Page images
PDF
EPUB

ΚΕΦ. Ι.

Περὶ Σίμωνος τοῦ Μάγου πιστεύσαντος καὶ βαπτισθέντος m σὺν ἑτέροις

πλείοσιν.

9 Ανὴρ δέ τις ὀνόματι Σίμων, προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ ἐξιστῶν τὸ ἔθνος τῆς Σαμαρείας, λέγων 5 εἶναί τινα ἑαυτὸν μέγαν.

Πῶς οὖν αὐτὸν οὐκ ἀνεῖλον ὥσπερ Ανανίαν καὶ Σάπφειραν ; ὅτι καὶ τὸ παλαιὸν ὁ τὰ ξύλα συλλέξας ἀνηρέθη εἰς ἑτέρων σω φρονισμὸν, καὶ οὐκέτι ἕτερος τὸ αὐτὸ πέπονθεν, οὕτω καὶ νῦν.

66

Τοῦ Αὐτοῦ. Ὅρα καὶ ἕτερον πειρασμὸν τὸν τοῦ Σίμωνος “ λέγων εἶναί τινα ἑαυτόν.”

Του Αγίου ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣκόπου Κύπρου ἐκ τοῦ Β ́ ΑόΓΟΥ ΤΟΥ ΠΑΝΑΡΙΟΥ. Ὁ Σίμων οὗτος ὑπεκορίσατο τοὺς Ἀποστό λους· καὶ αὐτὸς δὲ τοῖς ἄλλοις ὁμοίως ὑπὸ Φιλίππου ἐβαπτίσθη μετὰ πολλῶν· οἱ δὲ πάντες χωρὶς αὐτοῦ ἐξεδέξαντο τὴν τῶν μεγά- 15 λων Αποστόλων παρουσίαν, καὶ διὰ τῆς αὐτῶν χειροθεσίας ἔλαβον Πνεῦμα Ἅγιον· ἐπειδήπερ ὁ [Απόστολος] Φίλιππος Διάκονος ὢν, οὐκ εἶχεν ἐξουσίαν τῆς χειροθεσίας, τοῦ δι' αὐτῆς διδόναι Πνεῦμα Ἅγιον.

το Ὧι προσεῖχον ἅπαντες ἀπὸ μικροῦ ἕως μεγάλου, λέ- 20 γοντες, οὗτός ἐστιν ἡ δύναμις τοῦ Θεοῦ ἡ μεγάλη.

[ocr errors]

Το ΧΡΥΣΟΣΤΟΜοτ. Καὶ ἐπληροῦτο τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· ὅτι ἐλεύσονται ψευδόχριστοι καὶ ψευδαπόστολοι ἐπὶ τῷ ὀνόματί μου.

Προσεῖχον δὲ αὐτῷ, διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις 25 12 ἐξεστακέναι αὐτούς. ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ περὶ τῆς βασιλείας τοῦ Θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τὲ καὶ γυναῖκες.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι οὐ δεῖ μὲν πλησιάζειν μάγοις 30 πλὴν εἰ ἀπατηθείς τις ἐποίησεν, ἀφιστάσθω ταχέως· ἡ γὰρ ἐπιμονὴ ἡ ἐν τοῖς κακοῖς εἰς ἔκστασιν ἄγει φρενῶν, ὥστε μὴ συνιέναι τὰ γινόμενα διακρῖναι.

m Ita Cod. Coisl. et Ecum. ἀνελθόντος Cod. N. C.

13

Ὁ δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσε, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ θεωρῶν τε σημεῖα καὶ δυνά14 μεις μεγάλας γινομένας, ἐξίστατο. ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις Απόστολοι, ὅτι δέδεκται ἡ Σαμάρεια τὸν λόγον τοῦ Θεοῦ, ἀπέστειλαν πρὸς αὐτοὺς Πέτρον καὶς Ἰωάννην.

15

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐ πίστεως ἕνεκεν, ἀλλ ̓ ὥστε γενέσθαι τοιοῦτος.

Οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν, ὅπως 16 λάβωσι Πνεῦμα Ἅγιον, οὐδέπω γὰρ ἦν ἐπ ̓ οὐδενὶ αὐτῶν το ἐπιπεπτωκὸς, μόνον δὲ βεβαπτισμένοι ἦσαν εἰς τὸ ὄνομα 17 τοῦ Κυρίου Ἰησοῦ. τότε ἐπιτίθεσαν τὰς χεῖρας ἐπ ̓ αὐ τοὺς, καὶ ἐλάμβανον Πνεῦμα Ἅγιον.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Σημείων μεγάλων γινομένων, πῶς Πνεῦμα οὐκ ἔλαβον; Πνεῦμα ἔλαβον τὸ τῆς ἀφέσεως, τὸ δὲ τῶν σημείων 15 οὐκ ἔλαβον. Καὶ μετ' ὀλίγα—Ότι γὰρ τοῦτο ἦν, καὶ τὸ τῶν σημείων Πνεῦμα οὐκ ἔλαβον, ὅρα πῶς ἰδὼν ὁ Σίμων προσῆλθε τοῦτο αἰτῶν. Καὶ μετ' ὀλίγα-Διατί οὐκ ἦσαν οὗτοι λαβόντες Πνεῦμα Ἅγιον ; ἤτοι τοῦ Φιλίππου τιμῶντος τοὺς Ἀποστόλους" ἤτοι τῷ μὴ ἔχειν χάρισμα τοιοῦτον· ἤτοι τῶν ἑπτὰ ἦν, ὅπερ μᾶλ-20 λόν ἐστιν εἰπεῖν· ὅθεν μοι δοκεῖ οὗτος ὁ Φίλιππος τῶν ἑπτὰ εἶναι ὁ Στεφάνου δεύτερος, ὁ δὲ τοῦ εὐνούχου τῶν Ἀποστόλων εἶναι· ὅρα δὲ ἐκεῖνοι οὐκ ἐξήεσαν. ᾠκονομήθη τούτους ἐξελθεῖν· καὶ ἐκείνους ἑτέρως διὰ τὸ Πνεῦμα τὸ Ἅγιον. δυνάμεις γὰρ ἔλαβον ποιεῖν σημεῖα, οὐχὶ δὴ καὶ Πνεῦμα διδόναι ἑτέροις· τοῦτο ἦν τὸ 25 τῶν Ἀποστόλων ἐξαίρετον· καὶ ὅρα τοὺς κορυφαίους, οὐκ ἄλλους τινὰς ἀλλὰ Πέτρον.

EK

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ἸΩΑΝΝΗΝ ΣΤΡΑΤΙΩΤΗΝ ΕΠΙΣΤΟΛΕΣ. Καὶ ὁ τελείαν δοὺς τὴν χάριν τῷ εὐνούχῳ Φίλιππος διὰ τοῦ ἁγίου βαπτίσματος, τούτοις ἔδοξε μὴ 30 τελείαν διδόναι, λόγοις ἀρρήτοις τισὶ τοῦ Θεοῦ τὰ τοιαῦτα προοι κονομοῦντος· ἵνα καὶ τὰ μετὰ ταῦτα ἀναφύεσθαι μέλλοντα διά τι νας αἰτίας ἀτελῆ βαπτίσματα, πρὸς τέλειον ἀποκαθίστασθαι δόξῃ, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος δόσεως, ἣν τὸ χάρισμα χαρίζεται.

ΑΜΜΩΝΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Εζήτησε τίς τοῦτο διατί ὁ Φίλιππος οὐκ ἐποίησε τοὺς ὑπ ̓ αὐτοῦ βαπτισθέντας μετασχεῖν Πνεύματος Ἁγίου; πρὸς ὃν δεῖ ἀπολογήσασθαι Θεοῦ χάριτι· ὅτι εἰ καὶ τὴν ἀρχὴν ὅτε ἐβάπτισε τοὺς ἐν Σαμαρείᾳ ὁ Φίλιππος, οὐδεὶς ἔλαβε Πνεῦμα Ἅγιον· ἀλλ ̓ οὖν ὕστερον μετὰ τὸ εὔξασθαι 5 Ἰωάννην καὶ Πέτρον, δέδωκε διὰ τῆς τῶν χειρῶν αὐτοῦ ἐπιθέσεως τὸ Ἅγιον Πνεῦμα τοῖς βαπτισθεῖσι· κοινῷ γὰρ ὀνόματι καὶ ἀορίστῳ εἶπεν ἡ γραφὴ, ὅτι διὰ τῶν χειρῶν τῶν Ἀποστόλων ἐπιτιθεμένων ἐπὶ τοῖς πιστοῖς, ἐπέλαμψεν ἡ τοῦ Πνεύματος χάρις· οὐκ εἶπεν ὅτι διὰ μόνου Πέτρου καὶ Ἰωάννου, ἀλλ ̓ ἀπροσδιορίστως το εἰπὼν συμπεριέλαβε καὶ τὸν Φίλιππον· ἔπειτα δὲ οὐχ ὡς εὐτελὴς ἢ ἀνάξιος ὁ Φίλιππος οὐ κατήγαγε τὸ Πνεῦμα ἐπὶ τοὺς ὑπ' αὐτοῦ βαπτισθέντας, ὁπότε καὶ αὐτὸς ἀνεγράφη σημεῖα πεποιηκὼς ἐν ἰάσεσι νόσων καὶ ἐκβολαῖς δαιμόνων· ἀλλ' ὅτι οὐκ ηὔξατο τοῦτο αὐτοῖς ὑπάρξαι, οὕτω πολλάκις λογισάμενος εἶναι τέως αὐτοῖς συμφέρον, ὡς 15 ἀκμὴν μὴ οὖσιν ἐπιτηδείοις πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν.

Ὡς ὁρᾶς γὰρ ὁ Σίμων ὁ βαπτισθεὶς ὑπ ̓ αὐτοῦ, ἀκμὴν τὰ τῆς σαρκὸς φρονῶν ᾔτει τὸν Πέτρον διὰ χρημάτων δόσεως λα βεῖν ἐξουσίαν, ᾧ ἂν θέλῃ διὰ τῆς τῶν χειρῶν ἐπιθέσεως δοῦναι Πνεῦμα Ἅγιον· ὃν ἀπεσείσατο Πέτρος, ἐπιτρέψας αὐτῷ μετανοή- 20 σαι, εἴπως ἄρα συγχωρηθείη αὐτῷ· διὰ δὲ τοῦτο εἶπεν “ εἰ ἄρα

[ocr errors]

ἀφεθήσεταί σοι” ἵνα διὰ τοῦ ἀμφιβόλου καταστήσῃ αὐτὸν ἐν φόβῳ, καὶ μετὰ δακρύων καὶ σπουδῆς ἐπιζητήσῃ τὸν Θεόν· πλὴν ὅμως κἀκεῖνο ἔστι στοχάσασθαι, ὅτι διὰ τοῦτο εἶπεν ὁ Πέτρος τοῦτο, ἐπειδὴ ἐδόκει ὁ Σίμων ἀσύγγνωστα ἡμαρτηκέναι ὡς εἰς τὸ 25 Ἅγιον Πνεῦμα βλασφημήσας, διότι δώροις ἐνόμισε τὸν Θεὸν πείθειν ἢ ὅτι ἐνόμισε τοὺς Ἀποστόλους τοὺς πλήρεις Πνεύματος χρημάτων ἡττᾶσθαι, καὶ ἐνυβρίζειν δι' αὐτῶν τὸ Πνεῦμα, εἶχε ἐν τοιούτοις ἀνθρώποις ἐνοικεῖ τὸ θεῖον Πνεῦμα τοῖς χρήμασι καταδουλουμένοις. ἔπειτα δὲ κἀκεῖνο πάλιν εἰπεῖν δεῖ, ὅτι τὰ πολλὰ ὁ 30 Φίλιππος ἔπραττε νυττόμενος ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδὲν ἐποίει ἀφ' ἑαυτοῦ· μὴ προτρεπομένου αὐτὸν τοῦ Πνεύματος ἢ ἀγγέλου, ὡς ἐν τοῖς ἑξῆς εὑρήσεις λέγουσαν τὴν γραφήν· “ ἄγγελος “ δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον λέγων, ἀνάστηθι” καὶ πάλιν “ εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε· εἶκος οὖν ὅτι μὴ 35

66

T

66

18

νυχθεὶς ὑπὸ τοῦ Πνεύματος εὔξασθαι καὶ ἐπιθεῖναι αὐτοῖς τὰς χεῖρας, οὐκ ἐπεχείρησεν ἀφ ̓ ἑαυτοῦ τοῦτο ποιῆσαι· ἀλλ ̓ ἀνέμεινε τὴν ἄνωθεν κρίσιν· ὁ δὲ Πέτρος καὶ Ἰωάννης θερμότεροι ὄντες καὶ παρρησιαστικώτεροι ἠνύξαντο Πνεύματος μετασχεῖν τοὺς ἀμετόχους· οἱ δὲ δύο πλείω τοῦ ἑνὸς ἐνεργοῦσιν εἰς εὐχήν· ἐν μέσῳ γὰρ 5 δύο ἢ πλειόνων συναχθέντων ἐπὶ τῷ ὀνόματι τοῦ Θεοῦ Ἰησοῦ, εὑρεθήσεται ταχύτερον. Ἄλλοι δὲ λέγουσιν ὅτι διὰ τοῦτο Φίλιπ πος οὐ κατήγαγε τὸ Πνεῦμα· ὅτι Διάκονος ἦν μόνον, παρὰ τῶν περὶ Στέφανον προβληθεὶς, οὐ μὴν καὶ Πρεσβυτέρου εἶχεν ἀξίαν ἢ Ἐπισκόπου, ὡς οἱ μαθηταὶ τοῦ Κυρίου· ὅτι δὲ Διάκονος ἦν μαρ- 10 τυρεῖ ὁ Παῦλος ἐν τοῖς Κανόσιν οὐ μόνον περὶ αὐτοῦ ἀλλὰ καὶ περὶ Ἀνανίου, ὃς ἐβάπτισεν αὐτὸν τὸν Παῦλον, οὐκ ἰδίᾳ αὐθεντίᾳ, ἀλλ ̓ ὑπὸ τοῦ Θεοῦ προτραπέντος τοῦτο ποιῆσαι· καὶ πῶς φησὶ, Διάκονος ὢν ἐβάπτισε ; πρῶτον μὲν διὰ τὸ σπάνιν εἶναι Πρεσβυτέρων ἐν Σαμαρείᾳ· ὥσπερ τὸ πλεῖστον γὰρ μόνος ἦν, διὰ τὸνις γεγονότα διωγμὸν διασπαρέντων πάντων· ἔξεστι δὲ ἐν ἀνάγκῃ καὶ τῷ Διακόνῳ βαπτίζειν, ἀπορίᾳ Πρεσβυτέρου, καθὼς αὐτὸ τὸ Πνεῦμα ἐδίδαξε προτρεψαμένου αὐτὸν ἐπὶ τῷ πλησιάσαι τῷ εὐ νούχῳ, καὶ πάλιν καὶ ἐξ αὐτοῦ τοῦ εὐνούχου προτραπείς· εἰ δὲ μὴ ἦν θέλημα Θεοῦ ποιῆσαι, οὐκ ἂν μετὰ τὸ βάπτισμα τῇ τῶν χει- 20 ρῶν ἐπιθέσει ἐπιφοιτᾶ δι' εὐχῆς ἐπὶ τοὺς βαπτιζομένους εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ τὸ Ἅγιον Πνεῦμα· διὸ καὶ μέχρι νῦν οὕτως ἡ τάξις φυλάττεται.

ΚΕΦ. ΙΑ.

Οτι οὐκ ἀργυρίου οὐδὲ ὑποκριταῖς, ἀλλ ̓ ἁγίοις διὰ πίστεως ἡ μετοχὴ τοῦ 25 ̔Αγίου Πνεύματος δίδοται.

Ἰδὼν δὲ ὁ Σίμων, ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν Ἀποστόλων δίδοται τὸ Πνεῦμα τὸ Ἅγιον, προσ19 ήνεγκεν αὐτοῖς χρήματα, λέγων, δότε καμοὶ τὴν ἐξου σίαν ταύτην, ἵνα ᾧ ἂν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ 30 Πνεῦμα Ἅγιον.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐκ ἂν εἶδεν εἰ μή τι αἰσθητὸν ἐγένετο, ὥσπερ καὶ Παῦλος ἐποίησεν, ὅτε ταῖς γλώσσαις ἐλάλουν. ὅρα τὴν μιαρίαν τοῦ Σίμωνος" χρήματα διατί πρόσηνεγκε; καίτοι οὐκ

εἶδεν αὐτὸν χρημάτων αὐτὸ ποιοῦντα· καὶ οὐκ ἦν ἀγνοίας τὸ πρᾶγμα, ἀλλὰ πειράζοντος καὶ βουλομένου κατηγορίᾳ περιβαλεῖν· διὰ τοῦτό φησι “ οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ,” καὶ τὰ ἑξῆς.

66

* Περὶ ὑποκρίσεως καὶ ἐπιπλήξεως Σίμωνος.

20 Πέτρος δὲ εἶπε πρὸς αὐτὸν, τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν, ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας 21 διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ.

22

αν

5

Τοῦ Αὐτοῦ. Ἐπειδὴ οὐκ εἰς δέον αὐτῷ κέχρησαι· οὐκ ἔστι 10 ταῦτα ἀρωμένου ἀλλὰ παιδεύοντος, σοί, φησι, τῷ τοιούτῳ· ὡς ἂν εἴτις εἴποι, συναπόλοιτο μετὰ τῆς προαιρέσεως· οὕτω μικρὰ φρο νεῖς περὶ τῆς δωρεᾶς τοῦ Θεοῦ, ὅτι προσεδόκησας ὅλως ἀνθρώπινον εἶναι τὸ πρᾶγμα.

ΘΕΟΦΙΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Τὰς ἐκκλησιαστικὰς 15 χειροτονίας ἠσφαλίζοντο, ἐξ ὀρθῆς πίστεως καὶ βίου σεμνοῦ τὴν μαρτυρίαν ἐχούσας· ἐφόβει γὰρ αὐτοὺς τὰ ἐπὶ τοῦ Ἱεροβοάμ κακὰ, ἵνα μὴ μελετὴ καὶ ἔθος τοῖς ἀσεβοῦσι γένηται, χρυσίῳ νομίζειν τὴν τῆς ἱερωσύνης τιμήν.

Ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἔναντι τοῦ Θεοῦ. Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πάλιν τὰ ἐγκάρδια εἰς μέσον ἄγει, ἐπειδὴ ἐκεῖνος λανθάνειν ἐνόμιζεν· ὁρᾶς ἀπὸ τῆς κακίας πάντα πράττοντα. Μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ Θεοῦ, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου.

20

25

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Δείκνυται δὲ ὡς ἡ μετάνοια ἱκανὴ πᾶσαν ἁμαρτίαν νικῆσαι διὰ τὸν χαίροντα ἐπὶ τῇ μετανοίᾳ Θεόν· τὸ δὲ ἄρα προσκείμενον διδάσκει, ὡς δυσκατόρθωτον τὸ πρᾶγμα γίνεται τῆς μετανοίας τοῖς εἰς αὐτὸ τὸ θεῖον ἐξαμαρτάνουσιν· εἰς ὃ καὶ Σίμων ἥμαρτεν, ἀργυρίου ὑπακούειν εἰς τὰς ἐνεργείας τὸ Πνεῦμα 30 τὸ Ἅγιον ἡγησάμενος.

ΔΙΔΥΜΟΥ. Προαιρετικὴ τροπὴ ἢ πίπτει εἰς μόνον τὸν δεκτικὸν ἀρετῆς καὶ κακίας· ὁ δὲ κατὰ τοὺς μύθους τῶν αἱρετικῶν φύσει κακὸς ὢν ἄνθρωπος, οὐκ ἔστι δεκτικὸς τῆς κατὰ βούλησιν μετα

ων

« PreviousContinue »