Page images
PDF
EPUB

ΚΥΡΙΛΛΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Ενεκαλεῖτο μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον· καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαι μόνια, καὶ τῆς καθ' ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τούτων ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμά- 5 ζεσθαι, ἔφασκον, “ οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν “ Βεελζεβούλ ἄρχοντα τῶν δαιμόνων.”

66

39 Εφυγε δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἀλλ ̓ οὐδὲ ἡ φυγὴ ἔσβεσε τὴν οἰκονο μίαν· ὥσπερ οὖν οὐδὲ ὁ θάνατος.

ΕἰΣΕΒΙΟΥ. Μηδεὶς ἡμῶν ἔστω φίλος τῶν τοῦ Θεοῦ ἐχθρῶν· ὅσον γάρ τις ἀγαπᾷ τὸν Θεὸν, τοσοῦτον μισεῖ τοὺς ἀντικειμένους Θεῷ.

Καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιὰμ, οὗ ἐγέννησεν υἱοὺς δύο.

Τοῦ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ. Μετακεχώρηκεν τοίνυν ἐκ τῆς Αἰ γυπτίων εἰς Μαδιὰμ ὁ Μωϋσῆς· ἐν ἴσῳ δὲ τρόπῳ καὶ ὁ Χριστὸς ἐκ τῆς Ἰουδαίας εἰς τὴν Γαλιλαίαν.

ΙΟ

15

30 Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ Ἄγγελος Κυρίου ἐν πυρὶ 20 31 φλογὸς βάτου· ὁ δὲ Μωϋσῆς ἰδὼν ἐθαύμαζε τὸ ὅραμα προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ Κυρίου πρὸς αὐτόν·

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὁρᾶς ὅτι οὐ διακόπτεται χρόνῳ ὅτε γὰρ φυγὰς ἦν, ὅτε ξένος, ὅτε πολὺν χρόνον ἐπὶ τῆς ἀλλοτρίας πεποι- 25 ήκει, ὅτε οὐκέτι προσεδόκησεν ὡς καὶ παῖδας ποιῆσαι δύο, τότε ἄγγελος αὐτῷ ἐπιφαίνεται· τὸν υἱὸν τοῦ Θεοῦ καλεῖ, καθάπερ καὶ ἄνθρωπον, ἐν τῇ ἐρήμῳ, οὐκ ἐν ναῷ· ὅρα πόσα γίνεται θαύματα καὶ οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία· καὶ οὐδὲ ἐν αὐτῇ τῇ ἐρήμῳ ἀλλ ̓ ἐν βάτῳ.

του

32 Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ.

Τοῦ Αὐτοῦ. Ἰδοὺ καὶ φωνῆς ἠξιώθη· ἰδοὺ πῶς δείκνυσιν, ὅτι

c Sic.

30

33

66

αὐτός ἐστιν “ ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.” “ ὁ μεγά

66

σε λης βουλῆς Ἄγγελος...” ἐνταῦθα δείκνυσι τὴν φιλανθρωπίαν ὅσην ποιεῖται ὁ Θεός.

ΚΥΡΙΛΛΟΥ. Ἄβρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφανίζει μὲν γὰρ ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ' ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ 5 πρόσωπον ὁ Μωϋσῆς σημεῖον δ ̓ ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργές, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Υἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπίγνωσιν.

ΕἰΣΕΒΙΟΥ ἐπισκόπου ΕΜίΣΗΣ. Ἐκ βασιλείων ἐξελθὼν, ποι- το μὴν ἐν ἐρήμῳ ἐγένετο, καὶ οὐκ ἤχθετο· εἴ τις γὰρ θέλει σῶσαι τὴν ἀγαπὴν καὶ τὸ φίλτρον τὸ περὶ Θεὸν, εἴτε ἐν πενίᾳ σώζεται, εἴτε ἐν πόλεσι διαφυλάττεται, εἴτε ἐν δεσμωτηρίῳ, οὐκ ἀγανακτεῖ ἔχεις τούτον ἐν τῇ γραφῇ τὰ παραδείγματα.

Ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατα- 15 νοῆσαι.

ΔΙΔΥΜΟΥ. Εἰ καὶ μὴ αὐταῖς λέξεσι φέρεται ἐν τῇ Εξόδῳ ἡ κειμένη φωνὴ, ἀλλ ̓ οὖν ἰσοδυναμος κεῖται· οὐ πολὺ γὰρ διοίσει τὸ ἔντρομος τὸ “ ἔμφοβος δὲ γενόμενος Μωϋσῆς” λέγεται δὲ ταῦτα περὶ τοῦ κατὰ τὴν βάτον δράματος, μενούσης τῆς αὐτῆς διαφορᾶς τοῦ 20 φοβεροῦ καὶ ἐμφόβον, καὶ ἐν τῇ διηγήσει τῇ περὶ τοῦ ὄρους Σινᾶ τὸ γὰρ ἐν τῇ πρὸς Εβραίους λεχθέν σε καὶ οὕτω φοβερὸν ἦν τὸ φανταζόμενον περὶ τοῦ ὄρους, τοῦτο ἐστίν· ἐπ ̓ αὐτοῦ γὰρ εἶπε Μωϋσῆς σε ἔμφοβός εἰμι καὶ ἔντρομος” ἐκ παραλλήλου ταῖς λέξεσι χρησάμενος· “ ἀλλ ̓ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς 25 καρδίαις αὐτῶν εἰς Αἴγυπτον.”

66

66

66

σε

Εἶπε δὲ αὐτῷ ὁ Κύριος, λῦσον τὸ ὑπόδημα τῶν που

δῶν σου.

Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα σημεῖον εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατ-30 εφθαρμένου· ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγω γικῇ λατρείᾳ προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ρύπον.

ΣΕΥΗΡΟΥ. Δεῖ γὰρ ὡς ἀληθὼς πάσης νεκρᾶς καὶ σαρκικῆς

φαντασίας ὥσπερ ὑποδημάτων τινῶν λῦσαι, τὸν ἐπί τι τῶν θείων θεωρημάτων ἀναβῆναι πειρώμενον νοῦν.

Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας, γῆ ἁγία ἐστίν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐδαμοῦ ναὸς, καὶ ὁ τόπος ἅγιος τῇ ἐπισ φανείᾳ καὶ ἐνεργείᾳ τοῦ Χριστοῦ· πολλῷ θαυμασιώτερον τοῦτο 5 τοῦ τόπου ἐν τοῖς Ἁγίοις τῶν Ἁγίων· ἐκεῖ γὰρ οὐδαμοῦ ἐπεφάνη οὕτως Θεός· οὐδαμοῦ οὕτως ἔντρομος γέγονε Μωϋσῆς· εἶτα ἡ κηδεμονία πολλὴ σε ἰδὼν εἶδον,” καὶ τὰ ἑξῆς.

66

34 Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ,

35

καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα· καὶ κατέβην ἐξε λέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴ

γυπτον.

20

Τοῦ Αὐτοῦ. Ὅρα πῶς δείκνυσιν ὅτι καὶ δι' εὐεργεσιῶν, καὶ διὰ κολάσεων, καὶ διὰ θαυμάτων ἐπήγετο αὐτούς· οἱ δὲ οἱ αὐτοὶ ἦσαν ὅτι πανταχοῦ πάρεστι ὁ Θεὸς ἐμάνθανον. ταῦτα ἀκούοντες, ἐν ταῖς 15 θλίψεσι πρὸς αὐτὸν καταφεύγωμεν· “ καὶ τοῦ στεναγμοῦ αὐτῶν σε ἤκουσα, φησί· οὐχ ἁπλῶς διὰ τὰς συμφοράς· εἰ δέ τις λέγοι, τίνος ἕνεκεν αὐτοὺς εἴασε κακωθῆναι ἐκεῖ; μάλιστα μὲν οὖν αἱ κακώσεις παντὶ δικαίῳ αἴτιαι μισθῶν γίνονται· εἶτα δὲ τίνος ἕνε κεν αὐτοὺς ἐκάκωσε ; τὴν δύναμιν αὐτοῦ δείκνυσιν ὅτι δύναται· καὶ οὐ τοῦτο μόνον, ἀλλ ̓ ἵνα καὶ αὐτοὺς παιδεύσῃ. Ὅρα γοῦν ὅτε ᾤκουν ἐν τῇ ἐρήμῳ, τότε ἐλιπάνθησαν, ἐπαχύνθησαν, ἐπλατύνθησαν, ἀπελάκτησαν· καὶ πανταχοῦ ἡ ἄνεσις αὐτοῖς κακόν· διὰ τοῦτο καὶ ἐξ ἀρχῆς τῷ Ἀδὰμ ἔλεγεν, “ ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου” καὶ ἵνα ἐκ τῆς πολλῆς κακώσεως 25 ἐλθόντες εἰς ἀνάπαυσιν, εὐχαριστήσωσι τῷ Θεῷ· μέγα γὰρ ἡ θλίψις ἀγαθόν· ἄκουε γὰρ τοῦ προφήτου λέγοντος· σε ἀγαθόν μοι, Κύριε, ὅτι ἐταπείνωσας με” εἰ δὲ τοῖς μεγάλοις καὶ θαυμα

66

66

66

στοῖς ἀνδράσι μέγα ἡ θλίψις, πολλῷ μᾶλλον ἡμῖν.

Τοῦτον τὸν Μωϋσῆν ὃν ἠρνήσαντο, εἰπόντες, τίς σε 30 κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; τοῦτον ὁ Θεὸς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέστειλεν ἐν χειρὶ Αγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.

Ἐνταῦθα μὲν δοκεῖ περὶ τοῦ λαοῦ τῶν Ἰουδαίων λέγειν· λέγε

36

ται δὲ περὶ πάσης τῆς φύσεως, ἧς ἕνεκα σάρκα λαβὼν κατέβαινεν ὅπερ οὐ κατὰ τὸν καιρὸν τοῦ Μωϋσέως, ἀλλ ̓ ὕστερον ἐνδημήσαν τος τοῦ Υἱοῦ γεγένηται.

Ἀπολέσθαι τὸν ὑπ ̓ αὐτῶν ἐξουθενηθέντα· τοῦτον ὃν παρητήσαντο, τοῦτον ὁ Θεὸς ἐγείρας ἀπέστειλε καθάπερ καὶ αὐτοὶ; ἔλεγον· σε οὐκ ἔχομεν βασιλέα εἰ μὴ Καίσαρα·” δείκνυσιν ἐνταῦθα, καὶ τὰ γενόμενα, διὰ τοῦ Χριστοῦ γενόμενα.

* Περὶ τῆς ἐξόδου καὶ μοσχοποιίας τοῦ Ἰσραὴλ ἄχρι χρόνων Σολομῶντος καὶ τῆς τοῦ ναοῦ κατασκευῆς.

Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα το ἐν τῇ Αἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ 37 ἐρήμῳ ἔτη τεσσαράκοντα· οὗτός ἐστιν ὁ Μωϋσῆς, ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραὴλ, Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε.

15

σε Ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.” ἐξουθενημένον σε ὡς ἐμέ” ἐβουλήθη καὶ τοῦτον ἀνελεῖν Ἡρώδης, καὶ ἐν Αἰγύπτῳ διεσώθη, καθάπερ καὶ ἐκεῖνος· καὶ παιδιον ὤν, ἐπεβουλεύεται μὴ θαυμάζετε οὖν εἰ τοὺς παραιτουμένους αὐτοῦ τὴν βασιλείαν ὁ Χριστὸς εὐεργετεῖ, εἴγε καὶ ἐπὶ Μωυσέως τοῦτο 20 γέγονε· καὶ οὐχ ἁπλῶς αὐτοὺς ἐξείλατο, ἀλλὰ καὶ ἐν ἐρήμῳ διάγοντας. ὁρᾶς ὅτι δι ̓ αὐτοὺς ἐκεῖνα τὰ σημεῖα· ὁ τῷ Θεῷ διαλεχθεὶς, ὁ ἐκ παραδόξων σωθεὶς, ὁ τοσαῦτα ἐργασάμενος καὶ δυνη θεὶς δείκνυσι, ὅτι πάντως πληρωθῆναι δεῖ τὴν προφητείαν, καὶ οὐκ ἐναντιοῦται αὐτῷ.

25

Προαναφωνεῖ γὰρ πάλαι τὴν τοῦ ἰδίου γεννήματος ἐνανθρώπησιν ὁ Θεὸς καὶ Πατήρ· καὶ ὅτι δεύτερος ἐφ' ἡμᾶς νομοθέτης ἀναδειχθήσεται λαλήσας μὲν πάλαι τοῖς ἀρχαιοτέροις αὐτὸς δι' ἀγγέλων τὸν νόμον· ἐν δὲ τελευταίοις τοῦ αἰῶνος καιροῖς αὐτουργὸς εἰς ἡμᾶς ἀναδεδειγμένος, καὶ καινῆς χρηματίσας διαθήκης 30 ἄγγελος.

38 Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ ὰ παραιτήσαντο Cod.

μετὰ τοῦ Ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ

καὶ τῶν πατέρων ἡμῶν.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πάλιν οὐδαμοῦ ναός· οὐδαμοῦ θυσία δείκνυσι δὲ ὅτι οὐχὶ σημεῖα ἐποίησε μόνον, ἀλλὰ καὶ νόμον ἔδωκεν, ὥσπερ ὁ Χριστός· καθάπερ καὶ οὗτος πρῶτον σημεῖα ποιεῖ, καὶ 5 τότε νομοθετεῖ, οὕτω κἀκεῖνος· καὶ οὗτος ἐπίστατο, κἀκεῖνος ἀλλ ̓ οὐκ ἤκουσαν αὐτοῦ. Καὶ μετ' ὀλίγα—Ὁρᾶς ὅτι ἐκεῖθεν ἡ ῥίζα καὶ ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστί· “ μετὰ τοῦ Ἀγγέλου,” φησὶ, “ τοῦ λαλοῦντος αὐτῷ” ἰδοὺ πάλιν αὐτὸν φησὶ τὸν νόμον δε δωκέναι· εἴγε μετ ̓ αὐτοῦ ἦν “ ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ” καὶ το ἐνταῦθα θαύματος ὑπομιμνήσκει μεγάλου, τῶν ἐν τῷ ὄρει γεγενημένων.

66

66

66

66

66

ΔΙΔΥΜΟΥ. Ἡ προκειμένη λέξις δηλοῖ, ὡς οὐ μόνον τοπικῶς εἶναι συμβαίνει κρείττοσι καὶ χείροσι χωρίοις· ἔξω γὰρ τῆς Αἰγύπτου κατὰ τόπον ὄντες, οἱ περὶ ὧν ὁ λόγος, τῇ διαθέσει ἐν αὐτῇ 15 ὑπῆρχον. οὐκ ἀποστήσαντες τὴν γνώμην ἑαυτῶν τῶν Αἰγυπτιακῶν ἐθῶν, τῆς αὐτῆς νοήσεως ἐστὶ καὶ τὸ ἐν Εὐαγγελίῳ, “ ὅπου ὁ θησαυρὸς, ἐκεῖ καὶ ἡ καρδία” οὐ πάντως τοπικῶς ἐκεῖ ὄντος, ὅπου τις ἔχει τὴν γνώμην· πολλοὶ γοῦν ἔτι ἐπὶ γῆς ὄντες θησαυρίζοντες κατάλληλα τῷ οὐρανῷ, ἐκεῖ τὴν καρδίαν ἔχουσι. ἀλλὰ 20 κἀκεῖ ἔτι τυγχάνοντες, οἱ παραβάντες Ἄγγελοι τὴν διάθεσιν εἶχον ἐν τῇ γῇ ᾧ ἐξηκολούθησε τὸ ἐξ οὐρανοῦ εἰς γῆν αὐτοὺς ἐρρίφθαι. 39 Ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν· ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί ἐστι λόγια ζῶντα; ὧν τὸ τέλος διὰ 25 λόγων ἐδείκνυτο, ἤτοι τὰς προφητείας λέγει.

Ἀλλ ̓ ἀπώσαντο, καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον.

Τοῦ Αὐτοῦ. Ἔνθα ἔστενον, ἔνθα ἐβόων, ἔνθα τὸν Θεὸν ἐκάλουν.

40 Εἰπόντες τῷ Ἀαρὼν, ποίησον ἡμῖν θεοὺς οἱ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ· 41 καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγα

30

« PreviousContinue »