Page images
PDF
EPUB

31

Ἡ μὲν οὖν ἐκκλησία καθ' ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ Κυρίου,

Τοῦ Αὐτοῦ. Τουτέστιν ηὔξησε καὶ τὴν εἰρήνην πρὸς ἑαυτήν ταύτην τὴν ὄντως εἰρήνην· οὐ γὰρ ἂν αὐτοὺς ὁ πόλεμος ἐκάκωσεν 5 ὁ ἔξωθεν.

Καὶ τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος ἐπληθύνετο.

Τοῦ Αὐτοῦ. Παρεκάλει δὲ αὐτοὺς τὸ Πνεῦμα, καὶ διὰ τῶν θαυμάτων, καὶ διὰ τῶν ἔργων· καὶ χωρὶς δὲ τούτων καὶ καθ' ἑαυτο τὸν ἕκαστος.

ΚΕΦ. ΙΔ.

Περὶ Αἰνέας παραλυτικοῦ ἰαθέντος ἐν Λύδδῃ διὰ Πέτρου. 32 Εγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδαν.

15

Τοῦ Αὐτοῦ. Καθάπερ γάρ τις στρατηγὸς περιήει τὰς τάξεις, ἐπισκοπῶν, ποῖον εἴη συγκεκροτημένον μέρος· ποῖον ἐν κόσμῳ ποῖον τῆς αὐτοῦ δεῖται παρουσίας· ὅρα πανταχοῦ αὐτὸν ἐπιτρέχοντα· πρῶτον ὅτε ἑλέσθαι δεῖ τὸν Ἀπόστολον οὗτος πρῶτος· ὅτε θεραπεῦσαι τὸν χωλόν· ὅτε δημηγορῆσαι, αὐτὸς πρὸ τῶν ἄλλων 20 ἐστίν· ὅτε πρὸς τοὺς ἄρχοντας, οὗτος· ὅτε πρὸς Ἀνανίαν· ὅτε ἀπὸ τῆς σκιᾶς αἱ ἰάσεις ἐγένοντο, αὐτὸς ἦν. καὶ θέα· ἔνθα μὲν γὰρ ἦν κίνδυνος, οὗτος· καὶ ἔνθα οἰκονομία· ἔνθα δὲ γαλήνης τὰ πράγματα γέμει, κοινῇ πάντες· οὐκ ἀπαιτεῖ τιμὴν μείζονα· ὅτε θαυματουργῆσαι ἔδει, αὐτὸς προπηδᾷ καὶ ἐνταῦθα πάλιν οὗτος 25 πονεῖ καὶ ταλαιπωρεῖ.

33 Εὗρε δὲ ἐκεῖ ἄνθρωπόν τινα Αἰνέαν ὀνόματι, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραββάτῳ, ὃς ἦν παραλελυμέ 34νος. καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, Αἰνέα", ἰᾶταί σε ὁ Κύριος Ἰησοῦς Χριστός· ἀναστῆθι καὶ στρώσον σεαυτῷ· καὶ 30 35 εὐθέως ἀνέστη· καὶ εἶδον αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδαν καὶ τὸν Σαρωνᾶν, οἵτινες ἐπέστρεψαν πρὸς Κύριον.

[blocks in formation]

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Διατί μὴ ἀνέμεινε τὴν πίστιν τοῦ ἀνδρὸς, μηδὲ ἠρώτησεν εἰ βούλοιτο θεραπευθῆναι; μάλιστα μὲν οὖν καὶ πρὸς πολλῶν παράκλησιν ἐγένετο τὸ θαῦμα· ἄκουε οὖν τὸ κέρδος ὅσον· σε καὶ εἶδον αὐτόν,” φησι, “ πάντες οἱ κατοικοῦντες Λύδδαν,” καὶ τὰ ἑξῆς. ἐπίσημος γὰρ ἦν ὁ ἀνήρ· καλῶς ἔλεγχον δίδωσι 5 τοῦ σημείου· οὐ γὰρ δὴ τῶν νοσημάτων ἀπηλλάττοντο μόνον, ἀλλὰ καὶ τὴν ὑγείαν παρεῖχον καὶ τὴν ἰσχύν· καὶ τότε οὔπω ἦσαν τεκμήρια τῆς οἰκείας παρασχόντες δυνάμεως· ὥστε οὐκ εἰκότως ἀπῄτειτο τὴν πίστιν ὁ ἀνὴρ, ἐπειδὴ οὐδὲ τὸν χωλὸν ἀπῄτησαν καθάπερ οὖν ὁ Χριστὸς ἀρχόμενος τῶν σημείων οὐκ ἀπῄτει πί- ιο στιν, οὕτως οὐδὲ οὗτοι ἐν Ἱεροσολύμοις μὲν γὰρ εἰκότως ἡ πίστις αὐτῶν πρότερον ἐγένετο σε ἵνα ἐρχομένου Πέτρου κἂν ἡ “ σκιὰ ἐπισκιάσῃ τινὶ αὐτῶν.” πολλὰ γὰρ ἐγίνετο ἐκεῖ σημεῖα· ἐνταῦθα δὲ τοῦτο πρῶτον ἐπιβαίνει· τὰ μὲν γὰρ τῶν σημείων ὑπὲρ τοῦ τοὺς ἄλλους ἐπισπάσασθαι ἐγίνετο· τὰ δὲ καὶ ὑπὲρ τῆς τῶν 15 πιστευόντων παρακλήσεως.

66

66

σε

ΔΙΔΥΜΟΥ. Πολλὴν διαφορὰν ἔχει τὸ πραχθὲν ὑπὸ Πέτρου εἰς τὸν ἐπὶ ὅλα ὀκτὼ ἔτη διὰ νόσον χαλεπὴν κατακείμενον, πρὸς τὸ ὑπὸ Ἰησοῦ γενόμενον, εἰς τὸν ὅλα τριάκοντα καὶ ὀκτὼ ἔτη ἐπὶ σκίμπιδος μείναντα διὰ πάρεσιν ἀνίατον. ὁ μὲν γὰρ Πέτρος εἰπὼν, 2ο σε Αἰνέα ἰᾶται σε Ἰησοῦς ὁ Χριστὸς, ἀνάστα, στρῶσον σεαυτῷ,” τὸ σημεῖον εἰργάσατο· Ἰησοῦς δὲ φήσας, “ ἔγειρε, ἆρον τὸν κράσε βαττον σου καὶ περιπάτει,” οἷα Θεὸς τὸ τεράστιον πεποίηκεν. εἶχε δὲ παραλλαγὴν πολλὴν τὰ πρὸς ἑκατέρους εἰρημένα· τῷ μὲν γὰρ ἐλέχθη, σε ἀνάστα, καὶ ἆριν τὸν κράβαττον καὶ περιπάτει 25 ἐμφαίνει γὰρ ἡ πρόσταξις ἰσχὺν πολλὴν σὺν ὑγείᾳ βεβαίᾳ ἐγγε γονέναι τῷ εὐεργετουμένῳ· μάλιστα ὅτι ἐπιφέρεται “ ἀνάστας σε οὖν ἦρε τὸν κράβαττον αὐτοῦ καὶ περιεπάτει.” τῷ δὲ, “ ἀνάστα, σε στρῶσον σεαυτῷ” οὐ γὰρ τοσαύτη ἐμφαίνεται ἰσχὺς τοῦ δυνη θέντος στρῶσαι μετὰ πολλὴν νόσον, ὅσον τοῦ τὸν κράβαττον 30 αἴροντος καὶ περιπατοῦντος· ἐσημειωσάμεθα δὲ ταῦτα, προφάσει τῆς ἀναγωγῆς, ἀλλ ̓ οὐ συγκρίνοντες τὸν Ἰησοῦν Πέτρῳ ὁ μὲν γὰρ ὡς Θεὸς ἐποίει, ὁ δὲ πιστεύων εἰς Θεόν. φησὶ γὰρ, σε ἰᾶταί σε Ἰησοῦς Χριστός...” ὡς ἑκάτερα ταῦτα Χριστοῦ εἶναι ἔργα.

[ocr errors]

66

3 περιπατοῦντας Cod.

66

66

66

36 Ἐν Ἰοππῇ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά διερμηνευομένη λέγεται Δορκάς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Δείκνυσιν ὅτι φερώνυμος ἦν· οὕτως ἐγρη γορυῖα καὶ νήφουσα ὥσπερ δορκάς" πολλὰ γὰρ καὶ οἰκονομικῶς ὀνόματα τίθεται, ὡς πολλάκις πρὸς ὑμᾶς εἴπομεν.

5

ΔΙΔΥΜΟΥ. Σημειωτέον ὅτι καὶ μέχρι γυναικῶν φθάνει τὸ τῶν μαθητριῶν ὄνομα καὶ ἡ ἀξία τῆς ἐπωνυμίας· ἀπέστειλαν δὲ δύο ἄνδρας πρὸς αὐτόν· μᾶλλον ἡ πίστις τῶν πασχόντων τὰς ἰάσεις ἐργάζεται· ἰδοὺ γὰρ καὶ ὧδε οἱ πιστεύσαντες, ὅτι διὰ τῆς τοῦ Πέτρου παρουσίας δύναται ἀναστῆναι νεκρὸς, ἐπέτυχον τοῦ σκό- το που πλὴν οὐχ οἱαδήποτε πίστις συμβάλλεται, ἀλλ ̓ ἡ εἰς τοὺς ὄντας ἁγίους.

Αὕτη πλήρης ἦν ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐχὶ ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ ἀγα- 15 θῶν ἔργων, ὅσα ἐποίει, μετ ̓ αὐτῶν, φησιν, οὖσα· πολλὴ ἡ ταπει νοφροσύνη· οὐχ ὥσπερ ἡμεῖς, ἀλλὰ καὶ κοινῇ πάντες ἦσαν. καὶ ἐποίει καὶ εἰργάζετο.

ΔΙΔΥΜΟΥ. Ἐπεὶ τινὲς ὀκνηρῶς ἔχοντες περὶ τελείας ἀρετῆς ἀνάληψιν, φασὶ μὴ δυνατὸν κατορθοῦσθαι ἀνθρώπῳ βίον ἄληπτον 20 ἐλεγκτέιν αὐτοὺς ἐκ τῆς προκειμένης γραφῆς μαρτυρούσης, ὡς ἄρα ἡ Δορκὰς σε πλήρης πάντων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει,” ὑπῆρχε ἀκολουθεῖ γὰρ τὸν οὕτω κατορθοῦντα, βίον ἔχειν ἀκηλί δωτον· πλήρης δὲ ἐλεημοσυνῶν ὧν ἐποίει, ἥτις εὑρίσκεται· ὅταν διὰ τὸ κοινωνικὸν καὶ Θεοῦ ἐντολὴν ποιῇ αὐτὰς, καὶ μὴ ὅπως θη-25 ρεύσῃ τὸν ἀπὸ τῶν ἀνθρώπων ἔπαινον. τὸ αὐτὸ ἐρεῖς καὶ περὶ τῶν ἄλλων ἀγαθῶν, ὧν πλήρης ἡ ἐπαινουμένη ἄνθρωπος ὑπῆρχεν. 37 Εγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν ἐν τῷ ὑπερῴῳ.

Ορα πανταχοῦ τὰ σημεῖα γινόμενα· ἡμεῖς δὲ αὐτοῖς οὕτω 30 πιστεύομεν ὡς νῦν ὁρωμένοις· οὐχ ἁπλῶς ἀπέθανεν ἡ Ταβιθὰ, ἀλλ ̓ ἐν ἀρρωστίᾳ γενομένη· καὶ οὐκ ἐκάλεσε Πέτρον, ἕως ὅτε ἐτελεύτα· εἶτα ἀποστείλαντες ἔλεγον μὴ ὀκνῆσαι διελθεῖν ἕως αὐτῶν. Καὶ

38

μετ ̓ ὀλίγα—Οὐδαμοῦ κοπετὸς, οὐδαμοῦ θρῆνος· ὅρα πῶς διακαθαίρεται τὰ πράγματα· “ λούσαντες;” φησίν, σε λούσαντες,” φησὶν, “ ἔθηκαν ἐν ὑπερῴῳ”

τουτέστι τὰ ἐπὶ νεκρῷ πάντα ἐποίησαν.

ΔΙΔΥΜΟΥ. Διατί περιέμειναν ἀποθανεῖν; διατί μὴ ἐσκύλη Πέτρος καὶ πρὸ τούτου; ἀνάξιον ἡγοῦντο λοιπὸν φιλοσοφοῦντες, 5 ὑπὲρ τῶν τοιούτων τοὺς μαθητὰς σκύλλειν, καὶ τοῦ κηρύγματος παρασπᾶν· ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, εἴπου ἐν τάξει παρέργου τοῦτο ᾔτουν.

* Τὰ περὶ Ταβιθὰ τῆς φιλοχήρου, ἣν ἤγειρεν ἐκ νεκρῶν ὁ Πέτρος διὰ προσευχῆς ἐν Ἰόππῃ.

10

Ἐγγὺς δὲ οὔσης Λύδδης τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκού σαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄν δρας πρὸς αὐτὸν, παρακαλοῦντες μὴ ὀκνῆσαι διελθεῖν 39 ἕως αὐτῶν. ἀναστὰς δὲ ὁ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστη- 15 σαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ ̓ αὐτῶν οὖσα ἡ Δορκάς.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὐ παρακαλοῦσιν, ἀλλ ̓ ἐπιτρέπουσιν, ἵνα τὴν σωτηρίαν αὐτῇ χαρίσηται· ὅρα ἐλεημοσύνης πόση γίνεται 20 προτροπή.

Τοῦ ΑὐΤΟῦ ἐκ ΤΟΥ͂ ΥΠΟΜΝΗΜΑΤΟΣ ΤΗ͂Σ ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ ΕΠΙΣΤΟΛΕΣ. Ἀπιόντας ἡμᾶς τῶν ἐντεῦθεν, οὐκ ἔνι λαθεῖν τὸν πλοῦ τον πολλάκις δὲ, οὐδ ̓ ἐνταῦθα μένοντας, κατασχεῖν· παρὸν οὕτω πλουτεῖν, ὡς μὴ μόνον ἐνταῦθα ἀλλὰ καὶ ἐκεῖ φαίνεσθαι εὐπορω-25 τάτους· ὁ γὰρ καὶ τὰ χωρία καὶ τὰς οἰκίας καὶ τὸ χρύσιον ἐπὶ τῆς γῆς περιφέρων, ὅπου περ ἂν φανῇ, μετὰ τοῦ πλούτου φαίνε ται τούτου· καὶ πῶς ἔνι τοῦτο γενέσθαι φησίν; ἔνι καὶ μετὰ πλείονος εὐκολίας· ἂν γὰρ εἰς τὸν οὐρανὸν αὐτὰ μεταθῇς διὰ τῆς τῶν πενήτων χειρὸς, ἅπαντα εἰς τὴν σαυτοῦ ψυχὴν μεταθήσεις· κἂν 30 θάνατος ἐπέλθῃ, λοιπὸν οὐδείς σε αὐτὰ ἀφαιρήσεται· ἀλλ ̓ ἀπελεύση κἀκεῖ πλουτῶν· τοιοῦτον εἶχεν ἡ Ταβιθὰ θησαυρόν· διὰ τοῦτο οὐχ ἡ οἰκία αὐτὴν ἐκήρυττεν, οὐδὲ οἱ τοίχοι, οὐδὲ οἱ λίθοι, οὐδὲ οἱ κίονες,

ἀλλὰ σώματα χηρῶν ἐνδεδυμένα, καὶ δάκρυα ἐκχεόμενα, καὶ θάνατος δραπετεύων, καὶ ζωὴ ἐπανιοῦσα· τοιαύτας καὶ ἡμεῖς κατασκευάσωμεν ἑαυτοῖς ἀποθήκας· τοιαύτας καὶ ἡμεῖς κατασκευασῶμεν οἰκίας· οὕτω καὶ τὸν Θεὸν συνεργὸν ἕξομεν, καὶ αὐτοὶ αὐτοῦ συνερ γοὶ ἐσόμεθα· αὐτὸς μὲν γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρή- 5 γαγε τοὺς πενομένους· σὺ δὲ παραχθέντας καὶ γενομένους" οὐκ ἐᾶς διαφθαρῆναι τῷ λιμῷ καὶ τῇ λοιπῇ ταλαιπωρία, θεραπεύων, διορ θούμενος, πάντοθεν ἀνέχων τοῦ Θεοῦ τὸν ναόν· οὗ τί γένοιτ' ἂν ἴσον καὶ εἰς ὠφελείας καὶ εὐδοξίας λόγον.

αν

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ Ἐντεῦθεν δείκνυται ὅσον ἐλεημοσύνη μετὰ το πίστεως συμβάλλεται, ὅτι καὶ τὴν ὧδε καὶ τὴν αἰώνιον προξενεῖ ζωήν.

40 Εκβάλλων δὲ ἔξω πάντας ὁ Πέτρος.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τί δήποτε πάντας ἐκβάλλει; ὥστε μὴ συγχυθῆναι τοῖς δάκρυσι, μηδὲ ταραχθῆναι.

Καὶ θεὶς τὰ γόνατα, προσηύξατο.

15

Τοῦ Αὐτοῦ. Οὐ πάντα μετὰ τῆς αὐτῆς εὐκολίας τὰ σημεῖα ἐποίουν· τοῦτο δὲ αὐτοὺς ὠφέλει· οὐ γὰρ δὴ μόνον τῆς τῶν ἄλλων ἐφρόντιζεν ὁ Θεὸς σωτηρίας, ἀλλὰ καὶ τῆς αὐτῶν· ὁ γὰρ τῇ σκιᾷ τοσούτους θεραπεύων, πῶς τοσαῦτα νῦν ποιεῖ; ἔστι δὲ ὅπου καὶ ἡ 20 πίστις τῶν προσιόντων συνήργει· ταύτην πρώτην νεκρὰν ἀνίστησιν. Τοῦ Αὐτοῦ. Ὅρα τὴν ἐπιτεταμένην εὐχήν.

Καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνάστηθι. ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα 41 τὸν Πέτρον, ἀνεκάθισε· δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν 25 αὐτήν.

Τοῦ Αὐτοῦ. Ορα κατὰ μέρος τὴν ζωὴν, εἶτα τὴν δύναμιν εἰσαγομένην· τὴν μὲν διὰ τοῦ ῥήματος, τὴν δὲ διὰ τῆς χειρός ὅρα πῶς αὐτὴν καθάπερ ἐξ ὕπνου ἐγείρει· πρῶτον ἤνοιξε τοὺς ὀφ θαλμούς· εἶτα ἀπὸ τῆς ὄψεως ἀνεκάθισεν· εἶτα ἀπὸ τῆς χειρὸς 30 τὴν δύναμιν ἔλαβεν· ὅρα τὸν καρπὸν οὐ πρὸς ἐπίδειξιν ὄντα· διὰ τοῦτο καὶ βάλλει πάντας ἔξω· τὸν διδάσκαλον κἀν τούτῳ μιμού

μενος.

η γενομένας Cod.

« PreviousContinue »