Page images
PDF
EPUB

ARISTOPHANIS COMEDIÆ.

ACCEDUNT

PERDITARUM FABULARUM FRAGMENTA

EX RECENSIONE

G. DINDORFII.

TOMI IV. PARS III.

SCHOLIA GRÆCA EX CODICIBUS AUCTA ET EMENDATA.

OXONII,

E TYPOGRAPHEO ACADEMICO.

MDCCCXXXVIII.

EIPHN H.

ΥΠΟΘΕΣΕΙΣ.

I.

Τρυγαῖος ἄγροικος πρεσβύτης ̓Αθήνησιν ὀχούμενος ἐπὶ κανθά ρου ὑπὲρ τῆς Ἑλλάδος εἰς τὸν οὐρανὸν ἀναφέρεται. γενόμενος δὲ κατὰ τὴν τοῦ Διὸς οἰκίαν ἐντυγχάνει τῷ Ἑρμῇ, καὶ ἀκούει ὅτι με τοικισαμένων τῶν θεῶν εἰς τὰ τοῦ οὐρανοῦ ἀνωτάτω διὰ τὴν τῶν Ἑλ-5 λήνων ἀλληλοκτονίαν, ἐνοικισάμενος ὁ Πόλεμος εἰς ἄντρον τὴν Εἰρήνην είρξας λίθους ἐπιφορήσειε, καὶ νῦν μέλλει τὰς πόλεις ἐμβαλὼν ἐν θυείᾳ τρίβειν. καὶ μέχρι μέν τινος ἐναγώνιος γίνεται· ἐπεὶ δὲ με ταπεμπομένου τοῦ Πολέμου παρὰ ̓Αθηναίων δοίδυκα Κλέωνα καὶ παρὰ Λακεδαιμονίων Βρασίδαν ἑκάτεροι χρήσαντες ἀπολωλεκέναι εἰς το Θρᾴκην ἔφασαν, ἀναθαρρεῖ καὶ ἐν ᾧ περὶ κατασκευὴν δοίδυκος ὁ Πόλεμος γίνεται, κηρύττει τοὺς δημιουργοὺς, ἔτι δὲ καὶ ἐμπόρους

[blocks in formation]

ἐν Θράκῃ τὸν Βρασίδαν ἀπολωλέναι φασκόντων, οὓς ὁ ποιητὴς ὡς κυκῶντας τὴν Ἑλλάδα δοίδυξιν εἴκασεν, οὗτος μὲν εἰσέρχεται δοίδικα ποιήσων αὐτοχειρί. ἐν τοσούτῳ δὲ μηχαναῖς τῶν περὶ Τρυγαῖον γεωργῶν τὴν Εἰρήνην ἀνελκυσάντων, οὐκ ἄνευ τῆς Ἑρμοῦ συνεργίας, τῶν χειροτεχ νῶν ὅσοι μὲν ἢ λόφους ἢ ἀσπίδας ἢ ἄλλο τι τῶν κατὰ πόλεμον χρησίμων κατασκευάζοντες διέζων, κατηφείᾳ συνείχοντο, τῶν ὅπλων ἤδη διὰ τὴν Εἰρήνην γενομένων ἀξίων. ὅσοι δὲ βίον εἶχον ἐκ τῶν εἰρηνικῶς ἀσκουμέ νων ἐπιτηδευμάτων, οἷον εἰπεῖν δρεπανοιργοὺς καὶ χαλκεῖς σμινυῶν καὶ ὅλως γεωρ γοὺς, Τρυγαίῳ συγχαιρήσοντες παραγίνονται· μεθ ̓ οὗ κρεοσφαγήσαντες ὡς ἐπὶ δεῖπ νον καὶ γάμον κωμάζουσιν. Est hoc recentissimi supplementum grammatici, qui argumentum in codice suo mutilum invenerat.

ἅμα μοχλοὺς καὶ σχοινία λαβόντας παραγενέσθαι. συνδραμόντων δὲ πολλῶν ἐν χοροῦ σχήματι προθύμως ἀφέλκει τε τοὺς λίθους ἀπὸ τοῦ ἄντρου, καὶ καθικετεύσας τὸν Ἑρμῆν συλλαβέσθαι ἐξάγει πρὸς τὸ φῶς τὴν Εἰρήνην. ἀσμένως δὲ τῆς θεοῦ πᾶσιν ὀφθείσης, καὶ παρ ̓ 5 αὐτὴν εὐθέως Οπώρας τε καὶ Θεωρίας ἀναφανεισῶν, συμπαρὼν ὁ Ἑρμῆς ἀνιστορούσης τι τῆς Εἰρήνης καὶ πυνθανομένης τὰ περὶ τὸν Τρυγαῖον διασαφεῖ τὰ δέοντα πάλιν ἀποφαινομένης πρὸς τοῦτο μηνύει, προδιελθόντος αὐτοῦ καὶ περὶ τῆς ἀρχῆς τοῦ πολέμου καὶ δι ̓ ἃς αἰτίας συνέστη, Φειδίου τε καὶ Περικλέους μνησθέντος. τὰ λοιπὰ 1ο τοῦ δράματος ἐπὶ τῆς γῆς ἤδη περαίνεται, καὶ ὁ μὲν χορὸς περὶ τῆς τοῦ ποιητοῦ τέχνης χατέρων τινῶν πρὸς τοὺς θεατὰς διαλέγεται, ὁ δὲ Τρυγαῖος, καθὰ συνέταξεν ὁ Ἑρμῆς, τὴν μὲν Θεωρίαν τῇ βουλῇ συνέστησεν, αὐτὸς δὲ τὴν Οπώραν γαμεῖν διαγνοὺς τὴν Εἰρήνην ἱδρύεται, καὶ οὖσα ἐν τῷ προφανεῖ πρὸς εὐωχίαν τρέπεται. τοὐντεῦθεν 15 οἵ τε τῶν εἰρηνικῶν ὅπλων δημιουργοὶ χαίροντες καὶ οἱ τῶν πολεμικῶν τούμπαλιν κλάιντες. εἰσάγεται δὲ καὶ ἐπὶ τέλει τοῦ λόγου παιδία τινὰ τῶν κεκλημένων ἐπὶ τὸ δεῖπνον λέγοντα ῥήσεις γελωτοποιούς. τὸ δὲ δράμα τῶν ἄγαν ἐπιτετευγμένων. τὸ δὲ κεφάλαιον τῆς κωμῳδίας ἐστὶ τοῦτο συμβουλεύει Αθηναίοις σπείσασθαι πρὸς Λακεδαιμονίους 20 καὶ τοὺς ἄλλους Ἕλληνας. οὐ τοῦτο δὲ μόνον ὑπὲρ εἰρήνης ̓Αριστοφάνης τὸ δρᾶμα καθῆκεν, ἀλλὰ καὶ τοὺς ̓Αχαρνεῖς καὶ τοὺς Ἱππέας καὶ Ολκάδας, καὶ πανταχοῦ τοῦτο ἐσπούδακεν, τὸν δὲ Κλέωνα και μῳδῶν τὸν ἀντιλέγοντα καὶ Λάμαχον τὸν φιλοπόλεμον ἀεὶ διαβάλε λων. διὸ καὶ νῦν διὰ τούτου τοῦ δράματος εἰρήνης αὐτοὺς ἐπιθυμεῖν 25 ποιεῖ, δεικνὺς ὁπόσα μὲν ὁ πόλεμος κακὰ ἐργάζεται, ὅσα δὲ ἀγαθὰ ἡ εἰρήνη ποιεῖ. οὐ μόνος δὲ περὶ εἰρήνης συνεβούλευσεν, ἀλλὰ καὶ ἄλλοι πολλοὶ ποιηταί. οὐδὲν γὰρ συμβούλων διέφερον· ὅθεν αὐτ τοὺς καὶ διδασκάλους ὠνόμαζον, ὅτι πάντα τὰ πρόσφορα διὰ δραμά των αὐτοὺς ἐδίδασκον. ἐνίκησε δὲ τῷ δράματι ὁ ποιητὴς ἐπὶ ἄρχον 30 τος ̓Αλκαίου ἐν ἄστει. πρῶτος Εὔπολις Κόλαξι, δεύτερος Αριστο

[blocks in formation]

Το

18. ἐπιτετευγμένων] Fort. ἐπιτετηδευμένων.

[blocks in formation]

φάνης Εἰρήνῃ, τρίτος Λεύκων Φράτορσι. τὸ δὲ δρᾶμα ὑπεκρίνατο Απολλόδωρος, ἡνίκα ἑρμῆν λοιοκρότης.

II.

Ἤδη τῷ Πελοποννησιακῷ πολέμῳ κεκμηῶτας τοὺς ̓Αθηναίους καὶ τοὺς σύμπαντας Ελληνας ̓Αριστοφάνης ἰδὼν, ἱκανὸς γὰρ διιππεύκει 5 πολεμούντων αὐτῶν χρόνος, τὸ δρᾶμα συνέγραψε τοῦτο, προτρέπων τὰς πόλεις καταθέσθαι μὲν τὴν πρὸς αὐτὰς φιλονεικίαν, ὁμόνοιαν δὲ καὶ εἰρήνην ἀντὶ τῆς πρότερον ἔχθρας ἑλέσθαι. παρεισάγει τοίνυν γεωργὸν, Τρυγαίον τοὔνομα, μάλιστα τῆς εἰρήνης ἀντιποιούμενον. ὃς ἀσχάλλων ἐπὶ τῷ πολέμῳ εἰς οὐρανὸν ἀνελθεῖν ἐβουλεύσατο πρὸς τὸν 1ο Δία, πευσόμενος παρ ̓ αὐτοῦ δι ̓ ἣν αἰτίαν οὕτως ἐκτρύχει τὰ τῶν Ἑλλήνων πράγματα, τοσοῦτον ποιήσας πόλεμον αὐτοῖς. ὃν δὴ διαποροῦντα τίνα τρόπον τὴν εἰς οὐρανὸν πορείαν ποιήσει, παρεισάγει τρέφιντα κάνθαρον ὡς ἀναπτησόμενον εἰς εὐρανὸν δι ̓ αὐτοῦ, Βελλεροφόν του δίκην. προλογίζουσι δὲ οἱ δύο θεράποντες αὐτοῦ, οἷς καὶ ἐκτρέ- 15 φειν προσετέτακτο τὸν κάνθαρον, δυσφοροῦντες ἐπὶ τοῖς αὐτοῦ σιτίοις. ἡ δὲ σκηνὴ τοῦ δράματος ἐκ μέρους μὲν ἐπὶ τῆς γῆς, ἐκ μέρους δὲ ἐπὶ τοῦ οὐρανοῦ. ὁ δὲ χορὸς συνέστηκεν ἔκ τινων ἀνδρῶν ̓Αττικῶν γεωργῶν.

III.

ον

20

Φέρεται ἐν ταῖς διδασκαλίαις δεδιδαχὼς Εἰρήνην ὁμωνύμως ὁ ̓Αριστοφάνης. ἄδηλον οὖν, φησὶν Ερατοσθένης, πότερον τὴν αὐτ τὴν ἀνεδίδαξεν, ἢ ἑτέραν καθῆκεν, ἥτις οὐ σώζεται. Κράτης μέντοι δύο οἶδε δράματα γράφων οὕτως “ ἀλλ ̓ οὖν γε ἐν τοῖς ̓Αχαρ σε νεῦσιν, ἢ Βαβυλωνίοις, ἢ ἐν τῇ ἑτέρᾳ Εἰρήνῃ.” καὶ σπορά-25 δην δέ τινα ποιήματα παρατίθεται, ἅπερ ἐν τῇ νῦν φερομένῃ οὐκ ἔστιν.

2. ἑρμῆν λοιοκρότης] Corrigendum videtur ἡνίκα ἔτ ̓ ἦν ὑποκριτής.

4. κεκμηῶτας R.V. κεκμηώτας Ald. 7. αὐτὰς R.V. ἀλλήλους Ald. 8. πρότερον R.V. προτέρας Ald. 9. γεωργόν τινα Ald. τινα om. R.V.

16. δυσφοροῦντος V.

21. ἄλλως prescriptum in libris. Φέρεται] φαίνεται V. δεδιδαχὼς R.V. ὅτι καὶ ἑτέραν δεδίδαχεν Ald.

εἰρήνην ὁμοίως ὁ ἀριστοφάνης R.V. ὁμοίως ̓Αριστοφάνης εἰρήνην Ald. Cor

11. ἐκτρύχει Kusterus. Legeba- rexi ὁμωνύμως. tur ἐκτρέχει.

12. ποιήσας R.V. ποιήσαντα Ald. 13. ποιήσει R.V. ποιήσοι Ald.

24. οἶδε R.V. εἶπε Ald.

ἐν τοῖς R.V. ἐπὶ τοῖς Ald.
26. δε] διά V.

« PreviousContinue »