Page images
PDF
EPUB

αὐτῶν· τὸ μὲν οὖν ὁρίσαι τὸν ἀριθμὸν, καὶ τὸ χειροτονῆσαι καὶ ἐν χρείᾳ τοιαύτῃ αὐτῶν ἦν· τὸ δὲ ἕλεσθαι τοὺς ἄνδρας ἐκείνοις ἐπιτρέπουσιν, ἵνα μὴ δόξωσιν αὐτοὶ χαρίζεσθαι.

4 Ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν.

ται

Τοῦ Αὐτοῦ. Πάλιν καὶ ἀρχόμενοι καὶ τελευτῶντες ἀπολογοῦν

66

σε προσκαρτερήσομεν,” φησίν· οὕτω γὰρ ἔδει οὐχ ἅπλως, οὐδ ̓ ὡς ἔτυχεν, ἀλλὰ προσκαρτερεῖν.

5

5 Καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους. Καὶ τοῦτο τῆς αὐτῶν σοφίας ἄξιον πάντες ἐπήνεσαν τὸ λεχθέν, το οὕτως ἦν συνετόν.

Καὶ ἐξελέξαντο Στέφανον ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος Ἁγίου, καὶ Φίλιππον, καὶ Πρόχορον, καὶ Νικάνορα, καὶ Τίμωνα, καὶ Παρμενᾶν, καὶ Νικόλαον προσήλυτον Ἀντιοχέα.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα καὶ ἐκεῖνοι πλήρεις πίστεως ἦσαν ἵνα μὴ τὰ αὐτὰ γένηται οἷα ἐπὶ Ἰούδα, οἷα ἐπὶ Ἀνανίου καὶ Σαπφείρης.

15

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Δηλοῦται καὶ διὰ τούτου, ὡς ἐκείνη ἡ πίστις ἡ μετ ̓ ἐπιτάσεως ἐστιν, ἡ αἰτία τοῦ χορηγηθῆναι τὸ 20 Πνεῦμα τὸ Ἅγιον, καὶ οὐχ ἡ ἁπλῶς πίστις.

ΔΙΔΥΜΟΥ. Τῶν μετεχόντων τὴν ἀρετὴν, οἱ μὲν τελείως, οἱ δὲ ἐλλιπῶς αὐτὴν ἔχουσι· Στέφανος γοῦν μαρτυρεῖται τῆς ἐκλογῆς τετυχηκέναι διὰ τὸ πλήρης εἶναι πίστεως καὶ πνεύματος· οὐ παντὸς τοῦ ὁπωσδήποτε πιστεύοντος· πλήρης ὄντως πίστεως ̇ 25 εἴρηται γὰρ περί τινος ὀφθέντος τῷ Πέτρῳ, πίστιν ἔχοντος οὐ μὴν πλήρους" αὐτῆς ὄντος.

t

6 Οὓς ἔστησαν ἐνώπιον τῶν ̓Αποστόλων.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἠφόρησαν αὐτοὺς τοῦ πλήθους, καὶ αὐτοὶ ἕλκουσιν· οὐχ οἱ Ἀπόστολοι ἄγουσιν· ὅρα πῶς οὐκ ἔστι περιττός" 30 οὐ λέγει πῶς, ἀλλὰ τί; ἐχειροτονήθησαν διὰ προσευχῆς· τοῦτο γὰρ ἡ χειροτονία ἐστίν· ἡ χεὶρ ἐπίκειται τοῦ ἀνδρός· τὸ δὲ πᾶν

[blocks in formation]

ὁ Θεὸς ἐργάζεται, καὶ νῦν ἡ αὐτοῦ χάρις ἐστὶν, ἡ ἁπτομένη τῆς κεφαλῆς τοῦ χειροτονουμένου, ἐὰν ὡς δεῖ χειροτονῆται.

Καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι δι ̓ εὐχῆς καὶ ἐπιθέσεως τῶν χει ρῶν τῶν ἡγουμένων τῷ λόγῳ ἡ χειροτονία· καὶ ἡ ἀξία τῆς διακο- 5 νίας ἐδόθη ἐξ ἀρχῆς τοῖς διακόνοις, καὶ τοῦτο ἔθος μέχρι καὶ νῦν σώζεται.

7 Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν Ἱερουσαλὴμ σφόδρα.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐχ ἁπλῶς εἶπε τοῦτο, ἀλλ ̓ ἔδειξεν ὅση το τῆς ἐλεημοσύνης ἰσχὺς, καὶ τῆς διατάξεως· καὶ μέλλει λοιπὸν αὔξειν τὸ κατὰ Στέφανον καὶ τὰς αἰτίας αὐτῶν προτίθησιν.

Πολύς τε ὄχλος τῶν ἱερέων ὑπήκουε τῇ πίστει.

Ἐπειδὴ γὰρ εἶδον τὸν ἄρχοντα καὶ διδάσκαλον τοιαῦτα ἀποφηνάμενον, ἀπὸ τῶν ἔργων λοιπὸν τὴν πεῖραν ἐλάμβανον· θαυμάσαι 15 δὲ ἄξιον, πῶς οὐκ ἐσχίσθη τὸ πλῆθος ἐν τῇ αἱρέσει τῶν ἀνδρῶν· ὁποῖον δὲ ἀξίωμα εἶχον οὗτοι, καὶ ὁποῖαν ἐδέξαντο χειροτονίαν ἀναγ καῖον μαθεῖν· ἄρα τὴν τῶν διακόνων· καὶ μὴν τοῦτο ἐν ταῖς ἐκκλησίαις οὐκ ἔστιν ἀλλὰ τῶν πρεσβυτέρων ἐστὶν ἡ οἰκονομία. καίτοι οὐδέπω οὐδεὶς ἐπίσκοπος ἦν, ἀλλ ̓ οἱ Ἀπόστολοι μόνον· ὅθεν οὔτε 20 διακόνων οὔτε πρεσβυτέρων τὸ ὄνομα εἶναι δῆλον καὶ φανερὸν, ἀλλὰ τέως εἰς τοῦτο χειροτονήθησαν· καὶ οὐχ ἁπλῶς ἐχειροτονήθησαν, ἀλλ' ἐπηύξαντο αὐτοῖς δυνηθῆναι περιγένεσθαι· ὅρα δέ μοι εἰ ἑπτὰ ἀνδρῶν ἐδέησεν εἰς τοῦτο· τοσαῦτα ἴσως ἐπέρρει χρήματα· τοσού των χηρῶν πλῆθος ἦν.

8 Στέφανος δὲ πλήρης χάριτος καὶ δυνάμεως ἐποίει τέρατα καὶ σημεῖα μέγαλα ἐν τῷ λαῷ.

25

Τοῦ Αὐτοῦ. Ὅρα πῶς καὶ ἐν τοῖς ἑπτὰ ἦν τις πρόκριτος, καὶ τὰ πρῶτα εἶχεν· εἰ γὰρ καὶ ἡ χειροτονία κοινὴ ἦν, ἀλλ ̓ ὅμως ἐπεσπάσατο χάριν πλείονα· καὶ ὅρα πῶς πρὸ τούτου οὐκ ἐποίει, 30 ἀλλ ̓ ὅτε δῆλος γέγονεν· ἵνα δειχθῇ ὅτι οὐκ ἀρκεῖ* μόνη ἡ χάρις, ἀλλὰ δεῖ καὶ τῆς χειροτονίας, ὥστε προσθήκη Πνεύματος ἐγένετο εἰ γὰρ πλήρεις * Πνεύματος ἦσαν, δηλονότι τοῦ ἀπὸ τοῦ λουτροῦ. * ἀρχῆ Cod. Η πλήρης Cod.

9 Ἀνέστησαν δέ τινες τῶν ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στετο φάνῳ καὶ οὐκ ἴσχυον ἀντιστῆναι τῇ σοφίᾳ καὶ τῷ πνεύματι ᾧ ἐλάλει.

Τοῦ Αὐτοῦ. Πάλιν ἀνάστασιν τὸν παροξυσμὸν αὐτῶν λέγει καὶ τὴν ὀργήν. ἐνταῦθα πολὺ τὸ πλῆθος· καὶ ὅρα ἕτερον τῆς κατηγορίας τὸ σχῆμα· ἐπειδὴ γὰρ ἐκώλυσεν αὐτοὺς Γαμαλιῆλος μηδὲν ὑπὲρ ἐκείνου ἐγκαλεῖν, ἑτέραν κατηγορίαν εἰσάγουσιν.

Τοῦ Αὐτοῦ. Λιβερτίνοι ἦσαν οἱ Ῥωμαίων ἀπελεύθεροι· ὥσπερι ᾤκουν ἐκεῖ πολλοὶ ξένοι, οὕτω καὶ συναγωγὰς εἶχον, ἔνθα ἔδει τὸν νόμον ἀναγινώσκεσθαι καὶ εὐχὰς γίνεσθαι.

5

10

Τότε ὑπέβαλον ἄνδρας λέγοντας, ὅτι ἀκηκόαμεν αὐτ τοῦ λέγοντος ῥήματα βλάσφημα εἰς Μωσῆν καὶ τὸν 12 Θεόν συνεκίνησάν τε τὸν λαὸν καὶ τοὺς πρεσβυτέρους 15 καὶ τοὺς γραμματεῖς· καὶ ἐπιστάντες συνήρπασαν αὐτὸν, 13 καὶ ἤγαγον εἰς τὸ συνέδριον· ἔστησάν τε μάρτυρας ψευ δεῖς λέγοντας.

Τοῦ Αὐτοῦ. Διὰ γὰρ τοῦτο συνεζήτουν, ἵν ̓ ἀναγκάσωσιν αὐτόν τι εἰπεῖν· ὁ δὲ γυμνότερον λοιπὸν διελέγετο· καὶ τὴν παύλαν ἔλεγεν 20 ἴσως τοῦ θείου νόμου, ἢ οὐκ ἔλεγε μὲν, ἠνίττετο δέ· ἐπεὶ εἰ ἔλεγε φανερῶς, οὐκ ἔδει τῶν ὑπολοίπων ἀνδρῶν οὐδὲ τῶν ψευδομαρτύρων.

ων

Τοῦ Αὐτοῦ. Ἐπὶ μὲν τῶν Ἀποστόλων ἔλεγον, ὅτι τὴν ἀνάστασιν κατήγγελλον, καὶ ὅτι πολὺς ὄχλος ἐπιρρεῖ· ἐνταῦθα δὲ, ὅτι ἐθεραπεύοντο· ὑπὲρ ὧν εὐχαριστεῖν ἔδει, ὑπὲρ τούτων ἐμέμφοντο ὦ 25 τῆς ἀνοίας· τοὺς διὰ τῶν ἔργων κρατοῦντας προσεδόκων κρατήσειν διὰ τῶν λόγων· ὅπερ καὶ ἐπὶ τοῦ Χριστοῦ ἐποίουν· καὶ ἀεὶ λόγους αὐτοὺς ἐνέβαλλον ἁρπάσαι γὰρ ἁπλῶς ἠσχύνοντο, οὐδὲν ἔχοντες ἐγκαλεῖν. Καὶ μετ' ὀλίγα—Όρα τοῦ κηρύγματος τὴν δύναμιν, ὅτι οὐ μαστιζομένων μόνον ἀλλὰ καὶ λιθαζομένων κρατεῖ.

επι

Ὁ ἄνθρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα βλάστ φημα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου 14 ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος.

γ ὅτι ὁ Cod.

30

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὡς ἔργον αὐτοῦ ποιουμένου, καὶ μετὰ προσθήκης, σε ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς,” φησὶν, οὐκέτι ὁ Θεός· ὡς ἐπ ̓ ἀνατροπῇ πολιτείας καὶ ἀσεβείας αὐτοῦ κατηγόρουν.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι αὐτοὶ οἱ ψευδομάρτυρες ἀληθῆ προεφήτευον, καὶ μὴ βουλόμενοι, περὶ τῆς τοῦ ναοῦ ἀπωλείας καὶ 5 τῆς ἐναλλαγῆς τῆς κατὰ τὸν νόμον σαρκικῆς λατρείας.

66

66

66

Ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωϋσῆς. Του ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Ἰησοῦς,” φησὶν, “ ὁ Ναζωραῖος, καὶ ὀνει διστικῶς· σε καταλύσει τὸν τόπον τοῦτον καὶ ἀλλάξει τὰ ἔθη” τοῦτο 1ο περὶ τοῦ Χριστοῦ ἔλεγον, ὁ καταλύων τὸν ναὸν τοῦτον· πολλὴ γὰρ ἦν αὐτοῖς εὐλάβεια περὶ τὸν ναὸν, ἅτε καὶ μετοικεῖν βουλομένοις· καὶ περὶ τὸ ὄνομα Μωϋσέως διπλῆ ἡ κατηγορία· εἰ ἀλλάξῃ τὰ ἔθη, καὶ ἕτερα ἀντεισάξει· ὅρα πῶς μικρὰ ἡ κατηγορία, καὶ κιν δύνων γέμουσα.

15 Καὶ ἀτενίσαντες εἰς αὐτὸν πάντες οἱ καθεζόμενοι ἐν τῷ συνεδρίῳ, εἶδον τὸ πρόσωπον αὐτοῦ ὡσεὶ πρόσωπον ̓Αγγέλου.

2

66

15

Οὕτως ἔστι καὶ ἐν ἐλάττονι ὄντι βαθμῷ λάμπειν· τί γὰρ, εἰπέ μοι, τῶν Ἀποστόλων οὗτος ἔλαττον ἔσχε ; οὐχὶ πολλῶν ἐδεήθη· καὶ 20 πολλὴν ἐπεδείξατο παρρησίαν· “ εἶδον τὸ πρόσωπον αὐτοῦ,” φησίν, ὡς πρόσωπον Ἀγγέλου” τοῦτο γὰρ ἡ χάρις ἦν· τοῦτο ἡ δόξα Μωϋσέως ἦν· ἐπίχαριν αὐτὸν ἐποίησεν ὁ Θεός.

Τοῦ Αὐτοῦ. “ Εἶδον τὸ πρόσωπον αὐτοῦ ὡς πρόσωπον Αγγέλου” ἀλλ ̓ οὐδὲν τοῦτο πρὸς τὴν ἔνδοθεν ἀστράπτουσαν δόξαν· ὅπερ γάρ 25 Μωϋσῆς ἐπὶ τοῦ προσώπου εἶχε, τοῦτο οὗτος ἐπὶ τῆς ψυχῆς περιέφερε· μᾶλλον δὲ καὶ πολλῷ πλέον· τὸ μὲν γὰρ Μωϋσέως αἰσθη τικώτερον ἦν· τοῦτο δὲ ἀσώματον.

Εἶπε δὲ ὁ ἀρχιερεὺς, εἰ ἄρα ταῦτα οὕτως ἔχει, ὁ δὲ ἔφη.

66

Τοῦ Αὐτοῦ. Μετ ̓ ἐπιεικείας ἡ ἐρώτησις· ἵνα τι μέγα κακὸν ἐργά- 30 σηται· διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ προσηνείας ἄρχεται τῶν ῥημάτων, καὶ φησίν· σε ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε μου,” καὶ τὰ ἑξῆς. Τοῦ Αὐτοῦ. Εὐθέως ἐκ τοῦ προοιμίου τὴν δόξαν αὐτῶν ἀναιρεῖ 2 ἄρα om. Cod.

καὶ κατασκευάζει, δι ̓ ὧν φησὶν, ὅτι οὐδέν ἐστιν ὁ ναὸς καὶ οὐδὲν τὰ ἔθη ἀνυπόπτως· καὶ ὅτι οὐ περιέσονται τοῦ κηρύγματος· καὶ ὅτι ἐξ ἀμηχάνων ἀεὶ ὁ Θεὸς εὐμήχανα κατεσκεύασεν· ὅρα γοῦν διὰ τούτων ὑφαινομένην τὴν δημηγορίαν, καὶ ὅτι πολλῆς ἀπολαύσαντες ἀεὶ φιλανθρωπίας, τοῖς ἐναντίοις τὸν εὐεργέτην ημείψαντο, καὶ ὅτι 5 ἀδυνάτοις ἐπιχειροῦσιν.

̓́Ανδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατέ μου.

ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Ἑτοιμάζεσθαι κελεύει πρὸς τὸ εὐήνιον, καὶ μονονουχὶ κατακλίνοντας τὸ ἀτίον συνιέναι λεπτῶς τῶν θείων λόγων τὴν δύναμιν.

Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν ̓Αβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν 3 Χαρράν· καὶ εἶπε πρὸς αὐτόν.

66

[ocr errors]

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ ναὸς οὐκ ἦν, καὶ θυσία οὐκ ἦν, καὶ θείας ὄψεως ἠξίωτο Ἀβραάμ καὶ προγόνους Πέρσας εἶχε, καὶ ἐνις ἀλλοτρίᾳ γῇ ἦν· καὶ καλῶς ἀρχόμενος “ τὸν Θεὸν τῆς δόξης” ἐκάλεσεν, ἐπειδὴ τοὺς ἀτίμους ἐνδόξους πεποίηκε, φησὶ, καὶ ἡμᾶς ποιήσει· ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν σωματικῶν· ἀπὸ τοῦ τόπου τέως· ἐπειδὴ περὶ τόπου ὁ λόγος ἦν· “ ὁ Θεὸς τῆς δόξης” φησὶ πάλιν, ὅτι οὐ δεῖται τῆς παρ ̓ ἡμῶν δόξης τῆς διὰ τοῦ ναοῦ.

66

20

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὥσπερ οἱ ἄλλοι Ἀπόστολοι καταδραμόν τες τῶν ἄλλον λεγόντων τὸν Θεὸν τὸν κοσμοποιὸν, καὶ ἄλλον τὸν Πατέρα τοῦ Χριστοῦ Ἰησοῦ, ἑνὰ καὶ τὸν αὐτὸν ἐν τῇ εὐχῇ ἐσπού δαζον δεικνύναι· οὕτω καὶ ἐνταῦθα ὁ Στέφανος τοῦ αὐτοῦ μετασχὼν Πνεύματος τὰ αὐτὰ φησί· πλεῖστα γὰρ εἰπὼν περὶ τοῦ τὸν 25 νόμου δεδωκότος καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν, ὡς τῶν οὐρανῶν ἀνεωγμένων, εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.

Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, 4 καὶ δεῦρο εἰς γῆν ἣν ἂν σοι δείξω· τότε ἐξελθὼν ἐκ γῆς 30 Χαλδαίων, κατώκησεν ἐν Χαρράν· κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε.

* οἰκεῖτε Cod.

« PreviousContinue »