Page images
PDF
EPUB

13

καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαβ βάτου ἔχον ὁδόν.

66

αν

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τότε, φησιν, ὑπέστρεψαν τότε πότε; ὅτε ἤκουσαν· οὐ γὰρ ἂν ἀνέσχοντο, εἰ μὴ ἑτέραν αὐτοῖς παρουσίαν ὑπέθετο. δοκεῖ δέ μοι καὶ σαββάτῳ γεγονέναι ταῦτα· οὐ γὰρ ἂν 5 οὕτως τὸ διάστημα ἐδήλωσεν εἰπὼν, “ ἀπὸ ὄρους τοῦ καλουμένου Ελαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ σαββάτου ἔχον ὁδόν...” εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.

66

ΑΜΜΩΝΙΟΥ. Ταχὰ ἑπτὰ σταδίους λέγει, ὅτι ἀπεῖχε τῆς πό- 10 λεως Ἱερουσαλὴμ τὸ ὅρος τῶν Ἐλαιῶν, οὐ μὴν ἑπτὰ ἡμερῶν ὁδὸν, ὅπου σχεδὸν εἰς μίαν ὥραν δύναταί τις ἀπὸ τοῦ ὅρους κατελθεῖν εἰς Ἱερουσαλήμ. ἀπέχει οὖν ὡς μίλιον ἓν, ὃ ποιεῖ σταδίους ἑπτά· ἤτοι τοσοῦτον ἀπεῖχεν ἔξω τῶν τειχῶν διάστημα, ὅσον ἐξῆν Ἰουδαίῳ ἐν σαββάτῳ περιπατεῖν, πρὸς τὸ ἀδολεσχῆσαι ὡσανεὶ 15 διακινοῦντα.

Ἡ τοῦ σαββάτου ὁδὸς, ὡς φησὶν Ωριγένης ἐν τῷ έ' Στρωματεῖ, δισχιλίων πηχῶν ὑπῆρχε καὶ μᾶλλον ἡ ἁγία σκηνὴ καὶ κιβω τὸς τοσοῦτον διάστημα προελάμβανον τὴν παρεμβολήν· καὶ ἀπὸ τοσούτου διαστηματος ἐσκήνου· ὃ διάστημα ἐξῆν τοῖς προσκυνοῦσι 20 τὴν ἁγίαν σκηνὴν βαδίζειν ἐν σαββάτῳ.

Καὶ ὅτε εἰσῆλθον, ἀνέβησαν εἰς τὸ ὑπερῶον οὗ ἦσαν καταμένοντες.

Τοῦ Αὐτοῦ. Ὅρα λοιπὸν ἐν Ἱεροσολύμοις ἔμενον μετὰ τὴν ἀνάστασιν.

Ο τε Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης, καὶ ̓Ανδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος ̓Αλφαίου, Σιμων ὁ Ζηλωτὴς, καὶ Ἰούδας Ιακώβου.

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκέτι μετὰ τοῦ ἀδελφοῦ μόνον οὗτος 30 ἀριθμεῖται, ἀλλὰ μετὰ Πέτρου οἱ δύο· καλῶς ἐμνημόνευσε τῶν μαθητῶν, ἐπειδὴ γὰρ ὁ μὲν προέδωκεν, ὁ δὲ ἠπίστησε, δείκνυσιν ὅτι πλὴν ἐκείνου πάντες ἦσαν σῶοι.

14 Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει, σὺν γυναιξὶ καὶ Μαρία τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.

15

Τοῦ Αὐτοῦ. Μέγα γὰρ τοῦτο τὸ ὅπλον ἐν τοῖς πειρασμοῖς· καὶ τοῦτο ἦσαν παιδευθέντες καλῶς· ἄλλως δὲ καὶ ὁ παρὼν πει-5 ρασμὸς αὐτοὺς εἰς τοῦτο ἦγε· σφόδρα γὰρ ἐδεδοίκεισαν τοὺς Ἰου δαίους. “ σὺν ταῖς γυναιξί” φησιν, εἶπε γὰρ ὅτι ἠκολούθησαν αὐτῷ “ καὶ Μαριὰμ ἡ μητὴρ τοῦ Ἰησοῦ καὶ σὺν τοῖς ἀδελφοῖς “ αὐτοῦ” καὶ οὗτοι ἀπιστοῦντες πρότερον ἦσαν. Σκόπει δέ μοι πῶς, ὅταν εὔχηταί τις, ὅταν προσκαρτερῇ τῇ δεήσει, ὅταν ἀγάπην το ἔχῃ, τότε τὸ Πνεῦμα παραγίνεται.

ΚΕΦ. Β.

Πέτρου διάλογος πρὸς τοὺς μαθητευθέντας περὶ θανάτου καὶ ἀποβολῆς Ἰούδα τοῦ προδότου.

Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ 15 τῶν μαθητῶν εἶπεν· ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ, ὡς ἑκατὸν εἴκοσι.

Τοῦ Αὐτοῦ. Ὡς θερμὸς καὶ ὡς πιστευθεὶς παρὰ Χριστοῦ τὴν ποίμνην, καὶ ὡς προτιμώμενος ἀεὶ ἄρχεται τοῦ λόγου.

16 Ανδρες ἀδελφοὶ ἔδει πληρωθῆναι τὴν γραφὴν ταύ- 20 την, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ̔́Αγιον διὰ στόματος Δαβίδ, περὶ Ἰούδα τοῦ γενομένου ὁδήγου τοῖς συλλα βοῦσι τὸν Ἰησοῦν.

Τοῦ ΑΓΙΟΥ ΕἰΡΗΝΑΙΟΥ. Τὴν ἀναπλήρωσιν τῶν ̓Αποστόλων ἐκ τῶν ὑπὸ Δαβὶδ εἰρημένων ποιούμενος.

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Εἰ γὰρ ὁ Χριστὸς ἀδελφοὺς αὐτοὺς ἐκάλεσε, πολλῷ μᾶλλον οὗτος πάντων παρόντων· ἰδοὺ ἐκκλησίας εὐθέως ἀξίωμα καὶ εὐαγγελική κατάστασις, οὐδεὶς ἦν ἐκεῖ, οὔτε ἄρσεν οὔτε θῆλυ τοιαύτας βούλομαι τὰς ἐκκλησίας εἶναι καὶ νῦν· οὐδεὶς βιωτικόν τι ἐφρόντιζεν, οὐδεὶς περὶ οἰκίας ἐμερίμνα· τοσοῦτον ἀγαθὸν οἱ πει- 30 ρασμοί· τοιοῦτον αἱ θλίψεις· ἀεὶ παραμυθεῖται αὐτοὺς ἀπὸ τῆς προρρήσεως· οὕτω καὶ ὁ Χριστὸς πανταχοῦ ποιεῖ· τὸν αὐτὸν τρόπον καὶ οὗτος δείκνυσιν, ὅτι οὐδὲν ξένον γέγονε, ἀλλὰ τὸ ἤδη προ

17

ειρημένον· καὶ οὐ λέγει Δαβὶδ εἶπεν, ἀλλὰ τὸ Πνεῦμα δι ̓ αὐτοῦ. Ορα εὐθέως ἐν προοιμίοις τοῦ βιβλίου ὁποία κέχρηται διδασκαλία ὅρα ὅτι οὐχ ἅπλως εἶπεν ἀρχόμενος τῆς συγγραφῆς, ὅτι τοῦ Πνεύ ματός ἐστι πολιτεία τὸ βίβλιον τοῦτο.

Ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν, καὶ ἔλαχε τὸν5 18 κλῆρον τῆς διακονίας ταύτης. οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.

ον

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Κλῆρον δὲ αὐτὸν πανταχοῦ καλεῖ· δεικνὺς, τῆς τοῦ Θεοῦ χάριτος τὸ πᾶν ὃν καὶ τῆς ἐκλογῆς· καὶ ἀναμι μνήσκων αὐτοὺς τῶν παλαιῶν, ὅτι ὁ Θεὸς αὐτὸν ἐκληρώσατο καθ- 10 άπερ τοὺς Λευΐτας· καὶ ἐνδιατρίβει τοῖς περὶ αὐτοῦ· ὅτι ὁ τῆς προδοσίας μισθὸς αὐτὸς καὶ τῆς τιμωρίας γέγονε κήρυξ· “ ἐκτήσε σατο γάρ, φησι, “ χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας.” Ορα πῶς Θεοῦ οἰκονομία ἦν σε τῆς ἀδικίας” φησὶ, πολλαὶ γὰρ ἀδικίαι· ταύτης δὲ οὐδὲν ἀδικώτερον γέγονέ ποτε.

66

Καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος.

66

Τοῦ Αὐτοῦ. Καλῶς οὐκ ἐν τῷ ἁμαρτήματι ἀλλ ̓ ἐν τῇ τι μωρίᾳ τὸν λόγον ἐπῆρεν.

66

66

66

15

ΑΠΟΛΙΝΑΡΙΟΥ . Οὐκ ἐναπέθανε τῇ ἀγχόνῃ Ἰούδας, ἀλλ ̓ ἐπεβίω καθαιρεθεὶς πρὸ τοῦ ἀποπνιγῆναι καὶ τοῦτο δηλοῦσιν αἱ τῶν Ἀπο- 20 στόλων Πράξεις “ ὅτι πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξε σε χύθη τὰ σπλάγχνα αὐτοῦ·” τοῦτο δὲ σαφέστερον ἱστορεῖ Παπίας ὁ Ἰωάννου μαθητής, λέγων οὕτως, ἐν τῷ δ' τῆς ἐξηγήσεως τῶν Κυριακῶν λόγων μέγα δὲ ἀσεβείας ὑπόδειγμα ἐν τούτῳ τῷ κόσμῳ περιεπάτησεν ὁ Ἰούδας· πρησθεὶς ἐπιτοσοῦτον τὴν σάρκα, 25 σε ὥστε μὴ δὲ ὁπόθεν ἅμαξα διέρχεται ῥαδίως ἐκεῖνον δύνασθαι σε διελθεῖν· ἀλλὰ μὴ δὲ αὐτὸν μόνον τὸν τῆς κεφαλῆς ὄγκον αὐτοῦ. σε τὰ μὲν γὰρ βλέφαρα τῶν ὀφθαλμῶν αὐτοῦ φασὶ τοσοῦτον ἐξοισε δῆσαι, ὡς αὐτὸν μὲν καθόλου τὸ φῶς μὴ βλέπειν· τοὺς ὀφθαλμοὺς δὲ αὐτοῦ μὴ δὲ ὑπὸ ἰατροῦ διόπτρας ὀφθῆναι δύνασθαι 30 “ τοσοῦτον βάθος εἶχον ἀπὸ τῆς ἔξωθεν ἐπιφανείας· τὸ δὲ αἰδοῖον “ αὐτοῦ πάσης μὲν ἀσχημοσύνης ἀηδέστερον καὶ μεῖζον φαίνεσθαι

66

8 ἀπ). Cod. h Desunt hic quædam quæ supplevimus ex optimo Cod. Coislin. XXV.

66

66

φέρεσθαι δὲ δι ̓ αὐτοῦ ἐκ παντὸς τοῦ σώματος συρρέοντας ἰχώρας τε καὶ σκώληκας εἰς ὕβριν δι' αὐτῶν μόνον τῶν ἀναγ σε καίων μετὰ πολλὰς δὲ βασάνους καὶ τιμωρίας, ἐν ἰδίῳ φασὶ

66

66

66

66

χωρίῳ τελευτήσαντα καὶ τοῦτο ἀπὸ τῆς ὁδοῦ ἔρημον καὶ ἀοίκητον τὸ χωρίον μέχρι τῆς νῦν γενέσθαι· ἀλλ ̓ οὐδὲ μέχρι τῆς 5 σήμερον δύνασθαί τινα ἐκεῖνον τὸν τόπον παρελθεῖν, ἐὰν μὴ τὰς

ῥῖνας ταῖς χερσὶν ἐπιφράξῃ· τοσαύτη διὰ τῆς σαρκὸς αὐτοῦ “ καὶ ἐπὶ γῆς κρίσις ἐχώρησεν.”

Καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο παραμυθίαν ἐκείνοις ἔφερεν, ὥσπερ ἐξεχύθη τὰ ἔντερα Ἰούδα, οὕτω καὶ Ἀρείου τοῦ αἱρετικοῦ.

19 Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν, ̓Ακελδαμὰ, τουτέστι, χωρίον αἵματος.

Τοῦτο περὶ τοῦ χωρίου καὶ τῆς οἰκίας.

20 Γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· γενηθήτω ἡ ἐπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ· καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τουτέστιν τὴν ἀρχὴν, τὴν ἱερωσύνην, ὥστε οὐκ ἐμὴ γνώμη τυγχάνει, ἀλλ ̓ ἐκείνου τοῦ ταῦτα προειρηκότος. ἵνα γὰρ μὴ δόξῃ μεγάλῳ πράγματι ἐπιχαίρειν, καὶ τοιούτῳ οἵῳ Χριστὸς, ἐπήγαγε μάρτυρα τον προφήτην.

15

20

Τὸν κλῆρον τῆς διακονίας, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος· ὅρα ὅτι καὶ διάκονοι ἐκαλοῦντο οἱ μαθηταὶ καὶ ἐπίσκοποι. 21 Δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ 25 χρόνῳ, ἐν ᾧ εἰσῆλθε καὶ ἐξῆλθεν ἐφ' ἡμᾶς ὁ Κύριος Ἰησοῦς.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Διατί κοινοῦται αὐτοῖς ; ἵνα μὴ περιμά χητον τὸ πρᾶγμα γένηται, καὶ εἰς φιλονεικίανκ ἐμπέσωσιν· εἰ γὰρ αὐτοὶ τοῦτο ἔπαθον, πολλῷ μᾶλλον ἐκεῖνοι· καὶ ἀεὶ τοῦτο παραιτεί- 30 ται. διὰ τοῦτο ἀρχόμενος ἔλεγεν “ ἄνδρες ἀδελφοὶ,” δεῖ ἐκδέξασθαι

66

αει

[blocks in formation]

22

ἀφ ̓ ὑμῶν· τῷ πλήθει τὴν κρίσιν ἐπιτρέπει, τουτέστι γινομένους αἰδεσίμους ποιῶν· καὶ αὐτὸς ἀπαλλαττόμενος ἀπεχθείας τῆς κ πρὸς ἀλλήλους· μεγάλα γὰρ ἀεὶ τὰ τοιαῦτα ἐργάζεται κακά· καὶ ὅτι μὲν δεῖ γενέσθαι, τὸν προφήτην παράγει μάρτυρα. ἐκ τίνων δὲ δεῖ; ἐκ τῶν συνελθόντων ἡμῖν, φησὶν, ἐν παντὶ χρόνῳ. εἰ μὲν γὰρ 5 εἶπεν τοὺς ἐπιεικεῖς ἔδει παρεῖναι, καὶ τοὺς ἄλλους ἂν ὕβρισαι, τῷ χρόνῳ τὸ πρᾶγμα ἐπέτρεψεν· οὐχ ἁπλῶς συνελθόντων εἰπὼν, ἀλλ ̓ ἐν παντὶ χρόνῳ.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καλῶς γὰρ τὰ πρὸ τούτου οὐδεὶς μαθεῖν, ἀλλὰ τότε Πνεύματι ἐμάνθανον.

̓Αρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήφθη ἀφ ̓ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ γενέσθαι σὺν ἡμῖν ἕνα τούτων.

[ocr errors]

10

Τοῦ Αὐτοῦ. Ἵνα μὴ ἠκριτηριασμένος ὁ χορὸς ᾖ τίς οὖν ἵνα γένηται αὐτὸς ἑλέσθαι οὐκ ἐνῆν; ἵνα μὴ δόξῃ χαρίζεσθαι· ἄλλος 15 δὲ καὶ Πνεύματος ἄμοιρος ἦν.

Τοῦ Αὐτοῦ. Οὐκ εἶπεν τῶν ἄλλων μάρτυρα, ἀλλὰ τῆς ἀναστάσεως μάρτυρα· καὶ γὰρ ἀξιοπιστότερος ἦν ὁ δυνάμενος εἰπεῖν', ὅτι ἐκεῖνος φαγὼν καὶ πιὼν ὁ σταυρωθεὶς αὐτὸς ἀνέστη· τὸ γὰρ ζητούμενον τοῦτο ἦν, ἡ ἀνάστασις· ἐπεὶ ἐκεῖνα δῆλα ἦν καὶ ὡμο 20 λογημένα· αὕτη δὲ λάθρα γέγονεν, καὶ τούτοις μόνοις δήλη. 23 Καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαβᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Ματθίαν.

Οὐχὶ αὐτὸς αὐτοὺς ἔστησεν· ἀλλὰ τὴν γνώμην αὐτὸς εἶσα ηγήσατο, δείξας οὐδὲ αὐτὴν αὐτοῦ οὖσαν· ἀλλ ̓ ἄνωθεν κατὰ φητείαν, ὥστε ἐξηγητὴς γέγονεν οὐ διδάσκαλος.

προ- 25

24 Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε καρδιογνώστα πάντων, ἀνάδειξον ἐκ τούτων τῶν δύο ἕνα ὃν ἐξελέξω.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Σὺ μὴ ἡμεῖς· καὶ εὐκαίρως καρδιογνώ στην καλοῦσιν· ἀπὸ γὰρ τούτου αἱρεῖσθαι ἐχρήν· οὕτως ἐθάρρουν, 30 ὅτι πάντως ἕνα δεῖ γενέσθαι· οὐκ εἶπεν ἐκλέξαι, ἀλλ ̓ ἀνάδειξον τὸν ἐκλεγέντα εἰδότες πάντα προωρίσθαι τῷ Θεῷ.

[blocks in formation]
« PreviousContinue »