Page images
PDF
EPUB

patriæ et ætatis d. Descripto vero Oxoniensi Codice, sedulo curavi ut varietas lectionis e libro Parisiensi ei adjungeretur; usus ad hunc finem, diligenti opera Emmanuel. Miller Regiæ Biblioth. Paris. adjuncti, et in perlegendis Gr. Codd. plurimum versati; unde non pauca lemmata suis auctoribus restituuntur, et alia, quæ plane omiserat Oxoniensis librarius, de integro eruuntur. Prætermissæ autem sunt Chrysostomi citationes, ut quæ ad jam edita plerumque pertineant. Porro monendum est, me Sacræ Scripturæ textum, qui Scholiorum To Keίμevov, ut vocant, exhibet, ad fidem Codicis Oxoniensis semper servasse, nisi ubi manifesto errore depravatus esset.

Alio volumine mox sequentur, Catena in Catholicas Epistolas, et in Apocalypsin Commentarii Arethæ et Ecumenii.

d Chr. Wolfius in Dissert. de Caten. Patr. p. 38. illum ad xi sæc. vid. referre; sed non decimo juniorem esse probat Cod. Coisl.

ΕΡΜΗΝΕΙΑ ΤΩΝ ΠΡΑΞΕΩΝ

ΤΟΥ

ΧΡΥΣΟΣΤΟΜΟΥ ΚΑΙ ΕΤΕΡΩΝ ΔΙΑΦΟΡΩΝ.

ΑΝΤΙΟΧΕΥΣ ὑπάρχων τὸ γένος ὁ Λουκᾶς, ἰατρὸς τὴν ἐπιστήμην, ὁ ὑπὸ Παύλου μαθητευθείς, δύο βίβλους συνεγράψατο, μίαν 5 μὲν προτέραν τὴν τοῦ Εὐαγγελίου, δευτέραν δὲ ταύτην τὴν περὶ τῶν ̓Αποστολικῶν Πράξεων. Ἔστιν οὖν ὁ πᾶς λόγος τοῦδε τοῦ τεύχους περὶ τῆς μετὰ τὴν ἀνάστασιν εἰς οὐρανοὺς ἀνόδου Χριστοῦ, καὶ περὶ τῆς τοῦ ̔Αγίου Πνεύματος εἰς τοὺς ̓Αποστόλους ἐπιφοιτήσεως· ὅπως καὶ ὅποι τὴν εἰς Χριστὸν εὐσέβειαν κατήγε 10 γειλαν οἱ μαθηταί· καὶ ὡς διὰ προσευχῆς καὶ τῆς εἰς Χριστὸν πίστεως ἐθαυματούργησαν· καὶ περὶ τῆς οὐρανόθεν θείας παρα κλήσεως τοῦ Παύλου, ἀποστολῆς τε αὐτοῦ καὶ κηρύγματος εὐθα λους· καὶ συλλήβδην εἰπεῖν, περὶ ὧν ἔτλησαν οἱ ̓Απόστολοι διὰ Χριστὸν, πολλῶν γὲ καὶ μεγίστων κινδύνων.

ΚΕΦ. Α.

Περὶ τῆς ἐξ ἀναστάσεως διδασκαλίας Χριστοῦ καὶ ὀπτασίας πρὸς μαθητάς, καὶ περὶ ἐπαγγελίας τῆς τοῦ ̔Αγίου Πνεύματος δωρεάς, θέας τε καὶ τρόπου τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἐνδόξου καὶ δευτέρας αὐτοῦ παρουσίας.

I Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδά

σκειν.

15

20

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τίνος ἕνεκεν αὐτὸν ἀναμιμνήσκει τοῦ εὐαγ γελίου; ὥστε τὴν οἰκείαν ἀκρίβειαν ἐνδείξασθαι. καὶ γὰρ ἀρχόμενος 25 τῆς πραγματείας ἐκείνης φησὶν, “ ἔδοξε καμοί, παρηκολουθηκότι

66

a Tit. hujus primi Cap. ita evanidus est ut legi prorsus nequeat. Suppl. e Cod. Coislin.

B

66

66

ων

σε ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξής σοι γράψαι” καὶ οὐδὲ τῇ οἰκείᾳ ἀρκεῖται μαρτυρίᾳ μόνον, ἀλλὰ ἀνάγει ἔτι τοὺς Αποστολους, τὸ πᾶν λέγων “ καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ ̓ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου” διὸ τὸν λόγον ἀξιόπιστον ἐκεῖ ποίησας, οὐδεμιᾶς δεῖται ἐνταῦθα ἑτέρας συστάσεως, ἅπαξ τοῦ 5 μαθητοῦ πεισθέντος, καὶ δι ̓ ἐκείνων τὸ ἀκριβὲς αὐτοῦ τῆς ἀληθείας ἀναρτίσας. Ὁ γὰρ ἅπερ ἤκουσεν ἀξιόπιστος γενόμενος γράψαι, καὶ πιστευθεὶς ὃ μὴ παρ' ἑτέρων παρείληφεν, ἀλλὰ ὧν εἶδε καὶ ἤκουσε, πιστευθῆναι δίκαιος ἂν ἦν. Εἰ γὰρ τὰ τοῦ Χριστοῦ ἐδέξω, πολλῷ μᾶλλον τὰ τῶν ̓Αποστόλων. Τί οὖν; ἱστορία μός το τὸ πρᾶγμα ἐστὶ καὶ Πνεύματος ἄμοιρος ὁ λόγος ; οὐδαμῶς· εἰ γὰρ “ οἱ ἀπ ̓ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου” αὐτὰ παρέδοσαν, τὰ ἐκείνων λέγει. Καὶ μετ' ὀλίγα—καὶ ὅρα αὐτοῦ τὸ ἄτυφον· οὐ γὰρ λέγει τὸ μὲν πρῶτον εὐαγγέλιον ὃ εὐηγγελισά μην, ἀλλὰ σὲ τὸν μὲν πρῶτον λόγον ὃν ἐποιησάμην.” μείζονα ἑαυτοῦ 15 εἶναι νομίζων τὴν τοῦ εὐαγγελίου προσηγορίαν. Καίτοι γε Απόστολος ἐντεῦθεν αὐτὸν κοσμεῖ λέγων· “ οὗ ὁ ἔπαινος ἐν τῷ σε εὐαγγελίῳ.” ἀλλ' αὐτὸς μετριάζει καὶ φησί· “ τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς

[ocr errors]

66

66

66

66

66

66

66

66

σε ποιεῖν τε καὶ διδάσκειν.” οὐχ ἁπλῶς περὶ πάντων, ἀλλ ̓ ἀπ ̓ 20 ἀρχῆς μέχρι τέλους" σε ἄχρι γὰρ τῆς ἡμέρας;” φησιν, “ ἧς ἀνελήφθη.” καὶ μὴν Ἰωάννης φησὶν ὅτι “ οὐκ ἦν δύνατον πάντα γράψαι· εἰ γὰρ ἐγράφη, οὐκ ἂν τὸν κόσμον οἶμαι, φησί, “ χωρῆσαι σε τὰ γραφόμενα βιβλία.” Πῶς οὖν οὗτος φησὶ “· περὶ πάντων” ; οὐκ εἶπε πάντα· ὡς ἂν εἴποι τις ἁδρομερῶς καὶ παχυμερῶς περὶ 25 πάντων τῶν συνεχόντων καὶ κατεπειγόντων.

66

2 Αχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ̓Αποστόλοις διὰ Πνεύματος ̔Αγίου, οὓς ἐξελέξατο, ἀνελήφθη.

66

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Διὰ Πνεύματος ἐντειλάμενος” τουτέστι πνευματικὰ πρὸς αὐτοὺς εἰπὼν ῥήματα, οὐδὲν ἀνθρωπινόν· ἢ τοῦτο, ἢ 30 ὅτι διὰ Πνεύματος αὐτοῖς ἐνετείλατο. Καὶ μετ ̓ ὀλίγα—τί δὲ ἐνετείλατο; “ πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη· βαπτίζοντες αὐτ “ τοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύ σε ματος” καὶ τὰ ἑξῆς. Μέγα τῶν Ἀποστόλων τὸ ἐγκώμιον, ὅταν

66

τοιαῦτα ὦσιν ἐγκεχειρισμένοι τῆς οἰκουμένης λέγω τὴν σωτηρίαν ῥήματα τοῦ Πνεύματος γέμοντα ἐντειλάμενος οὖν, φησὶν, ἀνελήφθη οὐκ εἶπε ἀνέβη· ἔτι ὡς περὶ ἀνθρώπου διαλέγεται· ἄρα καὶ μετὰ τὴν ἀνάβασιν ἐδίδασκε τοὺς μαθητάς· ἀλλὰ τοῦ χρόνου τούτου οὐδεὶς εἶπεν ἡμῖν μετὰ ἀκριβείας πάντα· ἀλλ ̓ ἐνχρονίζει μὲν αὐτῷ 5 Ἰωάννης τῶν ἄλλων μᾶλλον καὶ οὗτος· πάντα δὲ σαφῶς οὐδεὶς ἀπήγγειλε, πρὸς γὰρ ἕτερον ἠπείγετο· ἐμάθομεν δὲ αὐτὰ διὰ τῶν Ἀποστόλων· ἃ γὰρ ἤκουσαν εἶπον.

3 Οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας 4τοῦ Θεοῦ. καὶ συναλιζόμενος.

66

ΙΟ

Τοῦ Αὐτοῦ. Εἰπὼν περὶ τῆς ἀναλήψεως πρότερον, λέγει καὶ περὶ τῆς ἀναστάσεως· ἐπειδὴ γὰρ ἤκουσας ὅτι ἀνελήφθη, ἵνα μὴ νομίσης ὑφ ̓ ἑτέρων αὐτὸν ἀνειλῆφθαι, ἐπήγαγεν “ οἷς καὶ παρ-15 έστησεν ἑαυτὸν,” φησὶ, σε ζῶντα εἰ γὰρ ἐν τῷ μείζονι ἑαυτὸν παρέστησε, πολλῷ μᾶλλον ἐν τῷ ἐλάττονι. Εἶδες πῶς λανθα νόντως ὑποσπείρει ταυτὶ τὰ δόγματα.

66

66

66

Τοῦ Αὐτοῦ. Οὐ γὰρ ὥσπερ πρὸ τῆς ἀναστάσεως ὡς ἀεὶ μετ ̓ αὐτῶν ἦν, οὕτω καὶ τότε· οὐ γὰρ εἶπε τεσσαράκοντα ἡμέρας, ἀλλὰ 20 “ δι' ἡμερῶν τεσσαράκοντα” ἐφίστατο γὰρ καὶ ἀφίστατο πάλιν ἀνοίγων αὐτῶν τὰς διανοίας, καὶ οὐκέτι συγχωρῶν ὁμοίως πρὸς αὐτὸν διακεῖσθαι ὥσπερ καὶ ἔμπροσθεν· ἀλλ ̓ ἑκάτερα μετὰ ἀκριβείας κατασκευάζων· καὶ τὸ πιστευθῆναι τὴν ἀνάστασιν, καὶ τὸ μεῖζον αὐτ τὸν νομισθῆναι ἢ κατὰ ἄνθρωπον. Τίνος δὲ ἕνεκεν οὐχὶ πᾶσιν ἀλλὰ 25 τοῖς ̓Αποστόλοις ἐφάνη; ὅτι φάντασμα ἂν ἔδοξεν εἶναι τοῖς πολλοῖς οὐκ εἰδόσι τὸ ἀπόρρητον τοῦτο μυστήριον. Εἰ γὰρ αὐτοὶ οἱ μαθηταὶ ἠπίστουν τὴν ἀρχὴν καὶ ἐθορυβοῦντο· καὶ ἀφῆς ἐδεήθησαν τῆς διὰ χειρὸς καὶ τραπέζης, τί τοὺς πολλοὺς εἰκὸς ἦν παθεῖν ; διὰ τοῦτο ἐκ τῶν σημείων ἀναμφίβολον ποιεῖ τῆς ἀναστάσεως τὴν 30 ἀπόδειξιν· ὥστε μὴ τοῖς τότε μόνον, ὅπερ ἐκ τῆς ὄψεως ἔμελλεν

b συναυλιζόμενος prim. m. scr. videtur postea autem v erasum est,

et denuo restitutum.

ἔσεσθαι, ἀλλὰ καὶ πᾶσι τοῖς μετὰ ταῦτα φανερὰν γενέσθαι τὴν ἀνάστασιν. Διά τοι τοῦτο καὶ τοὺς ἀπίστους ἐντεῦθεν συλλογι ζόμεθα· εἰ γὰρ οὐκ ἀνέστη, ἀλλὰ μένει νεκρὸς, πῶς ἐν τῷ ὀνόματι αὐτοῦ οἱ Απόστολοι σημεῖα ἐποίησαν; ἀλλ ̓ οὐκ ἐποίησαν σημεῖα πῶς οὖν συνέστη τὸ ἔθνος τὸ ἡμέτερον; οὐ γὰρ δὴ πρὸς τοῦτο 5 ἀντιστήσονται· οὐδὲ τοῖς ὁρωμένους μαχήσονται· ὥστε ὅταν λέγωσι μὴ γεγενῆσθαι σημεῖα, μειζόνως ἑαυτοὺς περιπείρουσι. Τοῦτο γὰρ μέγιστον σημεῖον, τὸ χωρὶς σημείων τὴν οἰκουμένην προδρα μεῖν ἅπασαν ὑπὸ δώδεκα πτωχῶν καὶ ἀγραμμάτων ἀνθρώπων ἁλιευθεῖσαν. Οὐδὲ γὰρ πλούτῳ χρημάτων, οὐδὲ σοφίᾳ λόγων, οὐκ ἄλλῳ τινὶ τοιούτῳ περιεγίνοντο οἱ ἁλιεῖς· ὥστε καὶ ἄκοντες ὁμολογήσωσι θείαν εἶναι ἐν ἑαυτοῖς δύναμιν ἀμήχανον γὰρ ἀνθρωπίνην ἰσχὺν δυνηθῆναι τοσαῦτα ποτέ. Διά τοι τοῦτο καὶ τότε τεσσαράκοντα ἡμέρας ἔμεινεν ἐπὶ τῆς γῆς· ἔλεγχον διδοὺς ἐν τῷ μακρῷ χρόνῳ τῆς ὄψεως τῆς οἰκείας, ἵνα μὴ φάντασμα εἶναι 15 νομίσωσι τὸ ὁρώμενον. Καὶ οὐδὲ ἐν τούτῳ ἠρκέσθη· ἀλλὰ καὶ τράπεζαν προσετίθει. Ὅπερ οὖν δηλῶν ἔλεγε “ε καὶ συναλιζόμε σε νος αὐτοῖς.” καὶ τοῦτο ἀεὶ καὶ αὐτοὶ οἱ Ἀπόστολοι τεκμήριον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· “ οἵτινες συνεφάγομεν αὐτῷ σε καὶ συνεπίσμεν.” Τί δὲ ἐποίει τὰς τεσσαράκοντα ἡμέρας όπτα-20 νόμενος ; διελέγετο γὰρ αὐτοῖς φησι “ περὶ τῆς βασιλείας τοῦ “ Θεοῦ.” Ἐπειδὴ γὰρ καὶ πεπονηκότες ἦσαν καὶ τεταραγμένοι τοῖς ἤδη γεγενημένοις, καὶ πρὸς μεγάλους μέλλοντες ἐξιέναι ἀγῶνας, τοῖς περὶ τῶν μελλόντων αὐτοὺς ἀνεκτᾶτο λόγοις.

C

66

66

d

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅτι “ συναλιζόμενος” ἦν, φησὶν, αὐτοῖς· 25 τὸ δὲ πῶς οὐκ ἡμέτερον εἰπεῖν· τρόπῳ γάρ τινι παραδοξοτέρῳ ταῦτα ἐγίνετο· οὐχ ὡς τῆς φύσεως δεομένης βρωμάτων λοιπὸν, ἀλλὰ συγκαταβάσεως πρὸς ἀπόδειξιν τῆς ἀναστάσεως γενομένης. Πρῶτον αὐτοὺς εἰς τὴν Γαλιλαίαν ἐξήγαγε, δεδοικότας ἔτι καὶ τρέμοντας, ἵνα μετὰ ἀδείαν ἀκούσωσι τῶν λεγομένων· εἶτα ἐπειδὴ ἤκουσαν καὶ τεσ-30 σαράκοντα συνδιέτριβον ἡμέρας, “παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι.” τί δήποτε; καθάπερ τινας στρατιώτας μέλλοντας εἰς

66

• Scr. erat συναυλιζόμενος sed postea erasum est τό ν. scr. erat συναυλιζόμενος.

d Ibi etiam

« PreviousContinue »