Page images
PDF
EPUB

βιάζεσθε λέγειν ἃ ὑμῖν ἄρειον μὴ γνῶναι; μετ ̓ ἀγνοίας γὰρ τῶν οἰκείων κακῶν ἀλυπότατος ὁ βίος. ἀνθρώποις δὲ πάμπαν οὐκ ἔστι γενέσθαι τὸ πάντων ἄριστον οὐδὲ μετασχεῖν τῆς τοῦ βελτίστου φόσεως· ἄριστον ἄρα πᾶσι καὶ πάσαις τὸ μὴ γενέσθαι· τὸ μέντοι μετὰ τοῦτο καὶ τὸ πρῶτον τῶν ἄλλων ἀνυστίν, δεύτερον δέ, τὸ γενομένους ἀποθανεῖν ὡς τάχιστα. δῆλον οὖν ὡς οὔσης κρείττονος τῆς ἐν τῷ τεθνάναι διαγωγῆς ἢ τῆς ἐν τῷ ζῆν οὕτως ἀπεφήνατο.

10. Io. Philoponus in Ar. de An. 1 (c. 4 in.) ed. Ven. 1535, f. Ε. 1* sup. : μεμψάμενος ὁ ̓Αριστοτέλης κοινῶς τοὺς περὶ ψυχῆς ἅπαντας εἰπόντας ὅτι μηδὲν περὶ τοῦ δεξομένου αὐτὴν σώματος διελέχθησαν...οἰκείως ἀκόλουθον τούτοις περὶ ψυχῆς δόξαν συνάπτει. εἰς ταὐτὸ γάρ τινες ἀποβλέψαντες ὅτι οὐχ ὡς ἔτυχε τὸ σῶμα ψυχῆς μετέχει, ἀλλὰ δεῖ τοιᾶσδε κράσεως, ὥσπερ καὶ ἡ ἁρμονία οὐχ ὡς ἔτυχε τῶν χορδῶν ἐχουσῶν γίνεται, ἀλλὰ δεῖ τοσῆσδε τάσεως, ἐνόμισαν καὶ τὴν ψυχὴν ἁρμονίαν εἶναι τοῦ σώματος καὶ πρὸς τοὺς διαφόρους τοῦ σώματος ἁρμονίας τὰ διάφορα εἴδη τῶν ψυχῶν εἶναι. ταύτην οὖν ἐκτίθεται τὴν δόξαν καὶ διελέγχει. καὶ τέως μὲν αὐτὴν τὴν δόξαν μόνην ἐν τούτοις ἱστορεῖ, μετ ̓ ὀλίγα δὲ καὶ τοὺς λόγους δι ̓ ὧν εἰς ταύτην ἐκεῖνοι τὴν δόξαν ὑπήχθησαν τίθησιν. ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ταύτην ἀντεῖπεν τὴν δόξαν, λέγω δὴ ἐν τῷ Εὐδήμῳ διαλόγῳ, καὶ πρὸ αὐτοῦ ὁ Πλάτων ἐν τῷ Φαίδωνι πέντε τισὶ κέχρηται ἐπιχειρήμασι πρὸς ταύτην ἐνιστάμενος τὴν δόξαν...(f. Ε. 15) αὗται μὲν οὖν αἱ πέντε ἐπιχειρήσεις αἱ Πλάτωνος. κέχρηται δὲ καὶ αὐτὸς ὁ ̓Αριστοτέλης ὡς ἤδη εἶπον ἐν τῷ Εὐδήμῳ τῷ διαλόγῳ δύο ἐπιχειρήσεσι ταύταις, μιᾷ μὲν οὕτως τῇ ἁρμονία, φησίν, ἔστι τι ἐναντίον ἡ ἀναρμοστία· τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον. οὐκ ἄρα ἡ ψυχὴ ἁρμονία ἐστίν. εἴποι δ ̓ ἄν τις πρὸς τοῦτο (ait Alexander) ὅτι τῇ ἁρμονίᾳ ἐναντίον οὐκ ἔστι κυρίως ἐναντίον ἀλλὰ στέρησις ἀόριστος· καὶ τῇ ψυχῇ δ ̓ ὡς εἴδει τινι οἴσῃ ἔστι τι ἀντικείμενον ἀόριστον, καὶ ὥσπερ ἐκεῖ φαμὲν τὴν τοιάνδε ἁρμονίαν μεταβάλλειν εἰς τὴν ἀναρμοστίαν, οὕτω καὶ τὴν τοιάνδε στέρησιν μεταβάλλειν εἰς ψυχήν δευτέρα δέ τῇ ἁρμονίᾳ, φησί, τοῦ σώματος ἐναντίον ἐστὶν ἡ ἀναρμοστία τοῦ σώματος, ἀναρμοστία δὲ τοῦ ἐμψύχου σώματος νόσος καὶ ἀσθένεια καὶ αἶσχος· ὧν τὸ μὲν ἀσυμμετρία τῶν στοιχείων ἡ νόσος, τὸ δὲ τῶν ὁμοιομερῶν ἡ ἀσθένεια, τὸ δὲ τῶν ὀργανικῶν τὸ αἶσχος. εἰ τοίνυν ἡ ἀναρμοστία νόσος καὶ ἀσθένεια, καὶ αἶσχος, ἡ ἁρμονία ἄρα ὑγίεια καὶ ἰσχὺς καὶ

κάλλος. ψυχὴ δὲ οὐδέν ἐστι τούτων οὔτε ὑγίεια φημὶ οὔτε ἰσχὺς οὔτε κάλλος ψυχὴν γὰρ εἶχε καὶ ὁ Θερσίτης αἴσχιστος ὤν. οὐκ ἄρα ἐστὶν ἡ ψυχὴ ἁρμονία. καὶ ταῦτα μὲν ἐν ἐκείνοις. ἐνταῦθα δὲ τέσσαρσι κέχρηται ἐπιχειρήσεσιν ἀνασκευαστικαῖς τῆς δόξης ταύτης, ὧν τὸ τρίτον ἐστὶ τὸ εἰρημένον ἐν τῷ Εὐδήμῳ δεύτερον... (f. Ε. 24), “ ἁρμόζει δὲ μᾶλλον καθ ̓ ὑγιείας λέγειν ἁρμονίαν καὶ ὅλως τῶν σωματικῶν ἀρετῶν ἢ κατὰ ψυχῆς”: τοῦτο τρίτον ἐπιχείρημα. ἐστὶ δὲ τὸ δεύτερον τῶν ἐν τῷ Εὐδήμῳ. ὅτι δὲ ἁρμονία ἡ ὑγίεια ἔδειξεν ἐν ἐκείνοις ἐκ τοῦ ἐναντίου τῆς νόσου. εἴπομεν δὲ ἀνωτέρω τὴν ἀγωγὴν τοῦ συλλογισμοῦ.

Simplicius, f. 14a (ed. Ven. Ald. 1527), p. 53, Hayduck: év κοινῷ δὲ γινομένους λόγους τοὺς συμμέτρως καὶ τοῖς πολλοῖς ἠρωτημένους καλεῖ, αἰνιττόμενος μὲν ἴσως καὶ τοὺς ἐν Φαίδωνι, λέγων δὲ καὶ τοὺς ὑπ ̓ αὐτοῦ ἐν τῷ διαλόγῳ τῷ Εὐδήμῳ γραφέντας ἐλεγκτικοὺς τῆς ἁρμονίας.

Themistius de An. f. 70* (t. II. p. 54, 3 Speng.): καὶ ἄλλη δέ τις δόξα παραδέδοται περὶ ψυχῆς πιθανὴ μὲν οὐδεμιᾶς ἦσσον τῶν λεγομένων, δεδωκυῖα δὲ εὐθύνας καὶ ἐξητασμένη καὶ ἐν τοῖς κοινοῖς λόγοις καὶ ἐν τοῖς ἰδίοις. λέγουσι γάρ τινες αὐτὴν ἁρμονίαν· καὶ γὰρ τὴν ἁρμονίαν κρᾶσιν καὶ σύνθεσιν τῶν ἐναντίων εἶναι καὶ τὸ σῶμα συγκεῖσθαι ἐξ ἐναντίων. τὴν οὖν τἀναντία ταῦτα εἰς συμφωνίαν άγουσαν καὶ ἁρμόζουσαν, θερμὰ λέγω καὶ ψυχρὰ καὶ ὑγρὰ καὶ ξηρὰ καὶ σκληρὰ καὶ μαλακὰ καὶ ὅσαι ἄλλαι ἐναντιώσεις τῶν πρώτων σωμάτων, οὐδὲν ἄλλο εἶναι ἢ τὴν ψυχήν, ὥσπερ καὶ ἡ τῶν φθόγγων ἁρμονία τὸ βαρὺ καὶ τὸ ὀξὺ συναρμόζει. πιθανότητα μὲν οὖν ὁ λόγος ἔχει, διελήλεγκται δὲ πολλαχῇ καὶ ὑπ ̓ ̓Αριστοτέ λους καὶ ὑπὸ Πλάτωνος. καὶ γὰρ ὅτι τὸ μὲν πρῶτον τοῦ σώματος, τούτεστιν ἡ ψυχή, ἁρμονία δέ ὕστερον· καὶ ὅτι τὸ μὲν ἄρχει καὶ ἐπιστατεῖ τῷ σώματι καὶ μάχεται πολλάκις, ἁρμονία δὲ οὐ μάχεται τοῖς ἡρμοσμένοις· καὶ ὅτι τὸ μᾶλλον καὶ ἧττον ἁρμονία μὲν δέχεται, ψυχὴ δὲ οὔ. καὶ ὡς ἁρμονία μὲν σωζομένη οὐ προσίεται ἀναρμοστίαν, ψυχὴ δὲ κακίαν προσίεται· καὶ ὅτι εἴπερ τοῦ σώματος ἡ ἀναρμοστία νόσος ἐστὶν ἢ αἶσχος ἢ ἀσθένεια, ἡ ἁρμονία τοῦ σώματος κάλλος ἂν εἴη καὶ ὑγίεια καὶ δύναμις ἀλλ ̓ οὐ ψυχή, ταῦτα μὲν ἅπαντα εἴρηται ὑπὸ τῶν φιλοσόφων ἐν ἄλλοις· ἃ δὲ νῦν Αριστοτέλης φησὶ τοιαῦτα ἐστιν...ὅτι μὲν οὖν οἱ λέγοντες ἁρμονίαν τὴν ψυχὴν οὔτε ἐγγὺς ἄγαν οὔτε πόρρω τῆς ἀληθείας βάλλειν ἂν δόξειαν, καὶ ἐκ τῶν νῦν εἰρημένων καὶ ἐκ τῶν ἐν ἄλλοις δῆλόν ἐστιν.

Olympiod. vel Procli. eclog. Schol. in Phaedon. p. 142, 1 (ed. Finckh, Heilbr. 1847): ὅτι ὁ ̓Αριστοτέλης ἐν τῷ Εὐδήμῳ οὕτως ἐπιχειρεῖ τῇ ἁρμονίᾳ ἐναντίον ἐστιν ἡ ἀναρμοστία, τῇ δὲ ψυχῇ οὐδὲν ἐναντίον· οὐσία γάρ· καὶ τὸ συμπέρασμα δῆλον. ἔτι, εἰ ἀναρμοστία τῶν στοιχείων τοῦ ζῴου νόσος, ἡ ἁρμονία εἴη ἂν ὑγίεια ἀλλ ̓ οὐχὶ ψυχή. ib. p. 142, 8: τὸ τρίτον ταὐτὸν τῷ ἐν Εὐδήμῳ δευτέρῳ.

II. Simplic. in Ar. de An. 1. III. f. 62* inf. Hayduck, p. 221 : ὁ μὲν οὖν Πλάτων καὶ ἐπὶ πάντων εἴωθεν ὁμωνύμως τά τε εἴδη καὶ τὰ κατ ̓ αὐτὰ εἰδοποιούμενα προσαγορεύειν. ὁ δὲ ̓Αριστοτέλης ὅταν μὲν μεριστὸν τὸ εἰδοποιούμενον ᾖ, φυλάττεται τὴν ὁμωνυμίαν διὰ τὴν πολλὴν τοῦ μεριστοῦ πρὸς τὸ εἶδος ἀμέριστον ὃν ἀπόστασιν τὴν δὲ λογικὴν ψυχὴν ὡς μὴ μόνον ὁριζομένην ἀλλὰ καὶ ὅρον οὖσαν· μεταξὺ γὰρ ὡς τοῦ ἀμερίστου καὶ μεριστοῦ ἄμφω πως οὖσα, οὕτω καὶ τοῦ ὅρου καὶ τοῦ ὁριζομένου ἀμφότερον ἐμφαίνουσα, τὸ μὲν ὡς ἀνελιττομένη, τὸ δὲ διὰ τὴν ἀεὶ κατὰ ὄρους μετάβασιν καὶ διὰ τὴν τῶν ἀνειλιγμένων πάντων εἰς ἓν συναγωγὴν ὡς παρισουμένη τῷ ὁρίζοντι νῷ. καὶ διὰ τοῦτο καὶ ἐν τῷ Εὐδήμῳ τῷ περὶ ψυχῆς αὐτῷ γεγραμμένῳ διαλόγῳ εἶδός τι ἀποφαίνεται τὴν ψυχὴν εἶναι, καὶ ἐν τούτοις ἐπαινεῖ τοὺς τῶν εἰδῶν δεκτικὴν λέγοντας τὴν ψυχήν, οὐχ ὅλην ἀλλὰ τὴν νοητικὴν ὡς τῶν ἀληθῶν δευτέρως εἰδῶν γνωστικήν τῷ γὰρ τῆς ψυχῆς κρείττονι νῷ τὰ ἀληθῆ εἴδη σύστοιχα.

12. Plutarchus de Musica, c. 22: δεδειγμένου δὲ ὅτι ὁ Πλάτων οὔτ ̓ ἀγνοίᾳ οὔτ ̓ ἀπειρίᾳ τὰ ἄλλα παρῃτήσατο ἀλλ ̓ ὡς οὐ πρέποντα τοιαύτῃ πολιτείᾳ δείξομεν ἑξῆς ὅτι ἔμπειρος ἁρμονίας ἦν. ἐν γοῦν τῇ ψυχογονίᾳ τῇ ἐν τῷ Τιμαίῳ...(c. 23) ὅτι δὲ σεμνὴ ἡ ἁρμονία καὶ θεῖόν τι καὶ μέγα, Αριστοτέλης ὁ Πλάτωνος ταύτι λέγει “ἡ δὲ ἁρμονία ἐστὶν οὐρανία τὴν φύσιν ἔχουσα θείαν καὶ καλὴν καὶ δαιμονίαν· τετραμερὴς δὲ τῇ δυνάμει πεφυκυῖα δύο μεσότητας ἔχει ἀριθμητικήν τε καὶ ἁρμονικήν, φαίνεταί τε τὰ μέρη αὐτῆς καὶ τὰ μεγέθη καὶ αἱ ὑπεροχαὶ κατ ̓ ἀριθμὸν καὶ ἰσομετρίαν ἐν γὰρ δυσὶ τετραχόρδοις ῥυθμίζεται τὰ μέρη. ταῦτα μὲν τὰ ῥητά

INDEX TO THE GREEK TEXT.

[The letters refer to the books, the numerals to the chapters and sections.]

[blocks in formation]

ἀγαθὸν δι ̓ ἄλλο, δι' αὐτό, ἑτέρου ἕνεκα, ἀλλοφρονεῖν Α, 2, § 5.

καθ' αυτό Α, 3, § 7.

ἀγαθὸν ἁπλῶς et τινί Γ, 7, § 6.

ἀγέννητα Γ, 12, § 4.

ἀδιαίρετα Γ, 6. ἀδιαίρετον δυνάμει Γ,

6, § 3. εἴδει Γ, 6, § 4. στερήσει Γ,
6, § 5.

ἀὴρ ἡ ψυχή Α, 2, § 15.

αἴγλη Α, 5, § 6.

τὸ ἀΐδιον τὸ ἄνω σῶμα Β, 7, § 2.

αἷμα ἡ ψυχή Α, 2, § 18.

τὸ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ταὐτόν Γ,
3, § 1.

αἴσθησις. αἰσθητική ψυχή Β, 5 ss.
κοινῇ περὶ πάσης αισθήσεως Β, 5.
καθόλου περὶ πάσης αισθήσεως Β, 12.
οὐκ ἑτέρα παρὰ τὰς πέντε Γ, 1.

τὸ αἰσθητικὸν οὐκ ἄνευ τοῦ θρεπτικοῦ Β,
3, 8 7.

περὶ τῶν αἰσθητῶν Β, 6, § 1 sqq.
ἀκάλυφες αἰσθητήριον Β, 9, § 7.
ἀκοή Β, 8.

ἄκουσις Γ, 2, § 4. § 6.
ὁ ἀκρατής Γ, 9, § 8.
ἀκρίβεια Α, 1, § 1.

ἀκτῖνες αἱ διὰ τῶν θυρίδων Α, 2, § 3.
τὸ ἀληθὲς τὸ φαινόμενον Α, 2, § 5. σύν
θεσις νοημάτων Γ, 6, § 1.
̓Αλκμαίων Α, 2, § 17.

ἀμαύρωσις ἡ ἐν τῷ γήρα Α, 4, § 13.
ἀμβλύ—ὀξύ Β, 8, § 8.

ἀμιγὴς ὁ νοῦς Γ, 4, § 3.
ἀνάκλασις Β, 8, § 4. Γ, 12, § 9.
ἀναθυμίασις in Heraclitus A, 2, 8 16.
ἀνάλογον Β, 11, § 1.

ἀνάμνησις Α, 4, § 12.

Αναξαγόρας Α, 2, § 5. § 13. § 22. Γ, 4,
§ 3-

ἀνίστασθαι Α, 3, § 6.

ἀντικείμενα Α, 1, § 7. Β, 4, § 1. Β, 11,
§ 12.

ἀντιστρέφειν Β, 11, § 5. ἀντιστρέψασιν
εἰπεῖν Α, 3, § 6. ἀντίστροφος Β, 11,
85.
ἀντιφράττειν Γ, 4, § 3.
ἀναύχενες κόρσαι Γ, 6, § 1.
ἄνω. τὸ ἄνω σῶμα Β, 7, § 2.

[blocks in formation]
[blocks in formation]

Δημόκριτος Α, 2, § 3. 8 5. $ 11. Α, 5,
S9. A, 4, 19. A, 5, § 1. B, 7, § 6.
διαίρεσις Α. 1, § 2. Γ, 6, § 2.
διάθεσις έξις Β, 5, § 5.
διαλεκτικὸς—φυσικός Α, 1, § 11.
διαλεκτικῶς καὶ κενῶς Α, 1, § 8.
διάλεκτος Β, 8, § 9.

διάμετρος Γ, 6, § 1. ἀσύμμετρος Γ, 6,
§1.

διανοεῖσθαι Α, 4, § 11.

ἡ διανοητικὴ ψυχή Γ, 7, § 3.

[blocks in formation]

Εγρήγορσις ἐντελέχεια Β, 1.
εἶδος Β, 1, § 2.

εἴδη Α, 2, § 7. Γ, 4, § 4.
εἰδωλοποιεῖν Γ, 3, § 4.

εἰλικρινῆ καὶ ἀμιγή Γ, 2, § 9.
Tò eivai B, !2, § 2.

Tò σapkì eivai A, 4, § 8. г, 4. § 7. 8.
ἔκστασις ἐκ τῆς οὐσίας Α, 3, § 8.
ἕλικες τοῦ ωτός Β, 8, § 6.
ἔλυτρον τὰ βλέφαρα Β, 9, § 7.
Εμπεδοκλής Α, 2, § 6. ὁ θεὸς μόνος τῶν
στοιχείων ἐν οὐ γνωριεῖ τὸ νεῖκος Α, 5,
§ 10. Β, 4, § 7. B, 7, § 3. Γ, 3, § 1.
Γ, 6, § 1.

τὸ ἓν κυρίως Β, 1, § 7.

ἐναλλάξ Γ, 7, § 4.

ἐναρμόζειν εἰς σῶμα τὴν ψυχήν Α, 1,
8 14

ἐνδεχόμενον Γ, 10, § 4.

ἕνεκα. τὸ οὗ ἕνεκα, τὸ μὲν οὗ τὸ δὲ ᾧ Β,
4, § 2. 8 5.

τὰ ἔντομα. διαιρούμενα ζῇ Α, 5, § 26.
. Β, 2, § 8.

ἐνέργεια—ἐντελέχεια Β, 1. πρότερον τῶν
δυνάμεων αἱ ἐνέργειαι καὶ αἱ πράξεις
Β, 4, § 1.

τοῦ ποιητικοῦ ἐν τῷ πάσχοντι Γ, 2, § 5.
ἐντελέχεια Β, 1.

« PreviousContinue »