Page images
PDF
EPUB

γον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.

66

66

66

Ὢ τῆς ἀνοίας, “ ποίησον,” φησὶν, ἵνα “ προπορεύσωνται ἡμῶν ποῦ ; εἰς Αἴγυπτον. Ορα πῶς δυσαποσπάστως εἶχον τῶν ἐθῶν τῶν Αἰγυπτιακῶν. τί λέγεις; οὐκ ἀναμένεις τὸν ἐξαγαγόντα, ἀλλὰ 5 φεύγεις τὴν εὐεργεσίαν καὶ τὸν εὐεργέτην ἀρνῇ; καὶ ὅρα πῶς ὑβρίζουσιν· “ ὁ γὰρ Μωϋσῆς οὗτος,” φησὶν, “ ὃς ἐξήγαγεν ἡμᾶς ἐκ “ γῆς Αἰγύπτου” οὐδαμοῦ Θεοῦ ὄνομα ἀλλὰ πάντα Μωϋσεῖ ἐπέγραφον· ἔνθα μὲν ἀχαριστεῖν ἔδει, Μωϋσῆν φέρουσιν εἰς μέσον ἔνθα δὲ πεισθῆναι νόμῳ, οὐκέτι Μωϋσῆν ἄγουσι· σε ποίησον ἡμῖν το σε θεοὺς,” οὐκ εἶπον Θεόν· καὶ μὴν τοῦτο ἄξιον θαυμάσαι, τὸ μὴ εἰδέναι· τί θαυμαστὸν, ὅτι ἀγνοεῖτε Χριστὸν, ὅπου καὶ τὸν Μωϋσέα καὶ τὸν Θεὸν τὸν δειχθέντα διὰ τοσούτων σημείων ; καὶ οὐκ ἠγνόἦσαν μόνον, ἀλλὰ καὶ ἑτέρως ὕβρισαν τῷ εἰδωλοποιῆσαι.

66

66

66

66

ΣΕΤΗΡΙΑΝΟΥ. Μόσχον ὁ Ἰσραὴλ ἐχώνευσε, καὶ Θεὸν ἠθέτησε, 15 καὶ ἠγνόησε τὸν δεσπότην, ἀπέγνω τὸν εὐεργέτην· καὶ λέγει τῷ Ἀαρὼν, · ποίησόν μοι θεούς” διατί “ ποίησον ;” εἰ δὲ “ ποίησον,” πῶς θεοὶ τὰ γινόμενα. οὕτως ἡ κακία τυφλώττουσα αὐτὴ ἑαυτὴν ἀφανίζει. 42. Ἔστρεψε δὲ ὁ Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθώς γέγραπται ἐν βιβλίω 20 τῶν προφητῶν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐντεῦθεν λοιπὸν τὰ ἔθη ταῦτα· ἐντεῦθεν αἱ θυσίαι· αὐτοὶ πρῶτοι ἐποίησαν θυσίας τοῖς εἰδώλοις· διὰ γὰρ τοῦτο ἐπισημαίνεται, “ καὶ ἐποίησαν μοσχὸν ἐν Χωρήβ, καὶ ἀνἤνεγκαν θυσίας τῷ εἰδώλῳ” ἐπεὶ πρὸ τούτου οὐδαμοῦ θυσίας 25 ὄνομα, ἀλλὰ προστάγματα ζῶντα, καὶ λόγια ζῶντα. καὶ εὐφραί νοντο, φησὶ, διὰ τοῦτο καὶ ἑορταί.

66

[blocks in formation]

66

66

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Τὸ “ παρέδωκεν” ἀντὶ τοῦ εἴασε κεῖται, ὡς καὶ ἐν τῷ Ἀποστόλῳ σε παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν,” 30 ἀντὶ τοῦ εἴασε παραδοθῆναι. λέγει οὖν, ἐπειδὴ τοῦτον εἶχον οἱ Ἰουδαῖοι τὸν πόθον, τὸ λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα, κωλύσας πολλάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόφασιν, εἶτα ἐμμενόντων ἐκείνων ὡς εἵλοντο· τὸ δὲ “ ἔστρεψε” ἄλλο δηλοῖ θέλημα τοῦ Θεοῦ e εὐφραίνοντα Cod.

66

καὶ ἄλλο γεγενημένον κατὰ συγχώρησιν· ἦν μὲν γὰρ αὐτοῦ θέλημα, ὃ καὶ νενομοθέτηκε σε Κύριον τὸν Θεόν σου προσκυνήσεις, “ καὶ αὐτῷ μόνῳ λατρεύσεις...” ἐμμένοντας δὲ τῇ ἀσεβείᾳ εἴασεν, οὐ γὰρ ἐξ ἀνάγκης ἐφέλκεται ἑαυτῷ λατρεύειν, ἵνα μὴ ὑβρίσῃ τὸ αὐτεξούσιον· ἀλλὰ παραινεῖ μὲν μὴ ἁμαρτάνειν, ἁμαρτανόντων 5 δὲ ἀνεξικακεῖ· ἐνδεικνύμενος τὸ φιλάνθρωπον, ἅμα δὲ καὶ ἐνδιδοὺς τῇ ἐπιστροφῇ τοῦ αὐτεξουσίου, καιρὸν μετανοίας ταμιευόμενος· ἐμμένοντας δὲ κολάζει πικρῶς· τὸ δὲ “ τῇ στρατιᾷ τοῦ οὐρανοῦ,” οὐ τοῖς ἀγγέλοις λέγει ἀλλὰ τοῖς ἄστροις, οἷς καὶ τὸ σέβας προστ έφερον, ὡς τῷ μόσχῳ εἰς τόπον ὄντι ἑωσφόρου, καὶ τῇ σελήνῃ, ὡς το βασιλίσσῃ τοῦ οὐρανοῦ· οὕτω γὰρ ἐν Ἱερεμίᾳ ἐγράφησαν λέο

γοντες.

66

66

66

66

66

[ocr errors]

66

66

66

66

66

[ocr errors]

ΔΙΔΥΜΟΥ. Οἱ μὴ ἓν δεῖ τρόπον ἐντυχόντες τῇ παλαιᾷ γραφῇ, οἷονται παραδεδόσθαι τοὺς Ἑβραίους ὑπὸ Θεοῦ “ λατρεύειν τῇ στρα“ τιᾷ τοῦ οὐρανοῦ,” συναρπαγέντες ἐκ τοῦ, “ εἰ γὰρ ὁ δι' ἀγγέλων 15 λαληθεὶς λόγος;” καὶ ἐκ τοῦ “ διατετάχθαι τὸν νόμον δι ̓ ἀγω γέλων ἐν χειρὶ μεσσίτου” πολλῆς δὲ παραμυθίας δεῖ τῷ οὕτως τιθεμένῳ· ἐπιστήσαντες δὲ ἡμεῖς, τὸ “ ἔστρεψεν ὁ Θεὸς” καὶ τοῖς ἑξῆς παρακδοσι νῦν δηλουμένην, οὕτω γενέσθαι ὑπολαμβάνομεν, ὡς καὶ ἐπὶ τῶν γραφομένων τῷ Ἀποστόλῳ οὕτως ἐχόντων σε διὰ 20 “ τοῦτο παρέδωκεν αὐτοὺς ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν·” καὶ ἔτι, “ διὰ τοῦτο παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς πάθη ἀτιμίας καὶ “ε εἰς ἀδόκιμον νοῦν ὡς γὰρ ἐν τούτοις οἷς ἡμεῖς εἷλάμεθα, παρα δίδωσιν ὁ Θεὸς μετὰ τὸ πολλάκις κωλῦσαι· οὕτω πόθον ἔχοντας τοὺς Ἑβραίους θεραπεύειν τὴν κτίσιν παρὰ τὸν κτίσαντα, κωλύσας 25 πολλάκις διὰ τῶν προφητῶν τὴν τοιαύτην πρόθεσιν, ἐμμένοντας αὐτοὺς παρέδωκεν ᾧ εἵλοντο· ὅθεν ἀκριβεστέρως ἀκούειν δεῖ τοῦ “ ἔστρεψεν ὁ Θεὸς καὶ παρέδωκεν αὐτούς·” οὐ γὰρ προηγούμενον ἦν θέλημα τῆς νομοθεσίας τοῦτο· εἰ γὰρ ἐν αὐτῇ φέρεται, σε Κύριον τὸν “ Θεὸν προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις, ταύτην τὴν ἐντο- 30 λὴν τοὺς παραβάντας “ παρέδωκε λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρα σε νοῦ οὐκέτι προηγουμένῃ βουλήσει ποιῶν αὐτοὺς, ἀλλ' ὡς εἶπε τὸ ῥητὸν, στρέψας ἐξ ἄλλου θελήματος. ἀλλ ̓ οὐ ζητήσεις που τῆς γραφῆς “ τῇ στρατιᾷ τοῦ οὐρανοῦ” κεῖται ἐπὶ ἀγγέλων ὡς ἐπίπαν ἢ ὡς ἐπὶ πολὺ κατὰ τῶν φωστήρων καὶ ἀστέρων ἡ λέξις κεῖται. 35

66

66

66

R

Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσα ράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ ;

66

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Σκηνὴ τοῦ μαρτυρίου ἦν,” καὶ οὐδὲν ὠφέλησεν αὐτοὺς, ἀλλ ̓ ἀνηλίσκοντα· οὔτε πρὸ τούτου δι ̓ αὐτοῦ τὰ σημεῖα, οὔτε μετὰ ταῦτα ὠφέλησέ τι. ἣν καὶ εἰσήγαγον, φησὶ, 5 διαδεξάμενοι οἱ πατέρες ἡμῶν· ὁρᾶς ὅτι ἐκεῖ τόπος ἅγιός ἐστιν, ἔνθα ἂν ᾖ ὁ Θεός· διὰ γὰρ τοῦτο καὶ “ ἐν τῇ ἐρήμῳ” εἶπεν, ἵνα τόπον τόπῳ συγκρίνῃ.

Τοῦ Αὐτοῦ. Ἐμφαντικῶς ἐχρήσατο τῇ λέξει· οὐκ ἔχετε εἰπεῖν φησὶ, ὅτι ἀπὸ τοῦ ἐμοὶ θύειν, κἀκείνοις ἐθύετε· καὶ ταῦτα 10 σε ἐν τῇ ἐρήμῳ,” ἔνθα μάλιστα αὐτῶν προειστήκει.

66

66

Του Αγίου ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΫ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ ΤΟΜΟΥ Γ. 66 “ Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι,” καὶ τὰ ἑξῆς· τοῦτό φησιν, ὅτι ἐν χρόνῳ τεσσαρακονταετεῖ, καθ ̓ ὃν ἦσαν ἐν τῇ ἐρήμῳ, προσῆγον μὲν ἑκόντες θυσίας, ἐξηγεῖτο δὲ οὐδεὶς ἀναγ- 15 καίως, ἀλλ ̓ ἦν εἰς ἀνάκλησιν τὸ χρῆμα αὐτοῖς, ἄχρις ἂν εἰσελάσειαν εἰς τὴν γῆν τὴν τοῖς πατράσιν ἐπηγγελμένην, ταύτῃ τοι φησὶν, σε μὴ σφάγια καὶ θυσίας,” καὶ τὰ ἑξῆς· ἀλλ ̓ ἐσώζοντο τότε καὶ θυσιῶν δίχα· καὶ ᾗ φησι δι ̓ ἑτέρου προφήτου πάλιν σε οὐ κεκτήσω μοι ἀργυρίου θυμίαμα, οὐκ ἡδύναντό μοι πρόβατα 20 “ τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,” αὐτοὶ δὲ πάλιν ἀπροφάσιστον ἔχοντες τὴν ἀπόστασιν ἀλλοπρόσα αλλοίτε ἦσαν τὸ τηνικάδε, καὶ Θεὸν ἀτιμάζοντες τὸν φύσει καὶ ἀληθῶς, ἀνελάμβανον “ τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ σε θεοῦ ὑμῶν Ῥεφάν” καὶ τί δὴ τοῦτό ἐστι περιαθρεῖν ἀναγκαῖον. 25 οὐκοῦν ὁ μὲν θεσπέσιος Μωϋσῆς ἀναπεφοίτηκεν εἰς τὸ ὄρος τὸν νόμον ὑποδεξόμενος; οἶγε μὴν ἐξ αἵματος Ἰσραὴλ κατεξανέστησαν τοῦ Ἀαρὼν λέγοντες· “ ποίησον ἡμῖν θεούς.” μεμοσχοποίηκασι τοίνυν κατὰ τὴν ἔρημον· καὶ τὸ μὲν ἐμφανὲς, καὶ οἱονεί πως ἁπάντων εἴδωλον ὁ μόσχος ἦν· πολλὰ δὲ παρ ̓ ἑκάστου καὶ ἕτερα διεπράτ- 30 τοντο τραπόμενοι γὰρ ἅπαξ ἐπὶ τὴν ἀρχαίαν πλάνησιν καὶ τῆς εἰς Θεὸν εὐσεβείας ἀποπηδήσαντες, ἕκαστος τὸ δοκοῦν ἐποιεῖτο σέβας· καὶ διέπλαττεν ἑαυτῷ, κατὰ τὴν ἄνωθεν ἔτι καὶ ἐν Αἰ γύπτῳ συνήθειαν προσέκειντο δὲ μᾶλλον ταῖς τῶν ἄστρων λαὰ θεοῦ ἡμῶν Cod.

66

66

66

τρείαις· πρὸς γὰρ τῷ μόσχῳ, καὶ τὴν σκηνὴν τοῦ Μολοχ ἀνέλα βον σκηνοποιησάμενοι γὰρ ἔστησαν εἴδωλον, καὶ κεκλήκασι Moλόχ· εἴδωλον δὲ τοῦτο Μωαβιτῶν, ἔχον λίθον διαφανῆ καὶ ἐξαίρε τιν ἐπὶ μετώποις ἄκροις εἰς ἑωσφόρου τύπον· καὶ ἑρμηνεύεται μὲν Μιλὸχ βασιλεὺς αὐτῶν, Ρεφὰν δὲ σκοτασμὸς, ἤτοι τύφλωσις 5 ἐκδεδώκασι γὰρ οὕτως Ἀκύλας καὶ Θεοδοτίων ἑωσφόρου γε μὴν ἐκτύπωμα τὸ τεχνουργούμενον ἦν· “ ἀνελάβετε” τοίνυν “ τὴν σκηνὴν “ τοῦ Μολόχ,” τουτέστι τοῦ βασιλέως ὑμῶν· τίς δὲ οὗτος ἦν ὁ βα σιλεύς ; “ τὸ ἄστρον τοῦ Θεοῦ ὑμῶν Ῥεφάν” ἀλλὰ γέγονε, φησὶν, ὑμῖν εἰς τύφλωσιν· ἐσκορπίσθησαν γὰρ αἱ καρδίαι αὐτῶν· προσ- 10 εκύνουν γε μὴν τὸν ἑώσφορον, ὡς προανίσχοντα τῆς ἡλίου μαρμα ρυγῆς, καὶ ἀρχὴν ἡμέρας εἰσφέροντα τοῖς ἐπὶ τῆς γῆς· ἀλλὰ τοῖς προσκυνοῦσι γέγινε Ρεφαν, τουτέστι σκοτασμὸς ἤτοι τύφλω σις· καὶ οὐχὶ δὴ πάντως ὡς ἐνεργηκότος ἐν αὐτοῖς τοῦ ἄστρου τὴν τύφλωσιν· ἀλλ ̓ ὅτι σκοτασμοῦ παραίτιον τὸ εἰς τοῦτο γέ- 15 γινε σέβας.

43 Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥεφὰν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς·

Τοῦ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΕἰΣ ΤὸΝ ΠΡΟΦΗΤΗΝ Ἀμάς. Ἵνα φαί- 20 νηται Θεὸς διὰ φιλανθρωπίαν σώσαι αὐτοὺς, καὶ οὐκ ἀντιμισθία θυσιῶν τὸ πρᾶγμα ποιούμενος, φησὶ, “ μὴ σφάγια καὶ θυσίας,” ἀλλὰ καὶ τούτων γινομένων φησὶ, “ ἀνελάβετε” καὶ τότε “τὴν σκηνὴν τοῦ “ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ρεφάν...” ἀνελθόντος γὰρ εἰς τὸ ὄρος Μωϋσέως, με μοσχοποιήκασί τε καὶ ταῖς τῶν ἄστρων προσ- 25 εκλίθησαν λατρείαις· καὶ σκηνοποιησάμενοι ἔστησαν εἴδωλον, ὃ κεκλήκασι Μολόχ τοῦτο δὲ εἴδωλον Μωαβιτῶν ἦν.

Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ ἡ αἰχμαλωσία κατηγορία τῆς και κίας.

ΚΥΡΙΛΛΟΥ. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν πεπλωρήκατε τῆς γείτονος Δαμασκοῦ, ταύτῃ τοι τοι οἰχήσεσθαι Δαμασκοῦ ἐπέκεινα, τουτέστιν εἰς Βαβυλῶνα.

[blocks in formation]

30

44

ΝΙΚΟΛΑΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ ΕἸΣ ΑΜΩΣ ΕΡΜΗΝΕΙΑΣ. Τοῦ προφήτου Αμὼς εἰρηκότος, “ μετοικιῶ ὑμᾶς ἐπέκεινα Δαμασκοῦ” ὁ ἅγιος Στέφανος ἐν ταῖς Πράξεσι τὴν χρῆσιν θεὶς, σε μετοικιῶ

66

ὑμᾶς ἐπεκεῖνα Βαβυλῶνος” εἶπεν, ἀκολουθήσας τῇ Ἑβραίων ἐκθέσει· ἢ καὶ ὅτι τέρμα τῆς Δαμασκηνῶν καὶ Σύρων χώρας ἡ5 Βαβυλὼν τυγχάνει· οἱ δὲ ἑβδομήκοντα ἐπέκεινα Δαμασκοῦ εἰρήκασιν.

Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ἐν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ.

Καὶ σκηνῆς οὔσης θυσίαι οὐκ ἦσαν· διὰ τοῦτο ἦν, ἵνα μάρτυρα 10 τὸν Θεὸν ἔχωσι, τοῦτο μόνον ἦν.

Καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῃ, ποιῆσαι αὐτ τὴν κατὰ τὸν τύπον ὃν ἑώρακεν.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὥστε ἐν τῷ ὄρει ἡ ὑπογραφὴ γέγονε, καὶ αὐτὴ δὲ ἐν τῇ ἐρήμῳ περιφορητὴ ἦν, καὶ οὐκ ἐν τόπῳ κει- 15 μένη· καὶ μαρτυρίου σκηνὴν καλεῖ· τουτέστι τῶν θαυμάτων, τῶν προσταγμάτων.

66

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Εἰ καὶ Ἄγγελος ἦν ὁ λαλῶν Μωϋσῇ ἐν τῷ ὅρει, ἀλλ ̓ οὖν εἰς Θεοῦ πρόσωπον ἐλάλει αὐτῷ· πολλὰ δὲ ταῦτα ἐν τῇ θείᾳ γραφῇ εὑρίσκεται· εἴρηται γὰρ ἐν τῇ Εξόδῳ ὡς 20 σε Ἄγγελος Κυρίου εἶπε Μωϋσῇ, μὴ ἐγγίσης ὧδε.” Καὶ μεθ ̓ ἕτερα λέγει ὁ Ἄγγελος, “ ἐγὼ ὁ Θεὸς τῶν πατέρων ὑμῶν, ὁ Θεὸς Ἀβραάμ ὁμοίως δὲ καὶ ἀπ ̓ αὐτοῦ τοῦ Ἀβραὰμ ἐστὶ τὸ τοιοῦτον εὑρεῖν, ὅτε τὸν παῖδα προσέφερεν εἰς ὁλοκάρπωσιν. Καὶ ὁ Ἀπόστολος δὲ περὶ τοῦ νόμου λέγει· “ εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος.” 45 Ην καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ, ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμε 46 ρῶν Δαβίδ· ὃς εὗρε χάριν ἐνώπιον τοῦ Θεοῦ.

[ocr errors]

66

25

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ οὐκ ἦν ναὸς, καίτοι καὶ τὰ ἔθνη 30 ἐξέωστο· διὰ τοῦτο γάρ φησι, “ ὧν ἐξῶσεν ὁ Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν· σε ὧν ἐξῶσε,” φησὶ, καὶ οὐδὲ τότε ναός· καὶ τοσαῦτα θαύματα, καὶ οὐδαμοῦ ναός· ὥστε εἶναι πρώτη σκηνή, f δαμασκηνοῦ Cod.

« PreviousContinue »