Page images
PDF
EPUB

25 Λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ἐξ ἧς παρέβη Ἰούδας, πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.

Τοῦ Αὐτοῦ. Καλῶς λέγουσιν ἐκείνου τὸ ἁμάρτημα, δεικνῦντες ὅτι μάρτυρα ἀπαιτοῦσιν· οὐχὶ πλεονάζοντες τὸν ἀριθμὸν, ἀλλ ̓ ἐλατ- 5 τωθῆναι οὐκ ἐῶντες m

26 Καὶ ἔδωκαν κλήρους αὐτῶν, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ̓Αποστόλων.

Ἐπειδὴ οὐδέπω πνεῦμα ἦν. οὔπω γὰρ ἑαυτοὺς ἀξίους εἶναι το ἡγοῦντο τοῦ διάτινος σημείου μαθῆν· ἄλλος δὲ εἰ ἔνθα οὔτε εὐχὴ, οὔτε ἀξιόλογοι ἄνδρες, κλῆρος τοσοῦτον ἴσχυσεν διὰ τὸ ἐξ ἀρχῆς γενέσθαι γνώμης ἐπὶ τοῦ Ἰωνᾶ· πολλῷ μᾶλλον ἐνταῦθα ἐπλήρωσε τὸν χορὸν, ἀπήρτησε τὴν τάξιν ὁ ἀναδεχθείς· ἀλλ ̓ ὁ ἕτερος οὐκ ἤλγησεν, οὐ γὰρ ἂν ἀπέκρυψαν τὰ οἰκεῖα ἐλαττώματα οἱ Ἀπό- 15 στολοι· οἶγε περὶ αὐτῶν τῶν κορυφαίων εἰπόντες, ὅτι ἠγανάκτησ σαν ἀλλαχοῦ, καὶ οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς καὶ πολλάκις. Δεῖ τοίνυν τὸν κληρωθέντα τόπον ἔχειν ὃν ἐκληρώθη, καὶ μήτε κατασκευάζειν ἑαυτῷ, οὐ γὰρ ἂν εἴη κλῆρος τοῦτο, μήτε φεύγειν δο θέντα· εἰ γὰρ τὰ τοῦ κλήρου κύρια, πολλῷ μᾶλλον τὰ τοῦ Θεοῦ. 20 Οταν ὁ Θεὸς κληρώσῃ, δεῖ καὶ τὸν ποιοῦντα ἀπροσπαθῶς ποιεῖν· τοῦτο γὰρ κλῆρος, μὴ ὃν βούληται αὐτὸς, ἀλλ ̓ ὃν ἡ χάρις δίδωσιν. Εως μὲν οὖν Πνεύματος ἄμοιροι ἦσαν οἱ ̓Απόστολοι κλήρῳ τὰ πράγματα ἐπέτρεπον· ὕστερον δὲ καὶ τῷ πλήθει καὶ τῇ οἰκείᾳ χάριτι. ὁ κλῆρος πρᾶγμα ἄλυπον, οὐκ ἀφίησιν οὐδὲ ἐκείνους ἀλ-25 γεῖν ὡς ἀδικουμένους· ὁ κλῆρος συγγένειαν οὐκ οἶδεν· οὐδὲ φιλίαν οὐδὲ χάριν, οὐδὲ ἀπέχθειαν· ἐπειδὴ γὰρ πολλῶν ὄντων πάντας κληροῦσθαι οὐκ ἔνι, εἰκότως ἐκ πολλῶν ὀλίγους ἐπιλεγόμεθα.

ΚΕΦ. Γ.

Περὶ θείας τοῦ ̔Αγίου Πνεύματος ἐπιφοιτήσεως ἐν ἡμέρᾳ Πεντηκοστῆς γενο- 30 μένης εἰς τοὺς πιστεύσαντας.

I Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἦσαν ἅπαντες ὁμοθυμαδὸν ἐπὶ τὸ αὐτό.

Η εμτ'. Cod. C. n Sic Cod. C. • Huc usque suppl. e Cod. Coisl.

Τοῦ Αὐτοῦ. Τουτέστι περὶ τῆς Πεντηκοστῆς· περὶ αὐτὴν ὡς εἰπεῖν· ἔδει γὰρ ἑορτῆς οὔσης πάλιν ταῦτα γίνεσθαι· ἵνα οἱ παρόντες τῷ σταυρῷ τοῦ Χριστοῦ, οὗτοι καὶ ταῦτα ἴδωσιν.

66

[ocr errors]

Σετάρου. Χριστὸς ὁ Θεὸς παθὼν τὸ ἑκούσιον πάθος σαρκὶ, καὶ ἀναστὰς ἐκ νεκρῶν, συνανέστησεν ἑαυτῷ τοὺς τῇ ἁμαρτίᾳ νενεκρω- 5 μένους ἡμᾶς, καὶ τὸ τοῦ διαβόλου καὶ τῶν δαιμόνων κράτος κατέλυσε. Διὰ τοῦτο μέχρι τῆς Πεντηκοστῆς εἰς γῆν οὐ κλινόμεθα προσευχόμενοι καὶ κατὰ τῶν ἐχθρῶν ἡμῶν ψάλλοντες· “ αὐτοὶ συνεποσε δίσθησαν καὶ ἔπεσον ἡμεῖς δὲ ἀνέστημεν καὶ ἀνορθώθημεν ἐν δὲ πυρίναις γλώσσαις τοῦ Πνεύματος θεοπρεπῶς ἐπιφανέντες ἡμῖν, το γόνυ κάμπτομεν, τὴν θέαν οὐ φέροντες, καὶ δηλοῦντες ὅτι διὰ τοῦ Πνεύματος τὴν ἐν Τριάδι τελείαν προσκύνησιν μεμαθήκαμεν “ Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν Πνεύ ματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”

66

66

ΣΕΤΗΡΙΑΝΟΥ͂Ρ ΓΑΒΑΛΩΝ. Ἐν τοίνυν ἡμέρᾳ τῆς Πεντηκοστῆς ἐδόθη 15 νόμος, Θεοῦ φανέντος καὶ νομοθετήσαντος, καὶ Μωϋσεως τὰς πλάκας δεξαμένου. Εδει οὖν καθ ̓ ἣν ἡμέραν ἐδόθη ὁ παλαιὸς νόμος, κατ ̓ αὐ τὴν διθῆναι καὶ τὴν τοῦ Πνεύματος χάριν. ἵνα καὶ ἡ αὐθεντεία τοῦ Πνεύματος δειχθῇ, καὶ Θεοῦ ἐπιφάνεια ἑρμηνευθῇ· καὶ δείχθῃ ἀδιαί ρετος ἡ φύσις τῆς θεϊκῆς ὑποστάσεως ἐν παλαίᾳ καὶ νέᾳ, καὶ διαφό- 20 ροις χρόνοις μίαν ἐργαζομένη τὴν συμφωνίαν τῶν θείων λόγων. Ὥστ περ γὰρ ὁ Σωτὴρ μέλλων ἐπιτελεῖν τὸ ἅγιον πάθος οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ ἑαυτὸν ἐκδοῦναι τῷ πάθει, ἀλλὰ καθ ̓ ὃν καιρὸν ἐθύετο τὸ πρόβατον, ἵνα αὐτῷ τῷ τύπῳ συνάψῃ τὴν ἀλήθειαν· οὕτως καὶ ἡ τοῦ Ἁγίου Πνεύματος ἐπιφοίτησις οὐκ ἠνέσχετο ἄλλῳ καιρῷ 25 δοθῆναι, ἢ καθ ̓ ὃν καιρὸν ἐδόθη νόμος· ἵνα δειχθῇ ὅτι τὸ Πνεῦμα τὸ Ἅγιον καὶ τότε ἐνομοθέτησε, καὶ νῦν νομοθετεῖ.

[ocr errors]

2 Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φε ρομένης πνοῆς βιαίας.

ΣΕΥΗΡΟΥ ΕΠΙΣκόπου Ἀπὸ ΛΟΓΟΥ ΜΗ. Ἐξ οὐρανοῦ μὲν, 30 ἵνα παραστήσῃ σαφῶς, ὡς οὐρανόθεν θεϊκῶς ἡ τοῦ Πνεύματος κάθοδος γέγονε πνοῆς δὲ ὥσπερ φερομένης βιαίας, ὅτι τοὺς ὑποδεξομένους τῆς υἱοθεσίας τὴν χάριν βιαστὰς ἔμελλεν ἀποτελεῖν

Η Σευήρου Cod.

τῆς βασιλείας τῶν οὐρανῶν· ἐπλήρου δὲ τὸν οἶκον ὅλον, ἵν ̓ ἡ δωρεὰ δεδομένη δειχθῇ, μὴ μερικῶς τισὶν, ἀλλ ̓ ὅλῳ τῷ τῆς ἐκκλησίας πληρώματι γλῶσσαι ὑπῆρχον ὀφθεῖσαι πυρὸς, τοσοῦτον εἶναι δηλοῦσαι τὸ μέσον τῆς παλαιᾶς νομοθεσίας καὶ τῆς καινῆς, ὅσον ἐνάρθρου λόγου διὰ γλώττης ἐκφερομένου καὶ ἀσήμων σαλπίγγων 5 ηχους. Καὶ ἐκεῖ μὲν ὡς ἐν ἀστραπῇ ἀεὶ τὸ πῦρ αὐτοὺς παρέτρες χεν· ἐνταῦθα δὲ αἱ τοῦ πυρὸς γλῶσσαι τοῖς Ἀποστόλοις ἐπεκαθέστησαν, καὶ παραχρῆμα πλήρης ἦσαν τοῦ Πνεύματος, τὰ θεῖα πλημμυροῦντες νάματα· καὶ ἐγκαθημένην ἔχοντες, οὐ παροδεύου σαν τὴν φλόγα τῆς χάριτος· καὶ τὰς γλώσσας αὐτῶν πρὸ πᾶνιο εἶδος διαλέκτου στομώσασας· οὐ σκότῳ καὶ γνόφῳ καλυπτομένην, ἀλλ ̓ ὥρᾳ τρίτῃ τῆς ἡμέρας ἐκλάμπουσαν· καὶ τοῦτο εἰς ἔνδειξιν τοῦ διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐνδημίας πεφανερῶσθαι λαμπρῶς ὡς ἐν ἡμέρᾳ τὸ τῆς Τριάδος μυστήριον.

ΙΣΙΔΩΡΟΥ. Ὃν τρόπον τὰ τοῦ νόμου προοίμια φόβου ἐδεῖτο 15 πρὸς φυλακὴν τῶν ἐντολῶν, ἐπιστρέφοντα τοὺς ἀκούοντας, καὶ ἐκ μέσου τοῦ πυρὸς ὁ Θεὸς ἐχρημάτιζεν, οὕτω καὶ μετὰ τὴν τοῦ δεσπότου καὶ Σωτῆρος ἡμῶν ἀνάστασιν ἐν πυρὶ τὸ Πνεῦμα τὸ Ἅγιον τοῖς Ἀποστόλοις κατήρχετο, βιαίας πνοῆς προηγουμένης, ἵνα εἷς ὁ Θεὸς ἐν ἀμφοτέραις ταῖς διαθήκαις γνωσθῇ· εἰ καὶ πολὺ τῆς δευτέρας το 20 πρὸς τὴν προτέραν διάφορον ἡ μὲν γὰρ τυπικοῖς ἐχρῆτο προστάγ μασιν· ἡ δὲ ταῖς ἀλήθεσιν ἐλλάμψεσι θαύμασί τε καὶ δόγμασιν.

Καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον, οὗ ἦσαν καθήμενοι. ἸΩΑΝΝΟΥ. Πολλὴν τὴν ῥύμην λέγει τοῦ Πνεύματος, ὥστε καὶ τοὺς παρόντας θεραπεῦσαι, καὶ οὕτως ἀξίους δειχθῆναι καὶ 25 οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ τούτου φρικωδέστερον, “ καὶ ὤφθησαν “ αὐτοῖς” φησὶ, σε διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.”

66

Τοῦ Αὐτοῦ. Ἡ οἰκία τοῦ κόσμου σύμβολον ἦν.

66

3 Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός.

66

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. “ Ωσεὶ πυρός,” φησι· καλῶς πανταχοῦ τὸ ὡς, ἵνα μηδὲν αἰσθητὸν περὶ τοῦ Πνεύματος νομίσῃς· καὶ ὡσεὶ πνιῆς 9 + κ ἄρα ἄνεμος ἦν ὡσεὶ πυρός· ὅτε μὲν γὰρ Ἰωάννῃ τὸ Πνεῦμα ἔδει γνωσθῆναι, ὡς ἐν εἴδει περιστερᾶς ἦλθεν ἐπὶ τὴν parvus hiatus.

q Est hic

[ocr errors]

30

κεφαλὴν τοῦ Χρίστου· νῦν δὲ ὅτε πλῆθος ὅλον ἐπιστραφῆναι ἐχρῆν, ὡσεὶ πυρός—Καὶ μετ ̓ ὀλίγαἀνέμνησεν αὐτοῦ καὶ ἑτέρας ὄψεως· ὥσπερ γὰρ ἐφάνη ἐν τῇ βάτῳ.

Τοῦ Αὐτοῦ. Καὶ καλῶς εἶπε “ διαμεριζόμεναι” ἐκ μιᾶς γὰρ ἦν ῥίζης· ἵνα μάθῃς ὅτι ἐνέργειά ἐστιν ἀπὸ τοῦ Παρακλήτου πεμφθεῖσα. 5 ὅρα δὲ καὶ ἐκείνους πρώτους δειχθέντας ἀξίους· καὶ τότε Πνεύματος καταξιωθέντας· οἷον ὥσπερ Δαβὶδ, ἅπερ ἐν ταῖς ποίμναις εἰργάζετο, ταῦτα καὶ μετὰ τὴν νίκην καὶ τὸ τρόπαιον, ἵνα δειχθῇ αὐτοῦ γυμνὴ ἡ πίστις· καὶ πάλιν τὸν Μωσέα καταφρονοῦντα βασιλείων καὶ πάντα ἀφιέντα, καὶ μετὰ τεσσαράκοντα ἔτη δημαγωγίας το ἁπτόμενον· τὸν Σαμουὴλ ἐν τῷ ναῷ· τὸν Ἐλισσαῖον πάντα ἀφιέντα τὸν Ἰεζεκιήλ πάλιν ἐκ τῶν μετὰ ταῦτα δῆλον· οὕτω δὴ καὶ οὗτοι πάντα εἴασαν τὰ ἑαυτῶν.

Σκόλ. Τοῦτο σημαίνει τὸν εὐκίνητον καὶ διάπυρον λόγον κατὰ τὸ σε ἄργυρος πεπυρώμενος γλῶσσα δικαίου” πᾶς οὖν, ὦ δέδοται 15 λόγος σοφίας καὶ γνώσεως, τετύχηκε τοῦ προκειμένου χαρίσματος, ὡς εὐχαρίστως εἰπεῖν· σε Κύριος διδωσί μοι γλῶσσαν παιδείας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν.”

66

66

Κυρίλλου. Οἱ μὲν ταῖς γλωσσαῖς ἐλάλουν, καίτοι πρὶν οὐκ εἰδότες αὐτάς· οἱ δὲ σύνησαν διερμηνεύοντες, καίτοι πάλαι τὸ οὖς οὐκ 20 ἐντριβῆ τε καὶ ἐν ἔθει τῶν τοιούτων ἐχόντων τινῶν· δεδόσθαι γε μὴν ὁ θεσπέσιος Παῦλος τοῖς τότε τὴν χάριν διισχυρίζεται τὸ γλώσσαις λαλεῖν, οὐχ ὡς μοῖρα χαρίσματος, ἀλλ ̓ ὡς ἐν τάξει σημείου τοῖς πιο στοῖς· καὶ δὴ καὶ προτρεπτικὸν παρετίθει λόγιον οὕτως ἔχον· “ε ὅτι σε ἐν ἑτερογλώσσοις καὶ ἑτεροχείλεσι λαλήσω τῷ λαῷν τούτῳ, 25 σε καὶ οὐδ ̓ οὕτως πιστεύσουσιν· ἔνειμε διαφόρως τὸ Πνεῦμα τὴν τῶν χαρισμάτων διανομήν· ἵνα ὥσπερ, φησὶ, τὸ παχὺ δὴ τοῦτο καὶ ἀπὸ γῆς σῶμα συνέστηκεν ἐκ μορίων, οὕτω καὶ ὁ Χριστὸς, ἤτοι τὸ σῶμα αὐτοῦ, τουτέστιν ἡ ἐκκλησία, διὰ πολλῆς ἁγίων πληθύος εἰς ἑνότητα τὴν νοητὴν, τελειοτάτην ἔχει τὴν σύστασιν. 30 Καὶ μετ' ὀλίγα—ὅτε τοίνυν ἔμελλον οἱ τῆς ὑφ ̓ ἡλίῳ μυσταγω γοί, γλώσσῃ τε ἁπάσῃ καὶ ἔθνει παντὶ προσλαλεῖν τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, σημεῖον ἐδίδου τὰς γλώσσας αὐτ τοῖς. Ἄνδρες ὄντες Γαλιλαῖοι καὶ τεθραμμένοι κατὰ τὴν Ἰου

n Verba a λa usque ad diap. suppl. rec. m. in margine.

66

66

δαῖαν, Ἑβραῖοι τὲ καὶ ἐξ Εβραίων, Μήδοις τὲ καὶ Πάρθοις, καὶ μέντοι καὶ Ἐλαμίταις, καὶ τοῖς ἐκ μέσης οἰκούσης ποταμῶν, Καππαδόκαις τὲ καὶ Αἰγυπτίοις, ταῖς αὐτῶν προσελάλουν γλώσ σαις· καὶ διεπεραίνετο μὲν τὸ χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι γέγραπται γὰρ, ὡς σε ὤφθησαν αὐτοῖς διαμε- 5 ριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς” καὶ τὰ ἑξῆς. ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπέρ τινα τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥάθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων το προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνό μενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ὤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προυργιαιτάταις.

15

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ. Ἐν γλώσσαις δὲ, διὰ τὴν πρὸς τὸν λόγον οἰκείωσιν· πυρίναις δὲ, ζητῶ πότερον διὰ τὴν κάθαρσιν· οἶδε γὰρ ὁ λόγος ἡμῶν καὶ πῦρ καθαρτήριον, ὡς πολλαχόθεν βουλομένοις ὑπάρχει μαθεῖν ἢ διὰ τὴν οὐσίαν· πῦρ γὰρ ὁ Θεὸς ἡμῶν, καὶ πῦρ καταναλίσκον τὴν μοχθηρίαν μεριζομέναις δὲ, διὰ τὸ τῶν χαρισμά- 20 των διάφορον καθεζομέναις δὲ, διὰ τὸ βασιλικὸν, καὶ τὴν ἐπὶ τοῖς ἁγίοις ἀνάπαυσιν· ἐπεὶ καὶ Θεοῦ θρόνος τὰ Χερουβίμ· ἐν ὑπερῴῳ δὲ, εἰ μή τῳ περιεργότερος εἶναι δοκῶ τοῦ δέοντος, διὰ τὴν ἀνάβασιν τῶν δεξαμένων καὶ τὴν χαμόθεν ἔπαρσιν· ἐπεὶ καὶ ὕδασι θείοις ὑπερῷά τινα στεγάζονται, δι ̓ ὧν ὑμνεῖται Θεός· καὶ Ἰησοῦς αὐτὸς ἐν ὑπερῴῳ 15 τοῦ μυστηρίου κοινωνεῖ τοῖς τὰ ὑψηλότερα τελουμένοις· ἵν ̓ ἐκεῖ παραδειχθῇ, ὅτι τὸ μέν τι καταβῆναι δεῖ Θεὸν πρὸς ἡμᾶς, ὁ καὶ πρότερον ἐπὶ Μωσέως οἶδα γινόμενον· τὸ δὲ ἡμᾶς ἀναβῆναι, καὶ οὕτω γενέσθαι κοινωνίαν Θεοῦ πρὸς ἀνθρώπους, τῆς ἀξίας συγκιρναμένης· ἕως δ ̓ ἂν ἑκάτερον ἐπὶ τῆς ἰδίας μένῃ, τὸ μὲν περιωπῆς, τὸ 30 δὲ ταπεινώσεως ἄμικτος ἡ ἀγαθότης· καὶ τὸ φιλάνθρωπον ἀκοινώ νητον· καὶ χάσμα μέγα ἐν μέσῳ καὶ ἀδιάβατον· οὐ τὸν πλούσιον τοῦ Λαζάρα μόνον καὶ τῶν ὀρεκτῶν Ἀβραὰμ κόλπων διεῖργον, τὴν δὲ γενητὴν φύσιν καὶ ῥέουσαν, τῆς ἀγεννήτου καὶ ἑστηκυίας.

• Sic Cod.

« PreviousContinue »