Page images
PDF
EPUB

14

TO

ἀλλὰ διεσώθησαν· δεύτερον τὸ εἰς χεῖρας ἐμπεσεῖν τοῦ ἐχθροῦ· τρίτον τὸ ἀπόλεσθαι ὑπὸ τοῦ βασιλέως· εἶτα τὸ εὐμήχανον τοῦ Θεοῦ.

Καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος τοῦ Ἰωσήφ. ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ἑβδομήκοντα πέντε ψυ- 5 χαῖς.

Ἐχάρη δὲ Φαραὼ καὶ ἡ θεραπεία αὐτοῦ· ἐπείπερ ἔγνω ἐξ ἐλευθέρου γένους κατάγεσθαι τὸν Ἰωσήφ καὶ γὰρ ἦν ἀληθῶς χαρᾶς ἄξιον τὸ γνῶναι ὅτι οὐ δοῦλος αὐτῶν ἐβασίλευσεν, ἀλλ ̓ εὐγενὴς ἐξ εὐγενῶν.

15 Καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν 16 αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· καὶ μετετέθησαν εἰς Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου, παρὰ τῶν υἱῶν Ἐμμὼρ ἐν Συχέμ.

17

10

Σημειωτέον ὅτι εἰς Συχὲμ ἐτάφησαν οἱ περὶ τὸν Ἀβραὰμ καὶ 15 οἱ πατριάρχαι· ἥτις ἐκαλεῖτο τάχα Σίκιμα· αὐτὴν γὰρ ὠνήσατο παρὰ Ἐμμὼρ ὁ Ἀβραὰμ, ἵνα θάψῃ ἐκεῖ Σάρραν.

Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ὡμο λόγησεν ὁ Θεὸς τῷ Ἀβραὰμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπλη18 θύνθη ἐν Αἰγύπτῳ, ἄχρις οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπ ̓ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.

19

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα ὅτι οὐδὲ ἐν τοῖς τετρακοσίοις ἔτε σιν αὐτοὺς αὔξει, ἀλλ ̓ ὅτε ἔμελλεν ἐγγίζειν τὸ τέλος· καίτοι ἤδη τετρακόσια ἦν ἔτη παρελθόντα καὶ πλείονα ἐν Αἰγύπτῳ· τὸ δὲ θαυμαστὸν τοῦτό ἐστιν.

Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσε τοὺς πατέρας ἡμῶν, τοῦ ποιεῖν ἔκθετα τὰ βρέφη αὑτῶν, εἰς τὸ μὴ ζωογονεῖσθαι.

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πανουργοῖς γὰρ ἐπινοίαις αὐτῶν περιγενέσθαι ἐβουλεύσατο· σοφισμὸς γάρ ἐστι βεβιασμένη ἐξήγησις ̇ 3G διὸ ὧδε ἡ ἔμφασις λέγει, βιαίως ἐπιθέσθαι αὐτοῖς· ὅθεν καὶ σου φιστὰς καλεῖ τοὺς γόητας, ὡς τὸ ἀληθὲς δι ̓ ἀπάτης καὶ σοφισμοῖς κρύπτοντας.

20

Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτοῦ.

66

66

Τοῦ Αὐτοῦ. Τοῦτο τὸ θαυμαστὸν, ὅτι ὁ προστάτης μέλλων ἔσεσθαι, οὐδὲ μετὰ ταῦτα οὐδὲ πρὸ τούτου ἀλλ ̓ ἐν αὐτῷ μέσῳ 5 τῷ θυμῷ τίκτεται· καὶ “ ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός” ἀλλ ̓ ὅτε τὰ ἀνθρώπινα ἀπηλπίσθη, καὶ ἀπέρριψαν αὐτὸν, τότε τοῦ Θεοῦ ἡ εὐεργεσία ἐδείκνυτο λάμπουσα. Καὶ μετ ̓ ὀλίγα Εἰ ἐκεῖνο θαυμαστὸν ὅτι ὑπὸ ἀδελφῶν ἐπράθη, ἐνταῦθα πάλιν ἄλλο θαυμασιώτερον, ὅτι βασιλεὺς ἔτρεφεν αὐτὸν τὸν μέλλοντα καθαι το ρεῖν αὐτοῦ τὴν ἀρχὴν, αὐτὸς ὁ μέλλων ἀπόλλυσθαι· ὁρᾶς πανταχοῦ τῶν νεκρῶν σχεδὸν διατυπουμένην τὴν ἀνάστασιν. καίτοι οὐκ ἔστιν ἴσον, αὐτόν τι τὸν Θεὸν ποιεῖν, καὶ μετὰ προαιρέσεως άνθρω πίνης γίνεσθαι· ταῦτα γὰρ μετὰ προαιρέσεως ἀνθρωπίνης ἦν, ἡ δὲ ἀνάστασις καθ ̓ ἑαυτήν.

15

ΕἰΣΕΒΙΟΥ ΕΜΙΣΗΣ. Ἐγέννησαν οἱ γονεῖς· εἶδον ὅτι καλὸν, προήνθει γὰρ ἡ χάρις θεασάμενοι δὲ ὅτι καλὸν, ἐφείδοντο φοβούμενοι δὲ, τὸ πρόσταγμα ἔκρυψαν· κρύψαντες δὲ, ἐνικήθησαν, καὶ ὥρμησαν ῥίψαι διὰ τὸν φόβον· σοφίζονται δὲ τὸ πρᾶγμα διὰ τὰ σπλάγχνα· καὶ κιβωτὸν ποιησάμενοι προς μίμησιν τῆς γενομένης 20 ἐπὶ Νῶς, καὶ τὸν Θεὸν τοῦ Νῶς ἐπικαλεσάμενοι, ῥίπτουσι τὸν παῖδα ἐν τῷ ποταμῷ διὰ τῆς κιβωτοῦ· ἵνα καὶ δοκῶσι πείθεσθαι τῷ πρόσταγματι, καὶ ἀσφαλίσωνται τὸν παῖδα. Καὶ οἱ μὲν ῥίπτουσιν· ὁ δὲ παρακελεύεται τῇ ἀγνοούσῃ θυγατρὶ Φαραὼ ἐξελθεῖν ἐπὶ τὸν ποταμόν· ἐξῆλθεν ἀγνοοῦσα· εὗρεν ὃν οὐκ ἐζήτει. 25 Καὶ μετ' ὀλίγα—Καὶ ἐσώθη Μωϋσῆς διὰ συμβόλων τῆς κοινῆς σωτηρίας τῆς Ἐκκλησίας· ἡ γὰρ κιβωτὸς ἀπὸ ξύλου ἦν· καὶ ξύλον ἀπὸ ὕδατος, καὶ σωτηρία τῷ ἀπαγορευθέντι· καὶ ἡ ἀναλαβοῦσα οὐκ Ἰουδαῖα, ἀλλ ̓ ἐξ ἐθνῶν καὶ Αἰγυπτία. Καὶ πάλιν—Εγένετο δὲ πάντα, ἵνα μηδὲν τῶν κατὰ Μωϋσέα νομισθῇ ἀνθρώπινον· τίνος 30 γὰρ ἦν εἰπεῖν ὅτι αὐτῶν ἦν Μωϋσῆς· οἱ γονεῖς; ἀλλ ̓ ἔρριψαν οἱ Αἰγύπτιοι; ἀλλ ̓ οὐκ ἐγέννησαν· ἡ μητὴρ ὅτι ἔθρεψεν; ἀλλ ̓ ἄλλη ἔδωκε μισθούς. οὐκοῦν ἐπειδὴ οὐχ εὑρίσκεται ἀνθρώπων, ἄνθρωπος Θεοῦ· οὕτως γεννηθεὶς καὶ σωθεὶς παιδεύεται τὰ Αἰ ο ἔριψαν Cod.

C.

21

γυπτίων· σοφὸς γὰρ ἦν ὁ παιδεύων· καὶ γὰρ ἐν τοῖς πολέμοις πέμπονται οἱ κατασκοποῦντες, ἵνα πρῶτον γνωσθῇ τῶν ἀντικει μένων τὰ ἐνθυμήματα, καὶ οὕτως καταρχὴ γένηται τῆς μάχης ἐπεὶ οὖν ἔμελλε κατ' Αἰγυπτίων καθοπλίζεσθαι Μωϋσῆς, εὐσεβῶς ὑπεβλήθη τοῖς Αἰγυπτίοις, ἵνα τὰ Αἰγυπτίων κατασκοπήσῃ, καὶ 5 Θεὸν ἀνθρώπων προτιμήσῃ.

Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλετο αὐτὸν ἡ θυγάτηρ Φαραώ·

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐδαμοῦ ναὸς, οὐδαμοῦ θυσία, τοσούτων οἰκονομιῶν γενομένων· καὶ ἀνετράφη ἐν οἰκῷ βαρβαρικῷ.

Καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.

Τοῦ Αὐτοῦ. Καὶ παιδεία καὶ γράμματα τεσσαράκοντα ἔτη ἦν ἐκεῖ καὶ οὐκ ἐάλω ἐκ τῆς περιτομῆς· ὅρα πῶς ἐν ἀσφαλείᾳ ὄντες τὰ αὐτῶν παρορῶσι· καὶ οὕτως καὶ Ἰωσήφ· ἵν ̓ ἑτέρους σώ

σωσιν.

ΑΜΜΩΝΙΟΥ. Οὔτε Μωϋσῆς. οὔτε οἱ περὶ Ἀνανίαν καὶ Δανιὴλ ἔμαθον ἂν τὴν ξένην παιδείαν, εἰ μὴ ἀνάγκῃ καὶ βίᾳ δεσποτῶν. καὶ γὰρ ἐν οὐδενὶ αὐτῇ κέχρηνται· εἰ μή που εἴποι τις, ὅτι καλὸν μαθεῖν πρὸς τὸ ἀνατρέψαι τὰς ἐκείνων ἀπάτας.

66

10

15

ΔΙΔΥΜΟΥ. Ἐκ τοῦ προκειμένου φανεροῦται, ὡς οὐκ ἀποβλητέα 20 πάντη ἐστὶν ἡ τῶν ἔξωθεν τῆς γραφῆς παίδευσις· τρόπῳ γὰρ ἐγε κωμίου εἴρηται, ὡς “ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων·” καὶ περὶ Δανιὴλ καὶ τῶν σὺν αὐτῷ Ἑβραίων, ὡς ὑπερέβαλον πάντας ἐν τῇ Χαλδαίων φιλοσοφίᾳ καὶ ταῖς συγγένεσιν ἐπιστήμαις. ὅρα δὲ τούτων λεγομένων, πῶς δεῖ προσέρχεσθαι τοῖς ἄλλοις 25 λογικοῖς· δεῖ γὰρ ἐπ' ὀλίγοις αὐτοῖς προσέχειν τῇ θεοπνεύστῳ γραφῇ ἐμμένοντας· τὸ γὰρ “ μὴ πολὺς ἔστι πρὸς ἀλλοτρίαν,” οὐ περὶ γυναικὸς συνοικούσης ἀνδρὶ, ἀλλὰ τοιαύτης σοφίας εἴρηται· ἀλλο τρίᾳ γὰρ γυναικὶ, οὐδὲ κατὰ πόσον προσέρχεσθαι, ἀβλαβές. 22 Καὶ ἐπαιδεύθη Μωϋσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν 30 23 δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ. ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος

66

Του ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ. Τοιγάρτοι καὶ ἔφασκεν ὁ Χριστὸς, “ οὐκ

ὰ τῷ Cod.

24

“ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες.

Τοῦ Αὐτοῦ. Ἢ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τὲ γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν· εἴπέρ 5 ἐστιν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν.

̓Ανέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ, ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.

Σχόλιον. Ἀδελφοὺς καλεῖ αὐτοὺς, οὐ διὰ τὴν σάρκα τοσοῦτον 10 ὅσον διὰ τὴν διάθεσιν εἰς αὐτόν.

Καὶ ἰδών τινα ἀδικούμενον, ήμύνατο καὶ ἐποιήσατο ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· 25 ἐνόμιζε δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτοῦ, ὅτι ὁ Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσι σωτηρίαν αὐτοῖς· οἱ δὲ οὐ 15 συνῆκαν.

ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΣ. Φασὶ δὲ οἱ μύσται λόγῳ μόνῳ ἀνελεῖν τὸν Αἰγύπτιον, ὥσπερ ἀμέλει ὕστερον ἐν ταῖς Πράξεσι φέρεται, τοὺς νοσφισαμένους τῆς τιμῆς τοῦ χωρίου καὶ ψευσα μένους, λόγῳ ἀποκτεῖναι.

26 Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλασεν αὐτοὺς εἰς εἰρήνην, εἰπών.

20

ΕἰΣΕΒΙΟΥ Επισκόπου ἘΜίΣΗΣ. Εὗρε δὲ οὐχ ὃ ἐζήτει, ἀλλ ̓ ἀδελφὸν πρὸς ἀδελφόν· παρήει μέσος, οὐκέτι τὸν ζῆλον κινῶν, ἀλλὰ κυθεσίαν προεβάλλετο· μὴ ἀδίκει, φησὶν, ἀδελφός ἐστιν ὃν ἀδι-25 κεῖς· προεβάλλετο τὴν προσηγορίαν, ἵνα δυσωπήσῃ τὴν προσω ηγορίαν.

Ἄνδρες, ἀδελφοί ἐστε ὑμεῖς· ἱνατί ἀδικεῖτε ἀλλή

λους ;

Τοῦ Αὐτοῦ. Ἀνεῖλε Μωϋσῆς, οὐ θυμῷ εἴξας οὐδὲ ὀργῇ νικηθείς, 30 ζηλῷ δέ· πᾶν δὲ ὃ ἂν γένηται εἰς λόγον Θεοῦ, εὐσέβεια· κἂν φόνος ᾗ διὰ Θεὸν, οὐκ ἔστι φόνος. ὁ γοῦν Φινεές δύο ἐν μιᾷ χειρὶ φονεύσας, ἤκουσεν, ἀνέστη Φινεές, καὶ ἐξιλάσατο, καὶ ἐκόπασεν ἡ

27

ή

θραῦσις· διάφορος γὰρ ἡ προαίρεσις φονέως καὶ εὐσεβοῦντος· καὶ τὸ πρᾶγμα τὸ γενόμενον διὰ τοῦ Φινεὲς ἱερωσύνη μᾶλλον ἢ φόνος· τοσοῦτον γὰρ ἴσχυσεν ὁ διπλοῦς οὗτος φόνος, ὅτι τοῦ θανάτου ἐπινεμημένου τὸν Ἰσραὴλ δι ̓ ἀσέβειαν, ὅπερ ἴσχυσε τὸ θυμιατήριον τοῦ πατρὸς Ἀαρὼν, τοσοῦτον ἴσχυσε φόνος, μᾶλλον δὲ ἡ εὐσέ-5 βεια. Καὶ μετ' ὀλίγα—Ἃ δὲ ἐποίει, αἴνιγμα ἦν, ἀγνοουμένων πραγμάτων· τὸ γὰρ γενόμενον τοῦτο σημεῖον ἦν, ὅτι μέλλει ὁ Θεὸς διὰ Μωσέως Αἰγυπτίους ἀποκτενεῖν, τοὺς δὲ λεγομένους Ἰσραηλίτας σώζειν.

Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν, εἰπὼν, το 28 τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον ;

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Πάλιν περὶ τὸν εὐεργέτην ἀγνώμονας δείκνυσι· καθάπερ γὰρ τότε ὑπὸ τοῦ κακῶς παθόντος Ἰωσὴφ ἐσώ-15 θησαν, οὕτω καὶ νῦν ὑπὸ τοῦ κακῶς παθόντος ἐσώθησαν, Μωϋσέως λέγω· τί γὰρ εἰ μὴ ἀνεῖλεν αὐτὸν τῷ πράγματι ; τῷ λόγῳ ἀνεῖλεν ὥσπερ κἀκεῖνοι· κἀκεῖνοι μὲν ἐκ τῆς γῆς αὐτῶν εἰς ἀλλοτρίαν ἀπέδοντο· οὗτοι δὲ ἐκ τῆς ἀλλοτρίας εἰς ἀλλοτρίαν φυγαδεύουσι κἀκεῖ μὲν τροφὴν ἀποφέρονται, ἐνταῦθα δὲ συμβουλεύοντα δι ̓ ὃν 20 ἔζη μετὰ Θεόν. Ορα πῶς δείκνυσιν ἐκεῖνο τὸ ὑπὸ τοῦ Γαμαλιήλ εἰρημένον· ὅτι “ ἐὰν ᾗ ἐκ Θεοῦ, οὐ δυνήσεσθε καταλῦσαι αὐτό.” Όρα τοὺς ἐπιβουλευομένους τῶν ἐπιβουλευόντων αἰτίους σωτηρίας γινομένους· τὸν λαὸν ἑαυτῷ ἐπιβουλευόντα, καὶ παρὰ τῶν ἄλλων ἐπιβουλευόμενον, καὶ οὕτω σωζόμενον. λιμὸς οὐκ ἀνάλωσεν αὐτοὺς· καὶ 25 οὐ τοῦτο μόνον, ἀλλὰ δι ̓ ἐκείνου ἐσώθησαν τοῦ προσδοκηθέντος ἀπόλλυσθαι πρόσταγμα βασιλικόν· καὶ οὐκ ἀνάλωσεν αὐτοὺς, ἀλλὰ τότε μᾶλλον καὶ ηὔξανε τὸ πλῆθος, ὅτε ἐκεῖνος ἀπέθανεν ὁ εἰδὼς αὐτούς· τὸν Σωτῆρα αὐτὸν ἠβουλήθησαν ἀνελεῖν, καὶ οὐδὲ οὕτως ἴσχυσαν. Ὁρᾶς ὅτι δι ̓ ὧν ὁ διάβολος ἐπεχείρει καταλύειν τὴν ἐπαγγελίαν 30 τοῦ Θεοῦ, διὰ τούτων ηύξετο. Καὶ μεθ ̓ ἑτέρα—Όρα τὰ αὐτὰ ῥήματα, ἃ πρὸς τὸν Χριστὸν ἔλεγον. “ τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς ;” οὕτως ἔθος Ἰουδαίοις ἀδικεῖν εὐεργε τουμένοις.

66

66

« PreviousContinue »