Page images
PDF
EPUB

αιρέσεως ἐλευθερίᾳ; ἀκουέτωσαν ταῦτα, καὶ ἐπιστομιζέτωσαν· τὸν γὰρ βουλόμενον γενέσθαι ἀγαθὸν οὐδέν ἐστι τὸ κωλύον, κἂν τῶν πονηροτάτων ἔμπροσθεν ᾖ· καὶ γὰρ πρὸς τοῦτο ἐπιτηδείως μᾶλλον ἔχομεν, ὅσῳ καὶ κατὰ φύσιν ἐστὶν ἡμῶν ἡ ἀρετὴ, καὶ παρὰ φύσιν ἡ πονηρία.

5

ΕΚ ΤΟΥ͂ ΠΡΟΤΑΣΣΟΜΕΝΟΥ ΠΡΟΛΟΓΟΥ ΤΗ͂Σ ΒΙΒΛΟΥ ΤΟΥ͂ ἈποΣΤΟΛΟΥ ΠΑΥΛΟΥ. Πρῶτος μετὰ τῶν στασιαζόντων ἑωρᾶτο πανταχῆ σπουδάζων καθαιρεῖν τοὺς τῆς εὐσεβείας λογάδας πολλάτε ἦν καὶ μεγάλα τὰ παρ' αὐτοῦ κατὰ τῆς ἐκκλησίας γινόμενα, καὶ οὐδὲν εἰς ὑπερβολὴν μανίας ὑπέλιπεν 4· ἐν τούτῳ γὰρ εὐσεβεῖν καὶ το τὰ μέγιστα κατορθοῦν ἐνόμιζε καθὼς αὐτός τε ἐν ταῖς Ἐπιστολαῖς ὁμολογεῖ, καὶ Λουκᾶς ἱστορεῖ. Καὶ μετ ̓ ὀλίγα-Κομισάμενος δὲ Παῦλος παρὰ τῶν ἱερέων ἐπιστολὰς πρὸς τοὺς ἐν Δαμασκῷ Ἰουδαίους, ὥρμησε μορμύρων ὥσπερ τις χείμαρρος λάβρος" περίκλύσειν δοκῶν τοὺς ἐν Δαμασκῷ μαθητὰς, καὶ εἰς τὸ τῆς ἀπω-15 λείας αὐτοὺς βάραθρον ἐκπέμψειν. γνοὺς δὲ ὁ Κύριος ὅτι ἄδικον μανίαν δικαίᾳ δῆθεν προαιρέσει ἐκέκτητο, ἐν μέσῃ τῇ ὁδῷ ἐπιφανεὶς, ἀπεστέρησε μὲν αὐτὸν τῶν ὀψέων τῷ μεγέθει τοῦ φωτὸς, καὶ εἰς τοσοῦτον μέτεισιν, ὥστε τὸν πάλαι οὐδὲν ὅτι τῶν δεινῶν κατὰ τῆς ἐκκλησίας οὐκ ἐπινοοῦντα, καὶ πάντας τοὺς μαθητὰς ἀπολέ- 20 σειν ἄρδην προσδοκῶντα, αὐτίκα δὴ τοῦτον καὶ παραχρῆμα ἀγαπητὸν ἑαυτοῦ καὶ πιστότατον ἡγήσασθαι· ἱκέτης γὰρ εὐθὺς τοῦ Ἰησοῦ, ὁ πολέμιος γίνεται, καὶ παραύτικα τὸ σύνταγμα τῆς μα νίας ἀπορριψάμενος, εἰς πρεσβείαν ἐχώρει, καὶ τὴν εἰς Χριστὸν εὐσέβειαν ὡμολόγει.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὕτω γὰρ ἐκαλοῦντο οἱ πιστεύσαντες ἴσως διὰ τὸ τὴν ὁδὸν τέμνειν τὴν εἰς οὐρανοὺς φέρουσαν.

25

3 Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τὲ αὐτὸν περιήστραψε φῶς ἐκ τοῦ 4 οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσε φωνὴν λέγου- 30 σαν αὐτῷ.

Τοῦ Αὐτοῦ. Διατὶ μὴ ἐν Ἱεροσολύμοις ; διατί μὴ ἐν Δα

P Hunc prologum, vulgo Euthalio Diacono attributum, eodem quo hic titulo, invenimus in Cod. Harl. 5588. sæc. xiii. f. 57.

πεν Harl.

- λαῦρος Cod. s τῆς ὄψεως Harl.

Ο ενέλει

t

τῆς Cod. του Harl.

μασκῷ, ὥστε μὴ ἐξεῖναι ἄλλους ἄλλως αὐτῷ διηγεῖσθαι; ἀλλ ̓ οὗτος ἀξιόπιστος ἦν διηγούμενος, ὁ διὰ τοῦτο ἀπιών. τοῦτο γοῦν λέγει καὶ πρὸς Ἀγρίππαν ἀπολογούμενος· ἡ γὰρ ὑπερβολὴ τοῦ φωτὸς πλήττειν εἴωθε· μέτρα γὰρ ἔχουσιν οἱ ὀφθαλμοί· λέγεται δὲ καὶ φωνῆς ἡ ὑπερβολὴ κωφοὺς ποιεῖν καὶ ἀποπλήγας· ἀλλὰ 5 τοῦτον μόνον ἐπήρωσεν, καὶ ἔσβεσεν αὐτοῦ τὸν θυμὸν τῷ φόβῳ, ὥστε ἀκοῦσαι τὰ λεγόμενα.

μα

ΑΜΜΩΝΙΟΥ ΠΡΕΣΒΥΤΕΡΟΥ. Ἑωρακὼς τὸν Ἰησοῦν, καὶ μὴ φέρων τὸ πολὺ τοῦ φωτὸς, ἀπελιθώθη τὸ διορατικὸν τῆς ψυχῆς καὶ τὸ ζωτικόν· διὸ καὶ δοκῶν ἔχειν ὀφθαλμοὺς οὐχ ἑώρα, καὶ ἔχων στό- το οὐκ ἤσθιεν· ἕως οὗ πιστεύσας τῷ Ἀνανίᾳ λέγοντι αὐτῷ τὸν λόγον, ἰάθη· μετὰ γὰρ τὴν πίστιν ἤρξατο βλέπειν· λοιπὸν ἐβαπτίσθη, καὶ οὕτω τροφῆς μᾶλλον τῆς πνευματικῆς μετασχών, ἀνέσφηλεν· σημειωτέον δὲ, ὅτι δεῖ πρῶτον βαπτίζειν, καὶ οὕτω μεταδιδόναι τροφῆς· διὸ κακῶς ποιοῦσιν οἱ μετὰ τροφὴν τοὺς τε- 15 λείους βαπτίζοντες.

5 Σαούλ, Σαούλ, τί με διώκεις ; εἶπε δὲ, τίς εἶ Κύριε ; ὁ δὲ, ἐγὼ εἰμὶ Ἰησοῦς, ὃν σὺ διώκεις.

Τοῦ Αὐτοῦ. Καὶ οὐδὲν αὐτῷ λέγει· οὐ λέγει πίστευσον, οὐδὲ ὅλως τοιοῦτον οὐδὲν, ἀλλ ̓ ἐγκαλεῖν μονονουχί λέγων, τί παρ' ἐμοῦ 20 μέγα ἢ μικρὸν ἠδικημένος ταῦτα ποιεῖς; Καὶ μετ ̓ ὀλίγα—Μή νομίσῃς πρὸς ἀνθρώπους εἶναί σοι τὸν πόλεμον. καὶ τὴν φωνὴν τοῦ Παύλου ἤκουσαν οἱ συνόντες αὐτῷ, οὐδένα δὲ ἐθεώρουν πρὸς ὃν ἀπεκρίνατο· τῶν γὰρ ἐλαττόνων αὐτοὺς ἐποίησεν ἀκροατάς· εἰ τῆς φωνῆς ἤκουσαν ἐκείνης, κἂν ἠπίστησαν· τὸν δὲ Παῦλον ὁρῶντες 25 ἐθαύμαζον.

Ἐν τῇ πρὸς Κορινθίους Επιστολῇ “ κλητὸν ἑαυτὸν ἐκάλεσεν· οὐ γὰρ αὐτὸς εὗρον, φησὶν, ὅπερ ἔμαθον, οὐδὲ οἰκείᾳ κατέλαβον σοφίᾳ· ἀλλὰ διώκων καὶ πορθῶν τὴν ἐκκλησίαν ἐκλήθην ἐνταῦθα τοῦ μὲν καλοῦντος τὸ πᾶν, τοῦ δὲ κληθέντος οὐδὲν ὡς εἰπεῖν γίνεται, 30 ἢ τὸ ὑπακοῦσαι μόνον Ἰησοῦ Χριστοῦ.

Τοῦ Αὐτοῦ. Τέως ὁμολόγησεν ἑαυτὸν δοῦλον.

Τοῦ ΑὐΤΟῦ ἐκ τοῦ ΕἰΣ ΤΗΝ ΝΒ ὁΜΙΛΙΑΝ. Ω φιλανθρωπία δεσπότου, που κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, τί

με

διώκεις ; τὸν

66

66

66

σε

πατέρα τὸν ἑαυτοῦ μιμεῖται καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ λέγει· “ε λαός μου τί ἐποίησά σοι; ἢ τί ἐλύπησά σε; σε ἢ τί παρηνόχλησά σοι; ἀποκρίθητί μοι” οὕτω καὶ ὁ υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει “ Σαῦλε τί με διώκεις;” τί οὖν ἐκεῖνος; “ τίς “ εἶ Κύριε;” εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν· εἶδες ψυχὴν 5 εὐγνώμονα “ τίς εἶ Κύριε; ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις” ὢ σοφία δεσπότου· διατί μὴ εἶπεν, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ; ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος· ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρός· ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων· ὁ τὸν οὐρανὸν τείνας· ὁ τὴν γῆν ἐργασάμενος· ὁ τὴν θάλατταν ἁπλώσας· ὁ τοὺς Ἀγγέλους ποίη-10 σας· ὃ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν· ὁ προὼν καὶ γεν νηθείς; διατί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ μεγάλα καὶ ὑψηλά; ἀλλ' “ ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις” ἀπὸ τῆς κάτω πόλεως, ἀπὸ τοῦ κάτω χωρίου καὶ τοῦ τόπου; διότι ήγνόει αὐτὸν ὁ διώκων; εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωξεν· ήγνόει ὅτι ἐκ τοῦ 15 Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει· εἰ οὖν εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ· ὁ ἐν ἀρχῇ Λόγος· ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ἄλλος τὲ ἐκεῖνος, καὶ ἄλλον ἐγὼ διώκω· εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ λαμπρὰ καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς· ἀλλ ̓ ἵνα μάθῃ ὅτι ἐκεῖνον διώκει τον 2ο σαρκωθέντα, τὸν μορφὴν δούλου λαβόντα, τὸν μετ ̓ αὐτοῦ συναναστραφέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, ἀπὸ τοῦ κάτω χωρίου, λέγει, σε ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις” ὃν οἷ δας, ὃν γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστρεφόμενον· διὰ τοῦτο τὴν δεσποτείαν εὐθέως ὡμολόγησε· κατέβη τοσοῦτον ὁ δεσπότης, ὅσον 25 ὁ δοῦλος ἀναβῆναι ἠδύνατο.

αν

6 Ἀλλ ̓ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι, ὅτι σε δεῖ ποιεῖν.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς οὐκ εὐθέως πάντα ἐπηγγείλατο, ἀλλὰ προμαλάττει αὐτοῦ τὴν διάνοιαν· οὕτω καὶ τοὺς μαθητὰς ἐκάλε-30 σεν· ἐκ δευτέρου δίδωσιν αὐτῷ χρηστὰς ἐλπίδας, καὶ ὅτι ἀναβλέψει.

[ocr errors]

ΔΙΔΥΜΟΥ. Ἐπεὶ ὁ εἰπὼν τῷ Παύλῳ Ἰησοῦς·
Σαούλ, Σαούλ
διώκεις;” αἴτιος αὐτῷ γέγονε τοῦ μὴ ὁρᾶν, κατηγορούντων

τί με

66

τῶν αἱρετικῶν τοῦ εἰπόντος “ τίς ἐποίησε βλέποντα καὶ τυφλόν· οὐκ “ ἐγὼ Κύριος ὁ Θεός ;” εἰς ἀπορίαν γὰρ αὐτοὺς τὰ τοιαῦτα περιίστησι, διαφόρους θεοὺς λέγοντας· καὶ τοῦ μὲν κατηγοροῦντος ὡς τοῦ μὴ βλέπειν αἰτίου· τὸν δὲ ἕτερον ἀποδεχομένους ἐπὶ τῷ τὸ βλέπειν παρέχειν. ἡμᾶς δὲ τὸν αὐτὸν ὁμολογοῦντας Θεὸν, οὐ θλί- 5 ψει ταῦτα· μάλιστα εἰδότας, ὅτι προνοητὴς τῶν ὅλων ὑπάρχων, οἶδε τίνι τὸ βλέπειν ὀρέξει καὶ μή· καὶ διατί, καὶ πότε, καὶ πῶς. τὸν γοῦν ἀπὸ γενετῆς Ρ τυφλὸν, διὰ τοῦτο οὕτω γεγεννῆσθαί φησιν, ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· οὐ κακὸν δὲ τὸ αἴτιον τῆς φανερώσεως τῶν ἔργων τοῦ Θεοῦ· διὸ οὐδὲ ἀπεμφαίνει το εἰπεῖν ὅτι ὁ Θεὸς τυφλοῖ τινά· καὶ ταῦτα μὲν τοῦ ῥητοῦ συναγο ρευομένου, δυνατῆς οὔσης καὶ τῆς συναγωγῆς τῷ προσχόντι τῷ, “ εἰς κρίμα ἦλθον ἐγὼ εἰς τὸν κοσμὸν τοῦτον, ἵνα οἱ μὴ βλέποντες “ βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται” οὐ γὰρ περὶ αἰσθη τῆς ὄψεως ἢ τυφλότητος ταῦτα εἴρηται· μάλιστα διὰ τὸ λεχθὲν 15 πρὸς τοὺς εἰπόντας, σε μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμὲν;” τὸ “ εί τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίας.”

66

66

αν

66

7 Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοὶ, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.

ΔΙΔΥΜΟΥ. Τίς ἡ διαφωνία τῶν ἐν ταῖς Πράξεσιν αναγεγραμ- 20 μένων ἐν τῇ κατὰ Παῦλον ὀπτασίᾳ; ἐν μὲν γὰρ τῇ καθ ̓ ὁδὸν ὀπτασίᾳ ἱστορεῖ ὁ Λουκᾶς, τοὺς μετ ̓ αὐτὸν ὄντας τῆς φωνῆς μὲν ἀκηκοέναι, μηδένα δὲ θεωρῆσαι· ἐν δὲ τῷ διηγεῖσθαι τὸν Παῦλον ἐπὶ τῶν ἀναβαθμῶν τὴν αὐτὴν ὀπτασίαν, λέγει τοὺς μετ' αὐτὸν ὄντας τὸ μὲν φῶς τεθεᾶσθαι, τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μη 25 ἀκηκοέναι· κατὰ μὲν τὴν ἱστορίαν ὁ Χρυσόστομος πάνυ ἡρμής νευσε τὸν τόπον· ἔφη, ὅτι ἡ πρώτη ἐξήγησις ἡ λέγουσα, τῆς φωνῆς ἤκουον οἱ συνόντες, τῆς Παύλου φωνῆς λέγει ἀκούειν αὐτοὺς τῆς λεγούσης, “ τίς εἶ Κύριε ;” οὐδένα δὲ ἔβλεπον ἄνθρωπον εἰ μὴ Παῦ λον· ἡ δὲ δευτέρα ἐξήγησις ἡ λέγουσα, τὸ μὲν φῶς τεθεᾶσθαι, 30 τὴν δὲ φωνὴν τοῦ λαλοῦντος μὴ ἀκηκοέναι, φωνῆς λέγει τῆς τοῦ Κυρίου πρὸς τὸν Παῦλον γεγενημένης, μόνον δὲ τὸ φῶς τεθεᾶσθαι.

66

Ρ ἀπογεννητῆς Cod.

X

8 Ηγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς· ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδένα ἔβλεπε.

ΕὐΣΕΒΙΟΥ. Παρεδόθη τῇ τυφλότητι ὥσπερ στρατιώτῃ φυλάτ τεσθαι, μήπως ἐκ πολλῆς τῆς προλήψεως ἄρξηται λέγειν, ὅτι φαντασία τις γέγονε· καὶ τάχα παρήκουσα τὴν φωνήν· καὶ πῶς 5 ἄνωθεν ἔκραξεν, ὃν κάτω ἐγὼ ᾔδειν; ἵν ̓ οὖν μὴ τὰ τοιαῦτα μερίζη ται ἡ διάνοια, παρεδόθη τῇ τυφλότητι.

Χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν. Τοῦ ΧΡΥΣοΣΤόμου. Τὸ λάφυρον τοῦ διαβόλου, τὰ σκεύη αὐτοῦ, καθάπερ πόλεως τινὸς μητροπόλεως ληφθείσης· καὶ τὸ δὴ θαυματο στὸν, αὐτοὶ οἱ πολέμιοι καὶ ἐχθροὶ εἰσήγαγον αὐτὸν πάντων ὁρώντων. 9 Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.

Τοῦ ΑὐΤΟΥ͂. Τυφλὸς ἦν· τί τούτου ἶσον γένοιτο; ἀντίρροπος τῆς ἐπὶ Στεφάνου ἀθυμίας παράκλησις, ἡ Παύλου προσαγωγή 15 γίνεται· ἔχουσα μὲν καὶ αὐτόθεν παραμυθιὰν τὸ οὕτως αὐτὸν ἀπελθεῖν· λαβοῦσα δὲ καὶ ταύτην· καὶ αἱ Σαμαρειτῶν δὲ κῶμαι προσαχθεῖσαι μεγίστην παρέσχον παράκλησιν· διατί δὲ μὴ ἐξ ἀρχῆς τοῦτο γέγονεν, ἀλλὰ μετὰ ταῦτα; ἵνα δειχθῇ, ὅτι ὄντως ἀνέστη Χριστός· ὁ γὰρ ἐλαύνων αὐτὸν, καὶ ἀπιστῶν αὐτοῦ τῇ 20 τελευτῇ καὶ τῇ ἀναστάσει, ὁ καὶ τοὺς μαθητὰς διώκων, οὗτος πόθεν ἂν ἐπίστευσεν, εἰ μὴ πολλὴ ἦν τῆς ἀναστάσεως ἡ ἰσχύς ; ἔστω· ἐκεῖνοι αὐτῷ ἐχαρίζοντο· τί δὴ πρὸς αὐτόν; διατί οὖν μὴ μετὰ τὴν ἀνάστασιν εὐθέως ; ἵνα σαφέστερος αὐτοῦ δειχθῇ ὁ πόλεμος· ὁ γὰρ οὕτως μαινόμενος, ὡς καὶ αἵματα ἐκχεῖν, καὶ εἰς 25 δεσμωτήριον ἐμβάλλειν, ἀθρόον πιστεύει· οὐκ ἤρκεσε τὸ μὴ συγ γενέσθαι τῷ Χριστῷ, ἀλλὰ δὴ καὶ πολεμηθῆναι σφοδρῶς ὑπ ̓ αὐτοῦ τοὺς πιστούς· οὐδενὶ κατέλιπεν ὑπερβολὴν μανίας· πάντων σφοδρότερος οὗτος ἦν· ἐπειδὴ δὲ τῆς δεσποτείας αὐτοῦ τὰ τεκμήρια καὶ τῆς φιλανθρωπίας εἶδε 9, τότε ἀποκρίνεται, ἵνα μή τις 30 εἴπῃ ὅτι ὑπεκρίνετο· ὁ καὶ αἱμάτων ἐπιθυμῶν, καὶ τοῖς ἱερεῦσι προσελθὼν, καὶ εἰς κινδύνους ἑαυτὸν ῥίπτων, καὶ τοὺς ἔξω ἐλαύνων καὶ τιμωρούμενος, οὕτω δὴ τὴν δεσποτείαν ὁμολογεῖ· διατί δὲ οὐκ

[ocr errors]

q eide suppl. rec. m. in marg.

« PreviousContinue »