' υἱὸς ὀρφανὸς δι ̓ ἐκεῖνον ἐγένετο, αὐτὸς δ ̓ ἐν ὀρφανίᾳ τέθραπται διὰ τὴν πρὸς ὑμᾶς φιλοτιμίαν τοῦ πατρός· οὕτω γὰρ ὡς ἀληθῶς ἔμοιγε φαίνεται βεβαίως πως ἐκεῖνος φιλόπολις, ὥστε δοκῶν καὶ ὢν ἀσφαλέστατος στρατηγὸς ἁπάντων ὑπὲρ μὲν ὑμῶν, ὁπόθ ̓ ἡγοῖτο, ἐχρῆτο τούτῳ, ὑπὲρ αὑτοῦ δ ̓, ἐπειδὴ τὸ καθ ̓ αὑτὸν ἐτάχθη κινδυνεύειν, παρεῖδεν, καὶ μᾶλλον εἵλετο μὴ ζῆν ἢ καταισχύναι τὰς παρ' ὑμῶν ὑπαρχούσας αὐτῷ τιμάς. εἶθ ̓ ὑπὲρ ὧν 83 ἐκεῖνος ᾤετο δεῖν ἀποθνήσκειν ἢ νικᾶν, ταῦθ ̓ ἡμεῖς ἀφελώμεθα τὸν υἱὸν αὐτοῦ; καὶ τί φήσομεν, ὦ ἄνδρες Αθηναῖοι, ὅταν τὰ μὲν τρόπαι ̓ ἑστήκῃ δῆλα πᾶσιν ἀνθρώποις, ἃ ὑπὲρ ὑμῶν στρατηγῶν ἐκεῖνος ἔστησε, τῶν δ ̓ ἐπὶ τούτοις δωρεῶν ἀφῃρημένον τι φαίνηται; οὐ σκέψεσθ ̓, ὦ ἄνδρες Αθηναῖοι, καὶ λογιεῖσθ ̓ ὅτι νῦν οὐχ ὁ νόμος κρίνεται, πότερόν ἐστιν ἐπιτήδειος ἢ οὔ, ἀλλ ̓ ὑμεῖς δοκιμάζεσθε, εἴτ ̓ ἐπιτήδειοι πάσχειν ἔστ ̓ εὖ τὸν λοιπὸν χρόνον εἴτε μή ;

Λαβὲ δὴ καὶ τὸ τῷ Χαβρίᾳ ψήφισμα ψηφισθέν. 84 ὅρα δὴ καὶ σκόπει· δεῖ γὰρ αὔτ ̓ ἐνταῦθ ̓ εἶναί

που.

Ἐγὼ δ ̓ ἔτι τοῦτ ̓ εἰπεῖν ὑπὲρ Χαβρίου βούλομαι. ὑμεῖς, ὦ ἄνδρες Αθηναῖοι, τιμῶντές ποτ'

« PreviousContinue »