Page images
PDF
EPUB

23

σε

βολῆς· ὅθεν παρέλκει τὸ “ μετανόησον” λεγόμενον τῷ Σίμωνι ἐκ κατασκευῆς ὄντι κακῷ κατὰ τοὺς ἐκείνων μύθους· ἀλλ ̓ οὐ ματαίως εἴρηται τὸ “ μετανόησον οὖν

σε

δὲ μὴ ὄντος φύσει κακοῦ, ἢ ἄλλος τις εὑρεθείη τοιοῦτος.

αὐτεξούσιος ἄρα καὶ αὐτός· τούτου ἐπιτεταμένην κακίαν ἔχοντος· οὐδ ̓

Εἰς γὰρ χολὴν πικρίας, καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα.

5

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πολλοῦ θυμοῦ τὰ ῥήματα· ἄλλως δὲ οὐκ ἐκόλασεν αὐτὸν, ἵνα μὴ λοιπὸν ἀνάγκης ἡ πίστις ᾖ ἵνα μὴ τὸ πρᾶγμα ὠμὸν εἶναι δόξῃ· ἵνα μὴ καὶ τὰ τῆς μετανοίας εἰσαγάγῃ, το ἀρκεῖ πρὸς διόρθωσιν τὸ ἐλέγξαι τὸ τὰ ἐν τῇ καρδίᾳ εἰπεῖν· ἀρκεῖ τὸ ἐκεῖνον ὁμολογῆσαι ὅτι ἑάλω· τὸ γὰρ εἰπεῖν ὅτι “ δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ·” τοῦτό ἐστιν ὁμολογοῦντος τὸ πλημμέλημα.

66

66

[ocr errors]

66

66

Τοῦ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΕΚ ΤΟΥ͂ ΠΡΟΣ ΤΟΥΣ ΛΕΓΟΜΕΝΟΥΣ ΚΑΘΑΡΟΥΣ ΛΟΓΟΥ Γ. Πρὸς οὖν τὴν προϋποκειμένην αὐτοῦ πικρίαν, 15 καὶ ταύτην αὐτοῦ τὴν κατὰ τῆς δωρεᾶς τοῦ Θεοῦ τόλμαν καὶ ἐπιχείρησιν, Πέτρος δικαίως ἐκινήθη, καὶ κινηθεὶς εἶπε πρὸς αὐτὸν, “ τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν” εἰ καὶ μὴ δεῖ, ἀλλὰ διὰ τὴν τόλμαν σου ταύτην, “ ὅτι τὴν δωρεὰν τοῦ Θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι· οὐκ ἔστι σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ 20 λόγῳ τούτῳ ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα ἐνώπιον τοῦ σε Θεοῦ καὶ τοσαῦτα κατ ̓ αὐτοῦ εἰπὼν ὀρθῶς καὶ δικαίως, οὐδὲν τούτων ἀνίατον ἡγησάμεθα τῷ τῆς μετανοίας φαρμάκων θερα πευτικὰ δὲ ταῦτα κρίνας εἶναι, ἐπήγαγε “μετανόησον οὖν ἀπὸ σε τῆς κακίας σου καὶ δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι 25 ἡ ἐπίνοια τῆς καρδίας σου” μέγα γάρ σοι καὶ τοῦτο καὶ μὴ ἤδη τὴν δωρεὰν οὕτως ἀκαθάρτως καὶ ῥυπαρῶς διὰ χρημάτων σπεῦδε· ἀλλὰ τέως τῆς πικρίας σου καὶ τῆς κακῆς ταύτης ἐπισ νοίας παυσάμενος, “ μετανόησον, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τῆς καρδίας σου” οὐχ ὡς ἀμφιβάλλων, ἀλλ ̓ ὅτι τὰ δυσίατα 30 πάθη οὐκ ἀνίατα μέντοι ἀλλὰ δυσίατα· εἰ γὰρ ἦν ἀνίατον, περισσὸν ἦν τὸ “ μετανόησον ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι “ τοῦ Κυρίου” ἀλλ' ὅτι ἡ μετάνοια μὲν ἰσχύει διὰ τούτων· ὅτι δὲ μετὰ πολλῆς μετανοίας καὶ ἐπιμελείας χρεῖα τοῖς βαρυνθεῖσιν εἰς κακίαν, παριστῶν ἐπήγαγεν, “ εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπί-35

665

[ocr errors]

66

66

“ μια τῆς καρδίας σου· εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον

66

“ ἀδικίας ὁρῶ σε ὄντα” καὶ τοσοῦτον ἴσχυσεν ἡ εἰς μετάνοιαν προτροπὴ τοῦ μεγάλου τούτου Αποστόλου, καὶ πρὸς τοσοῦτον μάγον, καὶ πρὸς τὸν οὕτω χολῆς καὶ πικρίας μεστὸν, καὶ τοσούτων κακῶν πεπληρωμένον, ὡς ἤδη ἐπιμελείας ἑαυτὸν δοῦναι, καὶ ταῦτα 5 αὐτῷ εἰπόντι τὴν γραφὴν ἐπιμαρτυρεῖν· σε δεήθητε ὑμεῖς ὑπὲρ

66

66

66

ἐμοῦ πρὸς τὸν Κύριον” οὐ γὰρ ἐμοὶ παρρησία μέτεστιν· “ ὅπως * μηδὲν ἐπέλθῃ ἐπ' ἐμὲ ὧν εἰρήκατε...” οὔτε δὲ ἀπηγόρευσε ταῦτα αὐτῷ ὁ θεῖος Απόστολος, οὔτ ̓ ἀπηρνήσατο· πῶς γὰρ ὁ καὶ ὑποθέμενος καὶ εἰπών ; τοσοῦτον δὲ ὠφελήθη οὗτος αὐτὸς ὁ τηλικούς το τος μάγος ἀπὸ τῆς ἐλπίδος τῆς εἰς μετάνοιαν, ὡς ἤδη τοσοῦτον τῆς πονηρίας καὶ πικρίας αὐτὸν μεταβληθέντα εἰπεῖν, ἐγὼ μὲν οὐκ εἰμὶ ἱκανὸς ὑπὲρ ἐμαυτοῦ δεηθῆναι, “ ὑμεῖς δὲ δεήθητε ὑπὲρ ἐμοῦ · πρὸς Κύριον.”

66

66

44 Αποκριθεὶς δὲ ὁ Σίμων εἶπε, δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ 15 πρὸς τὸν Κύριον, ὅπως μηδὲν ἐπέλθῃ ἐπ ̓ ἐμὲ ὧν εἰρή

κατε.

66

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τοῦτο ἀφωσιωμένως ἐποίει· δέον κλαῦσαι καὶ πενθῆσαι “ εἰ ἄρα ἀφεθήσεταί σοι” οὐχ ὡς συγχωρηθέντος ἂν αὐτῷ εἰ ἔκλαυσεν, ἀλλ ̓ ἔθος καὶ τοῖς προφήταις τοῦτο 20 ἀπαγορεύειν, καὶ μὴ λέγειν, ἐὰν δὲ τόδε ποιήσης, συγχωρηθήσεταί σοι· ἀλλ ̓ ὅτι πάντως ἔσται ἡ τιμωρία. σὺ δέ μοι θαύμασον, πῶς καὶ ἐν καίρῳ συμφορᾶς οὐκ ἠμέλουν, ἀλλὰ τοῦ κηρύγματος εἴχοντο. ὅρα δὲ καθάπερ ἐπὶ Μωϋσέως ἀπὸ συγκρίσεως ἐγένετο τὰ θαύματα· οὕτω καὶ ἐνταῦθα μαγεία ἦν· καὶ οὕτω φανερά 25 ταῦτα σημεῖα ἦν. καίτοι οὐδένα ἔδει εἶναι ἐκεῖ δαιμονῶντα, εἴγε ἱκανῷ χρόνῳ ἦν ταῖς μαγείαις ἐξιστῶν αὐτούς. εἰ δὲ πολλοὶ οἱ δαιμονῶντες, πολλοὶ οἱ παραλυτικοί· ἐκεῖνα οὐκ ἀλήθεια ἦν· οὗτος δὲ λόγῳ αὐτοὺς προσήγετο, περὶ βασιλείας καὶ Χριστοῦ διαλε γόμενος.

25 Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ Κυρίου.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἴσως διὰ τὸν Σίμωνα, ἵνα μὴ ἀπατῶνται, ἵνα λοιπὸν ἀσφαλεῖς ὦσιν.

30

[blocks in formation]

Ὑπέστρεφον εἰς Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαρειτῶν εὐηγγελίζοντο.

Τοῦ Αὐτοῦ. Διατί πάλιν ἄπεισιν ἐκεῖ, ἔνθα ἡ τυραννὶς ἦν τῶν κακῶν, ἔνθα οἱ μάλιστα φονῶντες; καθάπερ ἐν τοῖς πολέμοις οἱ στρατηγοὶ ποιοῦσι, τὸ πονοῦν τοῦ πολέμου μέρος καταλαμβά- 5

νουσιν.

ΚΕΦ. ΙΒ.

Οτι τοῖς ἀγαθοῖς καὶ πιστοῖς εὐοδοῖ ὁ Θεὸς τὴν σωτηρίαν, δῆλον ἐκ τῆς κατὰ τὸν εὐνοῦχον ὑποθέσεως.

26 Ἄγγελος δὲ Κυρίου ἐλάλησε πρὸς Φίλιππον, λέγων, το ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν, ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν· αὕτη 27 ἐστὶν ἔρημος. καὶ ἀναστὰς ἐπορεύθη.

66

Τοῦ Αὐτοῦ. Ἐμοὶ δοκεῖ τῶν ἑπτὰ οὗτος εἶναι, οὐ γὰρ ἂν ἀπὸ Ἱεροσολύμων πρὸς μεσημβρίαν ἀπῄει ἀλλὰ πρὸς ἄρκτον· ἀπὸ δὲ 15 Σαμαρείας πρὸς μεσημβρίαν αὕτη ἔστι, φησὶν, ἔρημος, ὥστε μὴ φοβηθῆναι τῶν Ἰουδαίων τὴν ἐπιστασίαν· καὶ οὐκ ἠρώτησε διατί; ἀλλ' “ ἀναστὰς ἐπορεύθη” ὅρα ἀγγέλους συναντιλαμβανομένους τῷ κηρύγματι· καὶ αὐτοὺς μὲν οὐ κηρύττοντας, τούτους δὲ καλοῦν τας· τὸ δὲ θαυμαστὸν καὶ ἐνταῦθα δείκνυται, ὅπερ δὲ πάλαι σπά-20 νιον ἦν, καὶ μόλις ἐγίνετο, τοῦτο ἐνταῦθα εὐχερῶς· ὅρα μεθ ̓ ὅσης ἀφθονίας· ἅμα δὲ καὶ παραμυθία αὐτοῖς ἦν· ὅτι καὶ τῶν ἀλλο φύλων κρατήσουσι· καὶ γὰρ τὸ τῶν πιστευόντων ἀξιόπιστον ἱκανὸν αὐτοὺς ἆραι· διατί μὴ τῷ εὐνούχῳ φαίνεται καὶ ἄγει αὐτὸν πρὸς Φίλιππον; ὅτι ἴσως οὐκ ἂν ἐπείσθη, ἀλλὰ κἂν ἐξεπλάγη μᾶλλον. 25

αν

Καὶ ἰδοὺ, ἀνὴρ Αιθίοψ εὐνοῦχος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης 28 αὐτῆς· ὃς ἐληλύθει προσκυνήσων εἰς Ἱερουσαλὴμ, ἦν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκεν Ησαΐαν τὸν προφήτην.

Τοῦ Αὐτοῦ. Μεγάλα ἐγκώμια τούτου, εἴγε καὶ ἐν Αἰθιοπία μένων, καὶ τοσούτοις κυκλούμενος πράγμασι, καὶ ἑορτῆς οὐκ οὔσης, καὶ ἐν τῇ δεισιδαίμονι πόλει ὢν, ἤρχετο προσκυνήσων εἰς Ἱεροσό λυμα· καὶ πολλὴ ἡ σπουδή, ὅτι γε καθήμενος ἐπὶ τοῦ ὀχήματος Ο εὐοδοῖ τὴν σωτηρίαν ὁ Θεὸς cum.

30

ἀνεγίνωσκε· καὶ ὅρα ἐν ποιῷ καίρῳ· ἐν τῷ χαλεπωτάτῳ καύ

ματι.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ἐνταῦθα πεπλήρωται ἡ προφητεία ἡ λέξ γουσα “ Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ.

66

[ocr errors]

Κανδάκην Αἰθίοπες πᾶσαν τὴν τοῦ βασιλέως μητέρα καλοῦσιν 5 οὕτω Βίων ἐν πρώτῳ Αἰθιοπικῶν· “ Αἰθίοπες τοὺς βασιλέων πα“ τέρας οὐκ ἐκφαίνουσιν, ἀλλ' ὡς ὄντας υἱοὺς ἡλίου παραδιδόασιν “ ἑκάστου δὲ τὴν μητέρα καλοῦσι Κανδάκην.”

66

29 Εἶπε δὲ τὸ Πνεῦμα τῷ Φιλίππῳ, πρόσελθε, καὶ κολ30λήθητι τῷ ἅρματι τούτῳ. προσδραμὼν δὲ ὁ Φίλιππος 1ο ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος Ἠσαΐαν τὸν προφήτην

31

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τοῦτο αὐτοῦ τῆς φιλοσοφίας· τὸ τὸν προφήτην τοῦτον μετὰ χεῖρας ἔχειν, τῶν ἄλλων ὄντα ὑψηλό τερον· οὐχ ἁπλῶς ὡς ἔτυχεν αὐτῷ διηγεῖται ἀλλ ̓ ἡμέρως.

ων

Σετάρου. Ἐν χερσὶ μὲν ἱστόρηται φέρειν Ἠσαΐου τοῦ προ- 15 φήτου βίβλιον καὶ φιλοπόνως μὲν ἐγκεῖσθαι τῇ ἀναγνώσει, τῇ δὲ διανοίᾳ μὴ γινώσκειν ἃ διὰ γλώττης ἐφθέγγετο· καὶ ὡς οὕτως ἔχοντα φιλοθέως αὐτὸν εἶδεν ὁ τῶν καρδιῶν θεατής, ὁ βουλόμενος πάντας ἀνθρώπους πίστει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, τὸν Φίλιππον αὐτῷ, τῶν οἰκείων μαθητῶν ἕνα, κατὰ τὴν ὁδὸν 20 ἀδοκήτως ἐπέστησεν· ὃς ἐξ αὐτῶν ὧν ἀνεγίνωσκε τῆς μυσταγω γίας ἀρξάμενος, καὶ τὸν τοῖς ῥήμασι τοῖς προφητικοῖς ἐγκεκρυμ μένον νοῦν ἀνακαλύψας, καὶ εἰς τὸ ἐμφανὲς ἀγαγὼν, ἔδειξεν ὡς ὁ ὑπὸ τῶν προφητῶν ἐπηγγελμένος ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους παρέσεσθαι, Χριστὸς ἦν Ἰησοῦς· ὁ σαρκωθεὶς ἀτρέπτως δι' 25 ἡμᾶς τοῦ Θεοῦ Λόγος, ὁ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθεὶς, καὶ τὸν σωτήριον σταυρὸν ὑπὲρ ἡμῶν ἐθελοντὴς ὑπομείνας, καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ θανάτου καταλύσας τὸ κράτος· καὶ πρωτοτοκος ἡμῶν γενόμενος ἐκ νεκρῶν, καὶ τῆς ἐλπιζομένης ἡμῖν ἀθανασίας διὰ τῆς ἰδίας σαρκὸς ἀπαρξάμενος, ἣν καθ ̓ ὑπόστασιν 30 ἤνωσεν ἑαυτῷ, ψυχὴν ἔχουσαν λογικήν τε καὶ νοεράν· καὶ τελείαν ἡμῖν τὴν σωτηρίαν χαρίσεται.

Καὶ εἶπεν, ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; ὁ δὲ
P Cf. Athen. XIII. 566.

32

εἶπεν, πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις οδηγήσῃ με ; παρεκάλεσέ τε τὸν Φίλιππον, ἀναβάντα καθίσαι σὺν αὐτῷ.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ορα πάλιν εὐλάβειαν, ὅτι οὐκ εἰδὼς ἀνεγίνωσκεν· εἶτα μετὰ τὸ ἀναγνῶναι ἐξετάζει.

Ἡ δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν, ἦν αὕτη, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.

66

66

5

ΕἰΡΗΝΑΙΟΥ. Τοῦτον εἶναι Ἰησοῦν καὶ πεπληρῶσθαι ἐν αὐτῷ 10 τὴν γραφὴν, ὡς αὐτὸς ὁ εὐνοῦχος πεισθεὶς καὶ παραυτίκα ἀξιῶν βαπτισθῆναι ἔλεγε, “ πιστεύω τὸν Υἱὸν τοῦ Θεοῦ εἶναι Ἰησοῦν · Χριστόν” ὃς καὶ ἐπέμφθη εἰς τὰ κλίματα Αιθιοπίας κηρύξων τοῦτο ὅπερ ἐπίστευσε· Θεὸν μὲν ἕνα τὸν διὰ τῶν προφητῶν κεκη ρυγμένον, τούτου δὲ τὸν Υἱὸν τὴν κατὰ ἄνθρωπον ἤδη πεποιῆσθαι 15 παρουσίαν, καὶ “ ὡς πρόβατον εἰς σφαγὴν ἤχθη, καὶ τὰ λοιπὰ, ὅσα οἱ προφῆται λέγουσι περὶ αὐτοῦ.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ὅρα πως οἰκονομεῖται πρότερον ἀναγι νώσκει καὶ ἀγνοεῖ· εἶτα ἀναγινώσκει αὐτὴν τὴν μαρτυρίαν· ἔνθα ἦν τὸ πάθος, καὶ ἡ ἀνάστασις, καὶ ἡ δωρεά. Καὶ μετ' ὀλίγα 20 Καλῶς ὁ εὐνοῦχος οὐκ εἶδεν εἰς τὸ σχῆμα· οὐκ εἶπεν, σὺ τίς εἶ; οὐκ ἐμέμψατο, οὐκ ἀλαζονεύεται, οὐ λέγει εἰδέναι, ἀλλ ̓ ὁμολογεῖ ἀγνοεῖν· διὸ καὶ μανθάνει· ἐπιδεικνύει τὸ τραῦμα τῷ ἰατρῷ· συνεἶδεν ὅτι καὶ οἶδε ταῦτα, καὶ βούλεται διδάξαι.

Κυρίλλου. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. ἀπο- 25 φέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ καιροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾶ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ ̓ ἡμᾶς πεπράχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννή- 30 σεως αὐτοῦ μυστήριον· διὰ τοῦτό, φησιν, ὅτι “ τὴν γενεὰν αὐτοῦ τίς σε διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ ἀντὶ τοῦ ἐπαίρεται, καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστὶν ἡ ζωὴ αὐτοῦ, τουτἐστιν ἡ πολιτεία· αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ

66

[ocr errors]
« PreviousContinue »