Page images
PDF
EPUB

Τοῦ Αὐτοῦ. Ἰδὼν δὲ ὁ τῆς ἀληθείας ἐξεταστὴς Θεὸς σωφρονισθέντα τὸν ἄνδρα, καὶ βελτίω ἐκ τῶν κακῶν γεγονότα· οὐχ ἑτέρως αὐτὸν ἢ οὕτως ἀπαλλαγήσεσθαι τῆς τιμωρίας ὁ Κύριος ἔφη.

Τοῦ Αὐτοῦ. Διατί λαβὼν τροφὴν ἐνισχύθη; ὅτι οἱ τοιοῦτοι 5 παρειμένοι γίνονται· οὐκ ἠνέσχετο πρότερον μετασχεῖν τροφῆς, ἕως ὅτε μεγάλων ἔτυχε τῶν δωρεῶν, ὥστε πιστεῦσαι ἐκεῖνον· καὶ οὐ λέγει, Ἰησοῦς ὁ σταυρωθεὶς, ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ σημεῖα ποιῶν, ἀλλὰ τί; “ ὁ ὀφθείς σοι” ἀπὸ τῶν ἐκείνῳ γνωρίμων· ἐπεὶ καὶ ὁ Χριστὸς οὐδὲν πλέον προσέθηκεν, οὐδὲ εἶπεν, ἐγώ εἰμι Ἰησοῦς διο σταυρωθεὶς, ὁ ἐγερθεὶς, ἀλλὰ τί; “ ὃν σὺ διώκεις.” οὐκ εἶπεν, ὁ δεδιωγμένος· ἵνα μὴ δόξῃ ὡς ἐπενθουσιᾶν καὶ ἐπεγγελᾶν.

66

σε

* Περὶ ἰάσεως καὶ βαπτίσματος Παύλου διὰ ̓Ανανίου κατὰ ἀποκάλυψιν Θεοῦ, παρρησίας τε αὐτοῦ καὶ συντυχίας τῆς διὰ Βαρνάβα πρὸς τοὺς ̓Αποστόλους.

ρυσσε

15

Εγένετο δὲ ὁ Σαῦλος μετὰ τῶν ἐν Δαμασκῷ μαθη20 τῶν ἡμέρας τινάς· καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήτὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ. Ὅρα εὐθέως διδάσκαλος ἦν ἐν ταῖς συναγωγαῖς· οὐκ ᾐσχύνετο τὴν μεταβολὴν, οὐκ ἐδέδοικε ἐν οἷς ἦν λαμπρὸς πρότερον, ταῦτα 20 καταλύων· ἀλλὰ καὶ ἐν ταῖς συναγωγαῖς· καὶ εὐθέως ἐκ μίων θανατῶν ὁ ἄνθρωπος ἦν πρὸς φόνους παρεσκευασμένος· ὁρᾶς οἷον σημεῖον ἐναργές· καὶ τούτῳ αὐτῷ πάντας ἐξέπληττεν· καὶ ὧδε γάρ, φησιν, εἰς αὐτὸ ἐλήλυθε.

προσι

Του Αγίου ΕΙΡΗΝΑΙΟΥ ΕΠΙΣκόπου ΛΟΥΓΔΟΥΝΩΝ. Παῦλος 25 μετὰ τὸ ἐκ τοῦ οὐρανοῦ λαλῆσαι αὐτῷ τὸν Κύριον, καὶ ἐπιδεῖξαι, ὅτι τὸν ἴδιον δεσπότην ἐδίωκε, διώκων τοὺς μαθητὰς αὐτοῦ· καὶ πέμψας Ανανίαν πρὸς αὐτὸν καὶ ἀναβλέψαι καὶ βαπτισθῆναι, ἐν ταῖς συναγωγαῖς, φησὶν, ἐν Δαμασκῷ ἐκήρυσσε μετὰ πάσης παρρησίας “ τὸν Ἰησοῦν, ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Χριστός 30 τουτέστι τὸ μυστήριον, ὃ λέγει κατὰ ἀποκάλυψιν ἐγνωρίσθαι αὐτῷ· ὅτι ὁ παθὼν ἐπὶ Ποντίου Πιλάτου, οὗτος Κύριος τῶν πάντων, καὶ βασιλεὺς καὶ Θεὸς καὶ κριτής ἐστιν.

[ocr errors]

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐχ ὅτι ἀνέστη, οὐ τοῦτο· οὔτε ὅτι ζῆ

ἀλλὰ τί; εὐθέως ἀκριβῶς τὸ δόγμα ἐξέθετο “ ὅτι οὗτός ἐστιν

[blocks in formation]

21 Εξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον, οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἱερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα 5 δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς ;

22

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τόδε θαυμαστότερον· “ὅτι καὶ ὧδε “ εἰς τοῦτο ἐλήλυθεν” οὐκ ἔχομεν εἰπεῖν, ὅτι τοῖς Ἀποστόλοις πρότερον συνεγένετο.

Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυνεν τοὺς 10 Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ,

Τοῦ ΑὐΤΟΥ͂. Ατε νομομαθής ὢν ἐπεστόμιζεν αὐτοὺς, καὶ οὐκ εἴα φθέγγεσθαι· ἐνόμισαν ἀπηλλάχθαι τῆς ἐν τοῖς τοιούτοις δια λέξεως ἀπαλλαγέντες Στεφάνου, καὶ Στεφάνου σφοδρότερον εὖρον ἕτερον.

Συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ Χριστός.

Τοῦ Αὐτοῦ. Τουτέστιν ὅτι μετ ̓ ἐπιεικείας διδάσκων. Καὶ ὅρα οὐκ ἔλεγον, ὅτι σὺ εἶ ὁ πορθῶν· τί μεταβέβλησαι; ᾐσχύνοντο γάρ· ἀλλὰ πρὸς ἑαυτοὺς ἔλεγον· εἶπε γὰρ ἂν πρὸς αὐτοὺς, ὅτι τοῦτο μάλιστα ὑμᾶς διδάξαι ὀφείλει· ἐπεὶ καὶ πρὸς Ἀγρίππαν οὕτως ἀπολογεῖται.

23 Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναὶ, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν.

15

Τοῦ Αὐτοῦ. Ἐπὶ τὸν ἰσχυρότερον λογισμὸν ἔρχονται πάλιν οἱ Ἰουδαῖοι· οὐκέτι συκοφάντας, καὶ κατηγόρους, καὶ ψευδομάρτυρας 25 ἐπιζητοῦντες, οὐκέτι ἀνέχονται τούτων, ἀλλὰ τί; λοιπὸν αὐτοὶ δι' ἑαυτῶν· ἐπειδὴ γὰρ εἶδον ἐπιτεινόμενον τὸ κήρυγμα, οὐδὲ δικα στήριον καθίζουσιν.

24 Ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. παρετετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως 30 αὐτὸν ἀνέλωσι.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τοῦτο γὰρ ἁπάντων ἀφορητότερον ἦν αὐτ τοῖς τῶν ἤδη γεγενημένων σημείων, τῶν πεντακισχιλίων, τῶν

Y

25

26

τετρακισχιλίων, πάντων ἁπλῶς· καὶ ὅρα αὐτὸν οὐ χάριτι σωζό μενον, ἀλλ ̓ ἀνθρωπίνῃ σοφίᾳ· οὐ καθάπερ ἐκεῖνοι, ἵνα μάθης τοῦ ἀνδρὸς τὴν ἀρετὴν, χωρὶς σημείου λάμποντος.

Λαβόντες δὲ αὐτὸν οἱ μαθηταὶ νυκτὸς, καθῆκαν αὐτὸν διὰ τοῦ τείχους, χαλάσαντες ἐν σπυρίδι.

5

Τοῦ Αὐτοῦ. Ἕνα ἀνύποπτον ᾖ τὸ πρᾶγμα. ὅτι οὖν τοιοῦτον κίν δυνον διαφυγών, ἄρα φεύγει; οὐδαμῶς· ἀλλ ̓ ἀπέρχεται ἔνθα μει ζόνως αὐτοὺς ἐξῆψεν· ἐπειδὴ ἀκριβῶς ἐπίστευσε· καὶ γὰρ ἄπιστον ἦν· διὰ τοῦτο μεθ ̓ ἡμέρας ἱκανὰς τοῦτο γίνεται· τί ποτε τοῦτό ἐστιν; εἰκὸς αὐτὸν μὴ βούλεσθαι τέως ἐξελθεῖν ἐκεῖθεν, το πολλῶν ἴσως παραινούντων· ἐπειδὴ δὲ ἔμαθε, τότε ἐπέτρεψε τοῖς μαθηταῖς αὐτοῦ· καὶ γὰρ μαθητὰς εἶχεν εὐθέως· μόνον δὲ αὐτὸν ἐξέπεμψαν, καὶ οὐδένα μετ ̓ αὐτοῦ· καὶ τοῦτο δὲ συμφερόντως, ὥστε αὐτὸν φανῆναι τοῖς Ἀποστόλοις ἐν Ἱεροσολύμοις· αὐτοὶ μὲν οὖν αὐτὸν ἐξέπεμψαν, ὡς ὀφείλοντα τῇ φυγῇ τὴν σωτηρίαν πορί- 15 σασθαι· αὐτὸς δὲ τοὐναντίον πεποίηκεν· εἰς τοὺς μαινομένους μᾶλ λον ἐπήδησε· τοῦτό ἐστι πεπυρῶσθαι· τοῦτο ἀναζεῖν.

ΤΟΥ ΑΥ̓ΤΟῦ ἐκ ΤΟ ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β ΕΠΙΣΤΟΛΗΣ ΥΠΟΜΝΗΜΑΤΟΣ. Εἰ καὶ ἐπεθύμει τῆς ἐντεῦθεν ἀποδημίας, ἀλλ' ὅμως καὶ τῆς τῶν ἀνθρώπων ἐρᾷ σωτηρίας· διὸ καὶ πολλάκις τοιαῦτα 20 ἐμηχανᾶτο, τηρῶν ἑαυτὸν τῷ κηρύγματι· καὶ οὐδὲ παρῄτειτο καὶ ἀνθρωπίνοις χρήσασθαι μηχανήμασιν, ἡνίκα ἀπῄτει καιρός.

ΣΕΥΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚόπον ΑΝΤΙΟΧΕΙΑΣ. Διὰ τοῦτο τείχους ἐχαλᾶτο καὶ διεσώζετο, καὶ φυγὰς ἦν, ὁ μετὰ ταῦτα μυρίων θαυμάτων ἐργάτης, τεράτων τε καὶ δυνάμεων, ὡς αὐτός που γράφων 25 φησί· καὶ ἡ πεῖρα ἐδίδαξεν· ἔδει γὰρ αὐτὸν τέως δοκιμασθῆναι τοῖς πάθεσι, καὶ καθάπερ ἐν χαλκείῳ τυπτέσθαι ταῖς πρώταις προσβολαῖς, ἵν' ἐφ' ἑαυτῷ πληρώσῃ τὴν θείαν μαρτυρίαν τοῦ προηγορευκότος Χριστοῦ· “ ὅτι σκεῦος ἐκλογῆς ἔστι μοι οὗτος· τοῦ σε βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν Ἰσ-30 ραὴλ,” καὶ τὰ ἑξῆς.

66

66

66

Παραγενόμενος δὲ ὁ Σαῦλος εἰς Ἱερουσαλὴμ, ἐπειρᾶτο κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν, μὴ πιστεύοντες, ὅτι ἐστὶ μαθητής.

ΤΟ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἄξιον ἐνταῦθα διαπορῆσαι πῶς ἐν μὲν τῇ πρὸς Γαλάτας φησὶν, ὅτι οὐκ ἀπῆλθον πρὸς Ἱεροσόλυμα, ἀλλ ̓ εἰς Αραβίαν καὶ Δαμασκόν· καὶ μετὰ τρία ἔτη εἰς Ἱεροσόλυμα καὶ ὅτι ἱστορῆσαι Πέτρον· ἐνταῦθα δὲ τοὐναντίον φησί. καὶ “ οὐδένα “ τῶν Ἀποστόλων εἶδον νυνὶ δὲ φησὶν, ἤγαγεν αὐτὸν πρὸς τοὺς Ἀπο- 5 στόλους· ἢ τοίνυν τοῦτο φησὶν, ὅτι οὐκ ἀπῆλθον ὥστε ἀναθέσθαι· τί γὰρ λέγει ; “ οὐ προσανεθέμην, οὐδὲ ἀπῆλθον εἰς Ἱεροσόλυμα ἢ εἰ μὴ τοῦτο, ὅτι ἡ ἐπιβουλὴ ἡ ἐν Δαμασκῷ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἀπὸ Ἀραβίας γέγονε ἢ εἰ μὴ τοῦτο, πάλιν ἡ ἄνοδος μετὰ τὸ ἐλθεῖν ἀπὸ Ἀραβίας. αὐτὸς γοῦν οὐκ ἀπῆλθε πρὸς τοὺς Ἀποστό- 10 λους, ἀλλὰ τοῖς μαθηταῖς ἐπειρᾶτο κολλᾶσθαι· ἅτε διδάσκαλος ὢν καὶ οὐ μαθητής· οὐ διὰ τοῦτο ἀπῆλθον, φησὶν, ἵνα πρὸς τοὺς πρὸ ἐμοῦ Ἀποστόλους ἀπέλθω· οὐδὲν γοῦν παρ ̓ αὐτῶν ἔμαθον ἢ ταύτην τὴν ἄνοδον οὐ λέγει, ἀλλ ̓ ἀφίησιν ὥστε εἶναι οὕτως· ὅτι ἀπῆλθον εἰς Ἀραβίαν, εἶτα ἦλθον εἰς Δαμασκὸν, εἶτα εἰς Ἱερο- 15 σόλυμα, εἶτα εἰς Συρίαν· ἡ εἰ μὴ τοῦτο πάλιν, ὅτι ἀνῆλθον εἰς Ἱεροσόλυμα, εἶτα εἰς Δαμασκὸν ἐξεπέμφθη, εἶτα εἰς Ἀραβίαν, εἶτα εἰς Δαμασκὸν πάλιν, εἶτα εἰς Καισαρείαν· καὶ τὸ διὰ δεκα τεσσάρων ἐτῶν, ἴσως ὅτε τοὺς ἀδελφοὺς ἀνήγαγε μετὰ Βαρνάβα ἢ εἰ μὴ τοῦτο, ἕτερον λέγει καιρόν· ὁ γὰρ ἱστοριογράφος πολλὰ 20 ἐπιτέμνει, καὶ πολλοὺς συνάγει καιρούς. ὅρα πως οὐκ ἐστι φιλό τιμος, οὐδὲ διηγεῖται τὴν ὄψιν ἐκείνην· ἀλλ ̓ “ ἐπειρᾶτο; φησὶ, “ κολλᾶσθαι τοῖς μαθηταῖς· οἱ δὲ “ε ἐφοβοῦντο αὐτὸν,” καὶ ἀπὸ τούτου πάλιν τὸ θερμὸν Παύλου δείκνυται· οὐκ ἀπὸ Ἀνανίου, οὐδὲ ἀπὸ τῶν θαυμαζόντων αὐτὸν ἐκεῖ, ἀλλ ̓ ἀπὸ τῶν ἐν Ἱεροσολύμοις 25 οὐ γὰρ ἦν ὄντως προσδοκίας ἀνθρωπίνης ἐκεῖ.

66

Τοῦ Αὐτοῦ. “Ἐπειρᾶτο,” φησὶ, “ κολλᾶσθαι τοῖς μαθηταῖς·” οὐκ ἀναισχύντως προσῆλθεν, ἀλλ ̓ ὑπεσταλμένως· μαθηταὶ πάντες έκα λοῦντο τότε διὰ τὴν πολλὴν ἀρετήν· ἦν γὰρ ἡ εἰκὼν τῶν μαθητῶν δήλη. ὅρα πῶς ἐφοβοῦντο τοὺς κινδύνους· πῶς ἔτι τὸ δέος αὐτοῖς 30 ἐνήκμαζεν· ἐμοὶ δοκεῖ ὁ Βαρνάβας ἄνωθεν εἶναι αὐτῷ φίλος· ὅρα πῶς οὐδὲν τούτων φησὶν αὐτός· οὐδ ̓ ἂν εἰς τοὺς ἄλλους ἐξήνεγκεν, εἰ μή τις ἀνάγκη γέγονεν αὐτῷ.

27 Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγε πρὸς τοὺς 4 ἐπιλεγόμενος αὐτοῦ Cod.

Αποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδε τὸν Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.

Τοῦ Αὐτοῦ. Βαρνάβας ἐπιεικὴς ἄνθρωπος ἦν· καὶ ὅρα αὐτὸν οὐ πρὸς τοὺς Ἀποστόλους ἀπιόντα διὰ τὸ μετριάζειν, ἀλλὰ πρὸς τοὺς 5 μαθητὰς, ἅτε μαθητὴν ὄντα διὰ τὸ μετριάζειν· οὐκ ἐνομίζετο ἀξιό πιστος εἶναι. Καὶ μετ' ὀλίγα—Υἱὸς δὲ παρακλήσεως οὗτος λέγεται, ὅθεν καὶ εὐπρόσιτος γέγονε τῷ ἀνδρί- χρηστὸς σφόδρα ἦν καὶ τοῦτο καὶ ἐκ τοῦ παρόντος καὶ ἐκ τοῦ κατὰ Ἰωάννην δῆλον γέγονεν· ὅθεν οὗτος οὐκ ἐφοβήθη γοργὸς γὰρ ἦν ὁ ἀνήρ· εἰκὸς 10 αὐτὸν καὶ ἐν Δαμασκῷ ἀκηκοέναι τὰ κατ ̓ αὐτόν.

28 Καὶ ἦν μετ ̓ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἱερουσαλὴμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι Ἰησοῦ 29 τοῦ Κυρίου, ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς

30

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Οἱ μὲν οὖν μαθηταὶ ἐφοβοῦντο αὐτὸν, οἱ δὲ Ἀπόστολοι οὐκ ἐπίστευον αὐτῷ· διὰ τοῦτο αὐτῶν ἐκεῖθεν λύει τὸ δέος· σε ἐλάλει,” φησὶ, “ καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς” τοὺς Ἑλληνιστί, φησὶ, φθεγγομένους· καὶ τοῦτο σφόδρα σοφῶς· ἐκεῖνοι γὰρ οἱ ἄλλοι, οὐδὲ ἰδεῖν αὐτὸν ἠθέλησαν οἱ βαθεῖς Ἑβραῖοι.

Οἱ δὲ ἐπετήρουν ἀνελεῖν αὐτόν. ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.

15

20

Τοῦ Αὐτοῦ. Τῆς σφοδρότητος καὶ τῆς κατὰ κράτος νίκης τεκμήριον τοῦτο· καὶ τῷ σφόδρα λυπεῖσθαι τῷ γεγονότι· φοβη- 25 θέντες λοιπὸν μὴ ταυτὸν γένηται, οἷον ἐπὶ Στεφάνου, ἔπεμψαν αὐτὸν εἰς Καισαρείαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσὸν, ἅμα καὶ κηρύττοντα καὶ ἐν ἀσφαλείᾳ μᾶλλον ἐσόμενον, ἅτε ἐν οἰκείᾳ πατρίδι. ὅρα δὲ πῶς οὐ πάντα χάριτι γίνεται, ἀλλὰ καὶ συγχωρεῖ αὐτοῖς ὁ Θεὸς, καὶ οἰκείᾳ σοφίᾳ οἰκονομεῖν πολλὰ, καὶ ἀνθρωπί- 30 νως· εἰ γὰρ ἐπ ̓ αὐτοῦ τοῦτο γέγονε, πολλῷ μᾶλλον ἐπ ̓ αὐτῶν, ἵνα τῶν ῥαθύμων τὴν πρόφασιν ἐκκόψῃ.

η οἰκία Cod.

« PreviousContinue »