Page images
PDF
EPUB

42

Φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.

Τοῦ Αὐτοῦ. Τοῖς μὲν εἰς παράκλησιν, ὅτι παρέλαβον τὴν ἀδελ φὴν, ἢ ὅτι θαῦμα εἶδον ταῖς δὲ, εἰς προστασίαν.

Γνωστὸν δὲ ἐγένετο καθ' ὅλης τῆς Ἰόππης, καὶ πολλοὶς ἐπίστευον ἐπὶ τὸν Κύριον.

Τοῦ Αὐτοῦ. Σημειωτέον ὅτι οὐ μόνοις τοῖς ἀπίστοις ἀλλὰ καὶ τοῖς ἁγίοις ἐγίνετο σημεῖα οἰκονομικῶς· ἵνα ἄλλοι πάλιν πιστεύ σωσιν· ἰδοὺ γὰρ μετὰ τὸ σημεῖον τοῦτο πάλιν πολλοὶ ἐπίστευσαν· ὡς εἶναι πάλιν τὰ σημεῖα τοῖς ἀπίστοις, οἳ οὐκ ἄλλως ἐπίστευ- 10 σαν, εἰ μὴ πάλιν εἶδον σημεῖα τῶν ἁγίων καὶ δίχα τοῦ σημείου πιστευόντων, ὅτι δυνατός ἐστιν ὁ τοῦ Θεοῦ δοῦλος ἀναστῆσαι ἀμετ λητὶ νεκρόν· ἐπεὶ πῶς αὐτὸν μετεστείλαντο ;

43 Εγένετο δὲ ἡμέρας ἱκανὰς * μεῖναι αὐτὸν ἐν Ἰόππῃ παρά τινι Σίμωνι βύρσει.

Ὅρα τὸ ἄτυφον τοῦ Πέτρου· ὅρα τὸ ἐπιεικές· πῶς οὐ παρὰ ταύτῃ μένει, οὐδὲ παρὰ ἄλλῳ τινὶ τῶν ἐπισήμων, ἀλλὰ παρὰ βυρσεῖ διὰ πάντων εἰς ταπεινοφροσύνην ἐνάγων, οὔτε τοὺς εὐτελεῖς αἰσχύνεσθαι ἀφιεὶς, οὔτε τοὺς μεγάλους ἐπαίρεσθαι· ἐδέοντο γὰρ αὐτοῦ τῆς διδασκαλίας οἱ διὰ τὰ σημεῖα πιστεύσαντες.

ΚΕΦ. ΙΕ.

Περὶ Κορνηλίου ὅσα πρὸς αὐτὸν ὁ ἄγγελος εἶπε, καὶ ὅσα πάλιν Πέτρῳ οὐρα νόθεν περὶ κλήσεως ἐθνῶν ἐρρέθη.

I Ανὴρ δέ τις ἐν Καισαρεία ὀνόματι Κορνήλιος, έκατοντάρχης ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς.

15

20

25

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Οὗτος οὐκ ἔστιν Ἰουδαῖος, οὐδὲ τῶν ὑπὸ τὸν νόμον, ἀλλ ̓ ἤδη προειλήφει τὴν ἡμετέραν πολιτείαν· ὅρα δύο πιστεύοντας· ὡς τὸν εὐνοῦχον τὸν ἐπὶ τῆς Γάζης, καὶ τοῦτον· ἐν ἀξιώμασιν ὄντας ἀμφοτέρους· καὶ ὅρα πολλὴν ὑπὲρ τούτων γινομένην σπουδήν. ἀλλὰ μὴ νομίσῃς ὅτι διὰ τὰ ἀξιώματα τίθησιν, 30 ἵνα μείζων ἡ εὐλάβεια δειχθῆ θαυμαστότερον γὰρ ὅταν ἐν πλούτῳ καὶ δυναστείᾳ τις ὢν, τοιοῦτος ἦ· τοῦτό τε ἐκείνου ἐγκώμιον, του σαύτην ἀποδημίαν στέλλεσθαι, καὶ τὸ μηδὲ καιροῦ καλοῦντος· η εἰς om. Cod. * τινάς Cod.

3

καὶ τὸ ἐν ὁδῷ ἀναγινώσκειν, καὶ ἐπὶ ὀχήματος φερόμενον, καὶ τὸ τὸν Φίλιππον παρακαλεῖν, καὶ μυρία ἕτερα.

Πρῶτος οὗτος ἐξ ἀπίστων ἐθνῶν μετετέθη.

2 Εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ.

5

Τοῦ Αὐτοῦ. Ἵνα μὴ νομίσῃς ὅτι διὰ τὸ ἀξίωμα ταῦτα γίνεται, ὅτε Παῦλον ἔδει προσαχθῆναι, οὐδαμοῦ ἄγγελος ἀλλ ̓ αὐτὸς ὁ Κύριος· καὶ οὐ πέμπει αὐτὸν πρὸς μέγαν τινὰ, ἀλλὰ πρὸς εὐτελῆ· ἐνταῦθα δὲ τοὐναντίον τὸν κορυφαῖον ἄγει, καὶ οὐκ αὐτοὺς πέμπει, συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, καὶ εἰδὼς πῶς κεχρή- 10 σθαι δεῖ τοῖς τοιούτοις. σε ανήρ, φησὶν, “ εὐσεβὴς καὶ φοβούμενος “ τὸν Θεὸν σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ” ἀκούσωμεν ὅσοι τῶν οἰκείων ἀμελοῦμεν· οὗτος δὲ καὶ στρατιωτῶν ἐπεμελεῖτο.

66

66

ΣΕΤΗΡΟΥ ΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΟΥ͂ ΠΡΟΣ ΚΩΝΣΤΑΝ ΤΙΟΝ ΑΠΟΣΠΑΤΟΝ, ΕΠΙΣΤΟΛΗΣ. Θεοσεβῶς μὲν βιοῦς, τὴν δὲ τῆς 15 θεοσεβείας θύραν ἀγνοῶν Ἰησοῦν τὸν μέγαν Θεὸν, τὸν ἐν εὐαγ γελίοις μεγαλοφώνως βοήσαντα ἐγώ εἰμι ἡ θύρα· δι ̓ ἐμοῦ ἐάν τις εἰσέλθῃ σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει” καὶ δὴ καὶ ἀπέστελλεν αὐτῷ τῶν οἰκείων λειτουργῶν ἄγγελον ἕνα, πρὸς τὸ τῆς ἀληθείας φῶς ποδηγήσαντα, καὶ 20 υποσημανοῦντα τὴν τῆς σωτηρίας ὁδόν.

[ocr errors]

66

ΙΣΙΔΩΡΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ. Οὐδὲν ὀνίνησι νηστεία τοὺς ὑγιέσι μὴ προσέχοντας ὅροις· ὅσῳ γὰρ τοῦ σώματος ἡ ψυχὴ προτερεύει, τοσοῦτον πολιτείας δόγματα προκρίνεται εὐσεβείας.

Ποιῶν ἐλεημοσύνας πολλὰς τῷ λαῷ, καὶ δεόμενος 25 τοῦ Θεοῦ διαπαντός.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Μέγα καὶ τοῦτο τὸ ἐλεημοσύνας ποιεῖν καὶ εὐχὰς, καὶ δίκαιον εἶναι ἐν ἀρχῇ τοιαυτῇ· διὰ τοῦτο τὸν ἄνδρα ποιεῖ γνώριμον καὶ δῆλον, ἵνα μήτις εἴπῃ ὅτι ψεύδεται τῶν γραφῶν ἡ ἱστορία· “ ἐκ σπείρης,” φησὶ, “ τῆς καλουμένης Ἰταλικῆς” 30 σπεῖρα δέ ἐστιν ὁ καλοῦμεν νυνὶ νούμερον.

Εἶδεν ἐν δράματι φανερῷ, ὡς περὶ ὥραν ἐνάτην τῆς ἡμέρας, ἄγγελον τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε.

ν ἀπὸ ὕπατον Cod.

4

Διατί βλέπει τὸν ἄγγελον; καὶ τοῦτο εἰς πληροφορίαν Πέ τρου· μᾶλλον δὲ οὐκ ἐκείνου, ἀλλὰ τῶν ἄλλων τῶν ἀσθενεστέρων ἐνάτη ὥρα, ὅτε φροντίδων ἠφίετο καὶ ἐν ἡσυχίᾳ ἦν· ὅτε ἐν εὐχαῖς ἦν καὶ κατανύξει.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Καὶ τὰ δόγματα καὶ ὁ βίος αὐτῷ διόρ- 5

θωτο.

απ

Τοῦ Αὐτοῦ. Ὅρα τὸν ἄγγελον οὐκ εὐθέως λέγοντα ἃ λέγει, ἀλλὰ πρότερον αἴροντα αὐτοῦ τὴν διανοίαν καὶ μετεωρίζοντα. ἀπὸ τῆς ὄψεως φόβος ἐγένετο, ἀλλὰ φόβος σύμμετρος, ὅσον ἐπιστρέ ψαι μόνον· εἶτα καὶ τὰ ῥήματα τὸν φόβον ἔλυσεν· ὁ φόβος διή- το γειρεν· ὁ ἔπαινος τοῦ φόβου τὸ τραχὺ κατεμάλαξεν.

Ὁ δὲ ἀτενίσας αὐτῷ καὶ ἔμφοβος γενόμενος εἶπε, τί ἐστι, κύριε ; εἶπε δὲ αὐτῷ· αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ Θεοῦ.

15

Τοῦ Αὐτοῦ. Ὅρα μέχρι που προβαίνει ἡ ἐλεημοσύνη· τὸν οὐρανὸν τοῦ οὐρανοῦ· καὶ αὐτῷ παρίσταται τῷ θρόνῳ τῷ βασιλικῷ. Καὶ μετ ̓ ὀλίγα—Καὶ ἡ μὲν αἰσθητὴ εὐωδία οὐδὲ τὸ πολὺ διατέμνει τοῦ ἀέρος· αὕτη δὲ αὐτὰς ἀνοίγει τῶν οὐρανῶν τὰς ἀψίδας· καὶ σὺ μὲν σιγᾶς, τὸ δὲ ἔργον βοᾷ καὶ γίνεται θυσία αἰνέσεως, οὐ 20 δαμάλεως σφαττομένης οὐδὲ δέρματος καιομένου, ἀλλὰ ψυχῆς πνευματικῆς τὰ παρ ̓ ἑαυτῆς εἰσφερούσης· φιλανθρωπίας γὰρ πάσης τοιαύτη θυσία εὐδοκιμώτερα.

66

ΣΕΥΗΡΙΑΝΟΥ ΓΑΒΑΛΩΝ. Ἐπειδὴ εἶδεν ὁ τῆς ἀληθείας ὀφθαλμὸς, ὁ μέγας κριτὴς, ὅτι καλὰ μὲν τὰ ἔργα, νεκρὰ δέ ἐστι, πί- 25 στιν οὐκ ἔχοντα· ἀποστέλλει βραβεύοντα τοῖς ἔργοις ἄγγελον ὥστε τοὺς καλῶς ἀθλοῦντας στεφανῶσαι τῇ πίστει, ὡς φησὶν ὁ ἄγγελος" σε Κορνήλιε, αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου σε ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ.” εἰ τοίνυν εἰσηκού σθη ἡ δέησις, καὶ αἱ ἐλεημοσύναι ἀνέβησαν, τί μοι τὸ λεῖπον 30 εἰς δικαιοσύνην; ἀλλὰ πέμψον εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς ἐλθὼν λαλήσει σοι ῥήματα, ἐν οἷς σωθήσῃ συ καὶ πᾶς ὁ οἶκός σου· οὐκοῦν οὐκ εἶχε τὰ ἔργα σωτηρίαν· εἰ γὰρ ἐξ ὧν κηρύσσει Πέτρος σώζεται, οὐκ εἶχεν

EL

66

οὐδέπω ἐκ τῶν ἔργων τὴν σωτηρίαν, ἕως αὐτῷ τοῖς ἔργοις ἐβρά βευσεν ἡ πίστις· διὰ τοῦτο καὶ Πέτρος ἐλθὼν ἐκ τῆς Ἰόππης, καὶ θεασάμενος τοῦ Θεοῦ τὴν χάριν ἐκχυθεῖσαν ἐν τοῖς τότε νενομισμένους ἀλλοφύλοις, ἐπιγνώμων γενόμενος τῆς τοῦ Θεοῦ κρίσεως λέγει, σε ἐπ' ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστι προσωπο-5 “ λήπτης ὁ Θεὸς, ἀλλ ̓ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν.” οὐκ εἶπεν, ἐν παντὶ ἔθνει ὁ ποιῶν δικαιοσύνην σώζεται, ἀλλὰ “ δεκτός ἐστιν” τούτεστι ἄξιος γίνεται τοῦ δεχθῆναι· δεῖ τοίνυν προλάμπειν τῶν ἔργων τὴν πίστιν, καὶ ἀκολουθεῖν τῇ πίστει τὰ ἔργα· μήτε τὴν πίστιν ὑβρία το ζέτω τῇ ἀκαρπίᾳ· μήτε τὰ ἔργα ὑβριζέτω τῇ ἀπιστίᾳ.

[ocr errors]

66

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι ἐκτενῶς καὶ καθαρῶς συνειδότι, δεόμενος τοῦ Θεοῦ καὶ ποιῶν ἐλεημοσύνας, οὐ μένει οὕτως, ἀλλ ̓ ὁ Θεὸς, δι ̓ ὀπτασίας ἀγγέλου ἢ ἀνθρώπου θεοσεβοῦς, δείκνυσι τὴν ἀληθῆ πίστιν, δι ̓ ἧς τις σώζεται· ὥστε οὖν ἐν ᾧ τις ἀγνοεῖ τόδε 15 ἢ τόδε τὸ πρᾶγμα, εἰ Θεῷ ἀρέσκον ἐστὶν ἢ οὐ, ὀφείλει ἐκτενῶς δεηθῆναι τοῦ Θεοῦ, καὶ ἀποκαλύπτεται αὐτῷ τὸ ἀληθές· μάλιστα δὲ εἰ περὶ τὴν πίστιν ἀπορεῖ, τὸ πῶς δεῖ φρονεῖν ἢ τίνι πιστεῦ σαι· διότι πολλαὶ εἰσὶν αἱρέσεις ἐν τοῖς δοκοῦσιν εἶναι Χριστιανοῖς. οὕτως λέγουσι καὶ τὸν ἐν ἁγίοις πατέρα καὶ ἐπίσκοπον Γρη- 20 γόριον, δι ̓ ὀπτασίας νύκτωρ κατηχηθῆναι τὸ μυστήριον τῆς Τριάδος ὅπως δεῖ φρονεῖν.

66

Ταύτας ζητῶμεν τὰς ἀρετὰς, αἳ μετὰ τῆς ἡμετέρας σωτηρίας καὶ τοὺς πλησίον τὰ μέγιστα ὠφελῆσαι δυναιντ ̓ ἄν· τοιοῦτον ἐλεημοσύνη· τοιοῦτον εὐχή· μᾶλλον δὲ καὶ αὐτὴ παρ ̓ ἐκείνης 25 δυνατὴ καὶ ὑπόπτερος γίνεται· “ αἱ εὐχαὶ γάρ σου;” φησὶν, σε καὶ σε αἱ ἐλεημοσύναι ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ” οὐκ εὐχὴ δὲ μόνον, ἀλλὰ καὶ νηστεία ἐνταῦθα τὰ νεῦρα ἔχει· καν νηστεύῃς χωρὶς ἐλεημοσύνης, οὐδὲ νηστεία τὸ πρᾶγμα λογίζεται, ἀλλὰ γαστριζομένου καὶ μεθύοντος χείρων ὁ τοιοῦτος· καὶ τοσούτῳ 30 χείρων, ὅσῳ τρυφῆς ὠμότης χαλεπώτερον· καὶ τί λέγω νηστείαν ; κἂν σωφρονῆς καὶ παρθενεύῃς, ἐκτὸς ἕστηκας τοῦ νυμφῶνος, ἐλεη μοσύνην οὐκ ἔχων.

5 Καὶ νῦν πέμψον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι 6 Σίμωνά τινα, ὃς ἐπικαλεῖται Πέτρος οὗτος ξενίζεται

7

παρά τινι Σίμωνι βυρσεῖ, ᾧ ἐστιν ἡ οἰκία παρὰ θάλασσαν. οὗτος λαλήσει σοι τί σε δεῖ ποιεῖν.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα μὴ ἐπ' ἄλλον ἔλθωσι· οὐκ ἀπὸ τοῦ ἐπωνύμου μόνον, ἄλλα καὶ ἀπὸ τοῦ τόπου δηλοῖ τὸν ἄνδρα.

Τοῦ ΑὐΤΟΥ͂. Ἴδετε πῶς τὰ ἀνακεχωρημένα τῶν πόλεων ἐδιώ-5 κων οἱ Ἀπόστολοι ἐρημίας ὄντες φίλοι καὶ ἡσυχίας. τί οὖν εἰ συνέβη καὶ ἄλλον εἶναι; ἴδον ἔστι ἄλλο σημεῖον τὸ παρὰ θάλασσαν οἰκεῖν· οὐκ εἶπε διατί· ἵνα μὴ ἐκλύσῃ αὐτὸν ἐν ἐπιθυμίᾳ καὶ πόθῳ τῆς ἀκροάσεως γενέσθαι.

Ὡς δὲ ἀπῆλθεν ὁ ἄγγελος ὁ λαλῶν τῷ Κορνηλίῳ, το φωνήσας δύο τῶν οἰκετῶν αὐτοῦ, καὶ στρατιώτην εὐ σεβῆ τῶν προσκαρτερούντων αὐτῷ,

Τοῦ Αὐτοῦ. Ὁρᾶς οὐχ ἁπλῶς ταῦτα φησὶν, ὅτι οἱ προσκαρτ τεροῦντες αὐτῷ τοιοῦτοι ἦσαν.

8 Καὶ ἐξηγησάμενος αὐτοῖς ἅπαντα, ἀπέστειλεν αὐτοὺς 15 εἰς τὴν Ἰόππην.

ΑΜΜΩΝΙΟΥ. Σημειωτέον ὅτι οὐκ ἐμποδίζει ἡ στρατεία πρὸς θεοσέβειαν· κἀκεῖνο δὲ, ὅτι οὐκ ἀτάκτους οὐδὲ ἀσεβεῖς, ἀλλὰ θεοσεβεῖς ἔπεμψε πρὸς τὸν Πέτρον ὁ Κορνήλιος· καὶ ὅτι καὶ τοῦτο င် δεῖγμα ἦν τῆς αὐτοῦ ὁσιότητος, τὸ συγκολλᾶσθαι καὶ ἔχειν ἐγγὺς 20 ἑαυτοῦ θεοσεβεῖς ἄνδρας, διὰ τὸ “ μετὰ ὁσίου ὅσιος ἔσῃ,” καὶ τὰ ἑξῆς.

66

Τοῦ Αὐτοῦ. Ὅρα τὸ ἄτυφον· οὐ γὰρ εἶπε, καλέσατέ μοι Πέτρον, ἀλλ ̓ ὥστε καὶ πεῖσαι ἐξηγήσατο ἅπαντα· τοῦτο οίκονομικῶς· οὐ γὰρ ἠξίου ἀπὸ τοῦ ἀξιώματος αὐτὸν μεταπέμψασθαι 25 διὰ τοῦτο ἐξηγήσατο· οὕτω μέτριος ἦν ὁ ἀνήρ· καίτοι οὐδὲν μέγα ἦν φαντασθῆναι περὶ ἀνδρὸς καταγομένου παρὰ βυρσεῖ.

9 Τῇ δὲ ἐπαύριον ὁδοιπορούντων αὐτῶν καὶ τῇ πόλει ἐγγιζόντων, ἀνέβη Πέτρος ἐπὶ τὸ δῶμα προσεύξασθαι, περὶ ὥραν ἐνάτην.

Τοῦ Αὐτοῦ. Ὅρα πῶς τοὺς καιροὺς συνάγει τὸ Πνεῦμα· οὔτε θᾶττον οὔτε βραδύτερον τοῦτο ποιεῖ γενέσθαι.

Τουτέστι κατ' ἰδίαν καὶ ἐν ἡσυχίᾳ, ὡς ἐν ὑπερῴῳ.

30

« PreviousContinue »