Page images
PDF
EPUB

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσιν πῶς οὐκ εἰσὶν οὗτοι τέκνα τοῦ Ἀβραὰμ, πῶς ἐκεῖνος πειθήνιος ἦν, καὶ ἐκ τῆς συγγενείας σου φησίν· ἀμφότερα φορτικά· καὶ ὅτι ἐκεῖνος μὲν τοὺς πόνους ὑπέμεινεν, ὑμεῖς δὲ τοὺς καρποὺς δρέπεσθε· καὶ ὅτι πάντες οἱ πρόγονοι ἐν κακουχία.

ΩΡΙΓΕΝΟΥΣ. Λεκτεὸν ὅτι οἱ ἀπὸ τῶν ἐθνῶν πιστεύοντες, καὶ ἔσθ' ὅτε διὰ τὸν λόγον ἀλλοτριούμενοι τῆς ἑαυτῶν γῆς καὶ τῆς συγγενείας καὶ τοῦ οἴκου τοῦ πατρὸς, υἱοὶ εἰσὶν Ἀβραὰμ, τοῦ ταῦτα ἀκούσαντος καὶ ποιήσαντος.

ΚΥΡΙΛΛΟΥ. Αθρει δὴ οὖν ὅτι τοῖς ὁλοσχερῶς τὲ καὶ ὁλοτρόπως ἀκολουθοῦσι Θεῷ, καὶ τῆς εἰς αὐτὸν ἐλπίδος πεποιημένοις δεύτερα τὰ σαρκὸς καὶ φιληδονίαν κοσμικὴν, ἕψεται πάντως τοῖς τοιούτοις τὸ εὐλογίας τῆς ἄνωθεν πλουσίως μεταλαχεῖν.

5

Παντὶ τῷ ἀναγινώσκοντι φανερόν ἐστιν, ὡς τῷ Σωτῆρι καὶ δι ̓ αὐτοῦ τῷ Πατρὶ, ὥσπερ οἱ Ἀπόστολοι, καὶ ὁ Στέφανος ἐπανεῖχε 15 διὸ ἡγητέον λέγοντα αὐτὸν τὸν πατέρα Ἀβραὰμ προσεληλυθέναι τῷ Θεῷ τῆς δόξης, μὴ ἄλλον εἰδέναι Θεὸν, ἢ τὸν ὠφθέντα τῷ Ἀβραάμ· ὅθεν αἱρετικοὺς ὑποληπτέον εἶναι τοὺς διακόπτοντας τὸν κοσμοποιὸν ἀπὸ Πατρὸς Ἰησοῦ· πλεῖστα γὰρ ὁ προκείμενος ἀνὴρ εἰπὼν ἐν τῇ πρὸς Ἰουδαίους ἀπολογίᾳ περὶ τοῦ τὸν νόμον δεδωκότος 2ο καὶ τὸν κόσμον πεποιηκότος, ἐπήγαγεν ὡς τῶν οὐρανῶν ἀνεωγμένων εἶδε τὸν Χριστὸν ἐκ δεξιῶν ὄντα τοῦ Θεοῦ· ὑπὲρ οὗ πάντα τὰ εἰρημένα διηγήσατο.

5 Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατά- 25 σχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετ ̓ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πῶς αὐτοὺς ἀπὸ τῆς γῆς ἀνάγει οὐ γὰρ εἶπε δώσει δηλονότι καὶ οὐδὲν παρ ̓ αὐτὸν, ἦλθε γὰρ καὶ συγγένειαν ἀφεὶς καὶ πατρίδα· διατί οὖν οὐκ ἔδωκεν; ἄρα τύπος 30 ἦν ἑτέρας γῆς, καὶ ἐπηγγείλατο δοῦναι αὐτήν· ὅρα ὅτι οὐχ ἁπλῶς πάλιν τὸν λόγον ἀναλαμβάνει· οὐκ ἔδωκε, καὶ ἐπηγγείλατο καὶ τῷ σπέρματι αὐτοῦ μετ ̓ αὐτὸν, οὐκ ὄντος αὐτῷ τέκνου· πάλιν τὸ

Η δίκνυσι Cod.

P

6

δυνατὸν τοῦ Θεοῦ τὸ ἐξ ἀμηχάνων πάντα ποιεῖν· τὸν ἐν Περσίδι καὶ τοσοῦτον ἀπέχοντα, τοῦτον ἔφησε κύριον τῆς Παλαιστίνης ποιήσειν. δείκνυσιν ἐνταῦθα τὴν ἐπαγγελίαν πρὸ τοῦ τόπου γεγενημένην πρὸ τῆς περιτομῆς· πρὸ θυσίας πρὸ τοῦ ναοῦ· καὶ οὐκ ἀξίαν οὗτοι ἔλαβον οὐδὲ περιτομὴν, οὐδὲ νόμον, ἀλλὰ τῆς ὑπακοῆς 5 μόνον μισθὸς ἦν ἡ γῆ καὶ οὐδὲ τῆς περιτομῆς δοθείσης ἡ ἐπαγγελία πληροῦται· καὶ ὅτι τύποι ἦσαν· καὶ τὸ τὴν πατρίδα ἀφεῖκαι τοῦ Θεοῦ κελεύοντος, οὐ παρὰ τὸν νόμον· ἐκείνη γὰρ πατρὶς ἔνθα ἂν ἡγεῖται Θεός· καὶ ἐξῆλθε, φησὶν, ἐκ γῆς Χαλδαίων· καὶ ὅτι εἴτις ἀκριβῶς ἐξετάσοι, Πέρσαι εἰσὶν οἱ Ἰουδαῖοι· καὶ ὅτι ο καὶ χωρὶς σημείων πείθεσθαι χρὴ τῷ Θεῷ λέγοντι, κἂν δεινὰ τινὰ συμβαίνῃ· ἐπεὶ καὶ ὁ Πατριάρχης, καὶ τὸν τάφον καταλιπὼν τὸν πατρῷον καὶ πάντα, ἐπείθετο τῷ Θεῷ· καὶ ὑπέσχετο, φησὶ, δοῦ ναι αὐτὴν αὐτῷ, καὶ τῷ σπέρματι αὐτοῦ μετ ̓ αὐτόν· πολλὴ ἐν ταῦθα τοῦ Κυρίου ἡ φιλανθρωπία δείκνυται, καὶ ἡ τοῦ Ἀβραὰμ 15 πίστις· καίτοι γὰρ οὐκ ὄντος αὐτῷ τέκνου δείκνυσι διὰ τὴν ὑπακοὴν καὶ τὴν πίστιν καίτοιγε τὰ γενόμενα τοὐναντίον ἐδείκνυ· οἷον μετὰ τὸ ἐλθεῖν οὐκ ἔσχε βῆμα ποδός· παῖδα οὐκ εἶχεν ἅπερ ἐναντία ἦν τῇ πίστει· ταῦτα ἑωρακότες καὶ ἡμεῖς, ἅπερ ἐπαγγέλ λεται Θεὸς, δεχόμεθα, κἂν ἐναντία ᾖ τὰ γινόμενα. καίτοι γε ἐφ' 20 ἡμῶν οὐκ ἔστιν ἐναντία, ἀλλὰ καὶ σφόδρα ἀκόλουθα· ἔνθα μὲν γὰρ ἂν ὦσιν αἱ ὑποσχέσεις, ὅταν τἀναντία γένηται, ἐναντία ἐστὶν, οὕτως· ἐφ' ἡμῖν δὲ τοὐναντίον· ἐνταῦθα μὲν θλίψιν εἶπεν, ἐκεῖ δὲ ἄνεσιν.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Διὰ τοῦτο οὐκ ἔδωκεν, ἐπειδὴ εἰς κατά-25 σχεσιν αὐτὴν αὐτῷ δώσειν ἐπηγγείλατο· ὁ δὲ πάροικος καὶ παρεπίδημος καὶ μετ' ὀλίγον ἀναλύειν μέλλων, πῶς κατέχειν ἠδύνατο σώζεται ἄρα ἡ κληρονομία τῷ Ἀβραὰμ διὰ τοῦ σπέρματος αὐτοῦ, ὅ ἐστι Χριστός· ὅτε δὲ καὶ συμβασιλεύσωσιν αὐτῷ οἱ ἅγιοι κατὰ τὸ γεγραμμένον, “ ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ,” πάνω 30 των τῶν ἐθνῶν βασιλεὺς ὤν

ων.

Ελάλησε δὲ ὁ Θεὸς οὕτως· ὅτι ἔσται τὸ σπέρμα σου πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ η κακώσουσιν, ἔτη τετρακόσια. καὶ τὸ ἔθνος, ᾧ ἂν δουλεύ

σωσι, κρινῶ ἐγὼ, εἶπεν ὁ Θεός· καὶ μετὰ ταῦτα ἐξελεύ σονται, καὶ λατρεύσουσί μοι ἐν τῷ τόπῳ τούτῳ.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πρὸ πόσων ἐτῶν ἡ ἐπαγγελία, καὶ ὁ τῆς ἐπαγγελίας τρόπος· καὶ οὐδαμοῦ περιτομή· οὐδαμοῦ θυσία ἐνταῦθα δείκνυσι πῶς αὐτοὺς ἠφίει κακῶς πάσχειν, καίτοι οὐδὲν 5 ἔχων αὐτοῖς ἐγκαλεῖν· ἀλλ ̓ ὅμως οὐκ ἀτιμωρητὶ ταῦτα ἐποιοῦν. Καὶ μετ' ὀλίγα—Ἵνα γὰρ μὴ τούτων νομίσωσιν εὐσεβεῖς εἶναι· διὰ τὸ λέγειν, “ πέποιθεν ἐπὶ Κυρίου, ῥυσάσθω αὐτὸν, ὁ ἐπαγγειλάμενος, ὁ δοὺς τὴν γῆν, πρότερον τὰ κακὰ συγχωρεῖ· οὕτω καὶ νῦν εἰ καὶ βασιλείαν ἐπηγγείλατο, ἀλλά φησιν, ἐγγυμνάζεσθε πει- 10 ρασμοῖς· εἰ ἐνταῦθα μετὰ τετρακόσια ἔτη ἐλευθερία, τί θαυμαστὸν ἐπὶ τῆς βασιλείας ; καὶ ὅμως ἐποίησε, καὶ οὐκ ἴσχυσεν ὁ χρόνος εἰς ψεῦδος ἐμβαλεῖν τὸν λόγον· καὶ οὐ τὴν τυχοῦσαν δουλείαν ὑπέμειναν· οὐδὲ μέχρι τῆς τιμωρίας τῆς ἐκείνων, ἀλλὰ καὶ αὐτοὶ ἐν τιμωρίᾳ ἔσονται, φησὶ, μεγίστῃ· ἐνταῦθα αὐτοὺς ἀναμιμνήσκει 15 τῆς εὐεργεσίας, ἧς ἔτυχον.

ΕΥΣΕΒΙΟΥ. Διατί δὲ περισσὰ λέγει ἔτη ὁ Ἀπόστολος λ'; τάτε πρὸ τῆς διαθήκης ἣν ἐποιήσατο τῷ Ἀβραὰμ, καὶ τὴν ἐξ Αἰγύπτου πορείαν ἐν τῇ ἐρήμῳ μέχρι τῆς τοῦ νόμου δόσεως.

[ocr errors]

66

Οὐ μάχεται τοῖς ἐνταῦθα τὰ ἐν τῇ Ἐξόδῳ γεγραμμένα· ἐκεῖ 20 γὰρ εἴρηται, “ μετὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ γῆς Αἰγύπτου ἐνταῦθα δὲ μετὰ ν' φησί· ἀλλ' ἐπισ στῆσαι δεῖ, ὅτι οὐκ ἐρρήθη, ὡς πληρωθέντων τῶν ν' ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ ν' ἔτη· ὅπερ ἐμφαίνει καὶ τὰ λ'.

66

Ἀβραὰμ ἀπὸ ὁ ἔτους ἕως ρ' ἔτους, ἔτη κέ· Ἰσαὰκ ἔτη ξ' 25 Ἰακὼβ ἔτη ςθ'· Ἰωσὴφ ἔτη ρί· ἐν Αἰγύπτῳ ἔτη ρμδ· ὁμοῦ ἔτη υλ'· φησὶ δὲ, σε καὶ κακώσουσιν αὐτὸ ἔτη ν', καὶ μετὰ ταῦτα ἐξε“ λεύσονται καὶ λατρεύσουσί μοι” τοῦ μετὰ ταῦτα ἐν τοῖς λ' ἔτεσι σημαινομένου.

66

8 Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως 30 ἐγέννησε τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ·

a & Cod.

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΠΡΟΣ ΕΠΡΑΞΙΟΝ ΚΟΥΒΙΚΟΥΛΑΡΙΟΝ ΑΠΟΚΡΙΣΕΩΣ. Καὶ τοῦτο γὰρ πυνθάνῃ, τίνος ἕνεκεν περιτέμνεσθαι τὴν ἀκροβυστίαν τοῖς πατράσιν ἐνομοθέτητε· καὶ πρόχειρον μὲν τινὲς αἰτίαν ταύτην ἀποδεδώκασι· ἐπειδὴ, φησὶν, ὁ Ἀβραὰμ ἐκ τῆς Χαλδαίων ἀπῆρε Χαλδαίοις δὲ ἐπετέτραπτο 5 κατὰ τὰ πάτρια σφῶν ἤθη, καθὰ δὴ Μήδοις καὶ Πέρσαις, μητράσι καὶ ἀδελφαῖς ἐπιμίγνυσθαι· ταύτης ἕνεκα τῆς αἰτίας περιτέμνεται τὴν σάρκα τῆς ἀκροβυστίας, τῇ οἰκειότητι τῆς σαρκὸς ἀποταττόμενος, καὶ τοὺς τῆς συγγενείας ἀθεμίτους ἀρνούμενος γάμους. Καὶ μετ' ὀλίγα-Ἄλλοι δὲ, φησὶ, διὰ τοῦτο προστέ- 10 ταχθαι τῷ Ἀβραὰμ καὶ τοῖς ἐξ αὐτοῦ τὴν περιτομὴν, ἵνα δῆλον εἴη, ὡς ἐξ αὐτῶν ἔσται ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάν των Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν.

Καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.

Τοῦ Αὐτοῦ. Γινώσκομεν γὰρ ὡς ἡ ἐν σαρκὶ περιτομὴ τυπικῶς γενομένη, τὸ παλαιὸν εἰκόνα ἐπεῖχε τοῦ σωτηρίου βαπτίσματος· διὰ τῆς ἀποβολῆς τῆς ἀκροβυστίας τὴν ἄρνησιν δηλοῦσα τῆς κατὰ σάρκα γεννήσεως, καὶ υἱοὺς ποιοῦσα τοὺς περιτεμνομένους Θεοῦ.

15

Τοῦ Αὐτοῦ. Ἐν πρώτοις ὁ Ἰσαὰκ τῇ ὀγδόῃ περιτέμνεται 20 ἡμέρᾳ, ὅθεν καὶ οἱ Ἰουδαῖοι· ὁ δὲ Ἰσμαὴλ δεκατριῶν ἐνιαυτῶν ὑπάρχων· διὰ τοῦτο καὶ οἱ ἐξ αὐτοῦ Ἰσμαηλῖται οὕτω περιτέμνονται, ὡς Ιώσηπος φησί.

9 Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον.

Τοῦ Αὐτοῦ. Πάλιν ἐνταῦθα τύπος τοῦ Χριστοῦ· οὐδὲν ἔχοντες ἐγκαλεῖν, ἀλλ ̓ ἐλθόντα ἐπὶ τροφὴν τὴν αὐτῶν κακῶς διέθηκαν ὅμως καὶ ἐνταῦθα πάλιν ἐπαγγελία μακρὰ καὶ τέλος λαμβάνει.

25

ΣΕΥΗΡΙΑΝΟΥ Ο ΕΠΙΣΚΟΠΟΥ ΓΑΒΑΛΩΝ. Ἀλλ ̓ ἐπλήρωσε του Χριστοῦ τὴν εἰκόνα τῆς πράσεως Ἰωσὴφ, ὁ πραθεὶς ὑπὸ τῶν ἀδελ-30 φῶν διὰ τὰ ἐνύπνια· τινι προκατεσκεύασεν ὁ φθόνος· ἡ γὰρ ἐπιβουλὴ τῶν ἐπιβουλευσάντων ὁδὸς προκοπῆς ἐγένετο τῷ φθονουμένω εἰ μὴ γὰρ ἐπράθη, οὐκ ἂν ἦλθεν εἰς Αἴγυπτον· οὐκ ἂν τῇ γυναικὶ Το Σευήρου Cod.

b

αν

10

τοὺς ὑπὲρ σωφροσύνης ἀγῶνας ἐπεδείξατο· εἰ μὴ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἀνεδέξατο στεφάνους, οὐκ ἂν ὤκησε τὴν φυλακήν· οὐκ ἂν ἑρμηνευτὴς ἐγένετο ἐνυπνίων· οὐδ ̓ ἂν ἄρχων Αἰγύπτου ἐχρημάτισεν.

Καὶ ἦν ὁ Θεὸς μετ ̓ αὐτοῦ·

ΙΩΑΝΝΟΥ. Τοῦτο καὶ ὑπὲρ ἑαυτῶν.

Καὶ ἐξείλατο αὐτὸν ἐκ πάσων τῶν θλίψεων αὐτοῦ· Ἰωάννου. Δείκνυσιν ὅτι οὐκ εἰδότες συνέπραττον τῇ προφη τείᾳ· καὶ ὅτι αὐτοὶ αἴτιοι ἐγένοντο, καὶ τὰ κακὰ εἰς αὐτοὺς περιετρέπετο.

Καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπ ̓ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.

Χάριν καὶ σοφίαν ἔδωκεν αὐτῷ ἐπὶ βαρβάρου ἀνδρός· τῷ δούλῳ, τῷ αἰχμαλώτῳ οἱ ἀδελφοὶ ἀπέδοντο· ἐκεῖνος δὲ ἐτίμησεν.

ΣΕΤΗΡΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ἀπὸ ΛόΓΟΥ ΡΘ. Καὶ Αἰγύπτου μὲν ἡγεμονίαν τῆς συνέσεως ἆθλον δεξάμενος, τὸν δὲ ὁμόφυλον αὐτῷ δῆμον τὸν Ἰσραὴλ ὑπερόριον ἐκεῖ μεταστάντα λιμοῦ φυγάδα πλουσίως ἐκθρέψας, καὶ οἷα δὴ πολίτην τὸν ξένον, καὶ πάλιν προαγορεύσας αὐτῷ τὴν ἐπὶ τὴν γῆν πατρῴαν ἐπάνοδον.

* Τὰ περὶ τῆς τοῦ λιμοῦ πυρωνίας καὶ ἀναγνωρισμοῦ υἱῶν Ἰακὼβ, καὶ περὶ γενέσεως Μωϋσέως καὶ τῆς πρὸς αὐτὸν θεοφανίας ἐν ὄρη Σινᾶ,

[merged small][ocr errors][merged small][merged small]

II Ἦλθε δὲ λιμὸς ἐφ' ὅλην τὴν γῆν Αἰγύπτου καὶ Χαναὰν, καὶ θλίψις μεγάλη· καὶ οὐχ ηὕρισκον χορτάσματα 12 οἱ πατέρες ἡμῶν. ἀκούσας δὲ Ἰακὼβ ὄντα σιτεῖα ἐν Αἰ- 25 13 γύπτῳ, ἐξαπέστειλε τοὺς πατέρας ἡμῶν πρῶτον· καὶ ἐν τῷ δευτέρῳ ἀνεγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὑτοῦ· Ἰωάννου. Κατῆλθον ὠνησόμενοι, καὶ ἐκείνου ἐν χρείᾳ κατα έστησαν· τί οὖν αὐτὸς οὐ μέχρι τούτου τὴν φιλανθρωπίαν ἐπεδείξατο, ἀλλὰ καὶ τῷ Φαραὼ ἐγνώρισε καὶ αὐτοὺς κατήγαγε ; 30 Καὶ μετ' ὀλίγα—Εἶτα πάλιν ἄλλη ἀνελπιστία· πρῶτον λιμὸς, d Μωϋσέως omn. Cod.

Ο περὶ τῆς λιμοῦ καὶ πυρωνίας (cum.
e ε γενομένης πρὸς αὐτ. cum.

« PreviousContinue »