Page images
PDF
EPUB

10 Εγένετο δὲ πρόσπεινος, καὶ ἤθελε γεύσασθαι· παρασκευαζόντων δὲ αὐτῶν, ἐγένετο ἐπ' αὐτὸν ἔκστασις,

Τί ἔστιν ἔκστασις; μᾶλλον πνευματική τις ὡσανεὶ θεωρία γέγονεν αὐτῷ τοῦ σώματος· ὡσανεὶ εἴποι τις, ἐξέστη ἡ ψυχή.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ἡ ἔκστασις δηλοῖ καὶ τὴν ἐπὶ θαυμασμῷ 5 ἔκπληξιν, καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ἐπὶ τὰ πνευματικὰ ποδηγούμενον. ἀμέλει ἐκστὰς Πέτρος ἀπήγγειλεν ἃ εἶδε καὶ ἤκουσε. καὶ προσέτι τίνος ἦσαν σύμβολα· οὐκ ἄρα κατὰ τοὺς Φρύγας οἱ προφῆται ὑπὸ τοῦ Πνεύματος κατεχόμενοι ἐν παραφροσύνῃ εἰσὶν, ἀγνοοῦντες τί μὲν φθέγγονται, τί δὲ πράττουσι το δείκνυται δὲ τῷ κορυφαίῳ τῶν Ἀποστόλων διὰ τῆς ὀθόνης τὸ καθαρὸν τῆς Ἐκκλησίας διὰ τῶν τεσσάρων ἀρχῶν· τῶν εὐαγγελίων τὸ σωτήριον κήρυγμα, τὸ συνέχον τὴν Ἐκκλησίαν εἰς μίαν ἑνότητα πίστεως· διὰ δὲ τῶν θεωρηθέντων, τὸ ἐκ παντὸς ἔθνους διὰ τοῦ βαπτίσματος πεπληρῶσθαι τὴν Ἐκκλησίαν ἁγίων ἅμα καὶ 15 ἁμαρτωλῶν.

γας

ΔΙΔΥΜΟΥ. Οἱ τὰς φύσεις εἰσάγοντες ἑτερόδεκτοι, φασὶν ἀνεπιδέκτους εἶναι σωτηρίας τοὺς ἀνθρώπους ἐκείνους τοὺς διὰ φανλότητα ἤθους, κύνας καὶ χοίρους καλουμένους· οἷς τὸ ἅγιον δι δόναι καὶ τοὺς μαργαρίτας τοὺς θείους ἀπεῖπεν ὁ σωτήρ· πρὸς τούτοις τοὺς φύσει κακοὺς λέγουσι τοὺς εἰρημένους λύκους ἅρπακαὶ ἀλώπεκας, καὶ πάντας ἀπαξαπλῶς τοὺς ὀνόμασιν ἀλόγων ζώων δηλουμένους· ἐλεγκτέον οὖν αὐτοὺς ὡς οὐδεὶς ἐκείνων κατὰ φύσιν, ἀλλὰ κατὰ πρόθεσίν ἐστι κακὸς, ἐκ τῆς ἐγκειμένης ὀπτασίας. τὸν γὰρ Πέτρον διδάξαι βουλόμενος ὁ Θεὸς μηδένα ἄνθρω- 25 που παραιτεῖσθαι ὡς κοινὸν ἢ ἀκάθαρτον ὄντα, σκεῦος ἐμφερές τι ὀθόνης ἐκ τοῦ οὐρανοῦ τέσσαρσιν ἀρχαῖς καθῆκεν ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ γένη τῶν ἀλόγων ζώων· ἀφ ̓ ὧν θύσας φαγεῖν ὁ Πέτρος προσετάττετο· ὁ δὲ ἀκμὴν ἐμμένων ἐν τῇ Ἰουδαϊκῇ συνηθεία, αἰσθητὰ νομίσας τὰ ὁρώμενα, παρῃτήσατο εἰπὼν, κοινὸν 30 ἢ ἀκάθαρτον μηδέποτε βεβρωκέναι· ταῦτα αὐτοῦ εἰρηκότος, ὁ χρησμὸς πρὸς αὐτόν· “ ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου” ἀφ ̓ οὗ καὶ γνῶσιν λαβὼν, ὡς περὶ ἠθῶν ἀνθρώπων τούτων εἰρημένων, εἶπε δεδειχέναι αὐτῷ τὸν Θεὸν, ὡς οὐδεὶς κατὰ φύσιν ἀκάθαρτος ἀνθρώ πων· διὸ καὶ ἀναντιρρήτως ἀπαντῆσαι πρὸς τὸν Κορνήλιον, ὠφελη

66

ων

θῆναι θέλοντα σὺν παντὶ τῷ οἴκῳ τὴν εὐαγγελικὴν διδασκαλίαν ὅθεν ἐπιδέδεικται τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ πετεινὰ ἀναφορὰν ἔχοντα εἰς τὰς ἀνθρώπων καταστάσεις ὑπὸ Θεοῦ χαριστ θέντα· οὐ διὰ φύσιν ἀντιπράττουσαν, τὸ ἅγιον ἢ τοὺς μαργα ρίτας κεκώλυται κυσὶν ἢ χοίροις διδόναι· ἀλλὰ διὰ προαίρεσιν 5 χειρίστην ἣν καταλεῖψαι δυνατὸν, μηκέτι κύνα ἢ χοῖρον ὄντα. ἡ Συροφοινίκισσα γοῦν γυνὴ διὰ πίστιν ἐκ κυνὸς ἄνθρωπος γέγονεν· ὅθεν καὶ τὸν ἄρτον τῶν τέκνων παρέσχεν αὐτῇ ὁ Ἰησοῦς.

66

[ocr errors]

66

μα

10

Εγένετο δὲ ἐπ' αὐτόν,” φησιν, “ ἔκστασις, καὶ θεωρεῖ τὸν οὐ σε ρανὸν ἀνεῳγμένον” Οἱ γυναικῶν παραπαιουσῶν ἑλόμενοι εἶναι θηταὶ, οὗτοι δέ εἰσιν οἱ ἀπὸ τῆς Φρυγίας, φασὶ τοὺς προφήτας χομένους ὑπὸ τοῦ Ἁγίου Πνεύματος μὴ παρακολουθεῖν ἑαυτοῖς παραφερομένοις κατὰ τὸν τῆς προφητείας καιρόν. δοκοῦσι δὲ ἀπόδειξιν ἔχειν ταύτης τῆς κακοδοξίας ἐκ τῆς προκειμένης γραφῆς λεγού σης ἐξεστακέναι τὸν Πέτρον ἀλλ ̓ ἴστωσαν οἱ ἠλίθιοι, οἱ ἀληθῶς 15 παραπαίοντες, ὡς πολλὰ σημαίνει ἡ λέξις αὕτη. δηλοῖ γὰρ καὶ τὴν ἐπὶ θαυμασμῷ ἔκπληξιν· καὶ τὸ ἔξω τῶν αἰσθητῶν γενέσθαι, ποδη γούμενον ἐπὶ τὰ πνευματικά· καὶ τὸ παρακόπτειν· ὅπερ οὐ λεκτέον οὔτε ἐπὶ Πέτρου, οὔτε τῶν προφητῶν· ἀλλὰ τὰ ἄλλα ἐκ τῆς λέξεως σημαινόμενα· ἀμέλει γοῦν ὁ ἐκστὰς Πέτρος παρηκολούθει, 20 ὡς ἀπαγγέλλειν ἃ εἶδε καὶ ἤκουσε, καὶ τίνος σύμβολα τὰ δειχ θέντα ἦν. Ταῦτα καὶ περὶ τῶν προφητῶν πάντων ἐρεῖς παρακολουθούντων οἷς ἔλεγον τὰ θεωρούμενα· σοφοὶ γὰρ ἦσαν νοοῦντες ἀπὸ τοῦ ἰδίου στόματος ἃ προέφερον· τοῦ Κυρίου μετὰ τὴν ἀνάστασιν φανερῶς ἐντειλαμένου μαθητεῦσαι πάντα τὰ ἔθνη ἢ πῶς 25 οἱ ἐν Ἱεροσολύμοις Ἀπόστολοι ἀκούσαντες τὰ κατὰ τὸν Κορνήλιον, διεκρίνοντο πρὸς τὸν Πέτρον πάνυ μὲν οὖν ἐδεῖτο τῆς περὶ τῶν ἐθνῶν θείας ἀποκαλύψεως ὁ τῶν Ἀποστόλων ἔξαρχος Πέτρος ὁ πανάγιος· οὐ γὰρ ἐγίνωσκεν ὅτι περιτομῆς καὶ ἀκροβυστίας οὐκ ἔστι διαστολὴ κατὰ τὴν πίστιν οὔτε μὴν ᾔδει σαφῶς ὅτι δίχα 30 τῆς κατὰ νόμον φαινομένης λατρείας μαθητευθῆναι τὰ ἔθνη ὁ Κύριος εἶπεν, ἕως οὗ τῆς ἀπορρήτου βουλῆς αὐτοῦ καὶ ἀποκαλύψεως ἐφανέρωσε τὸ μυστήριον διά τε τοῦ κατὰ τὴν σινδόνα

Z.

z In marg. sec. m. πῶς ἐδεῖτο ὁ Πέτρος τὸ κυθὰ τοῦ Κορνηλίου ἀποκαλύψεως τὰ ἔθνη.

u

παραδείγματος πείσας, διά τε τῆς ἴσως τὴν πίστιν δοθείσης καὶ τοῖς ἔθνεσι χάριτος τοῦ Ἁγίου Πνεύματος, ὡς οὐκ ἔστιν ἐν Χριστῷ διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος· ὅπερ καὶ οἱ ἐν Ἱεροσολύμοις ἀγνοοῦντες Ἀπόστολοι διεκρίνοντο πρὸς αὐτὸν, ἕως ἔμαθον καὶ αὐτοὶ τὸν ἐν ἀποκρύφοις πλοῦτον τῆς ἐπὶ πάντας ἀνθρώπους θείας 5 χρηστότητος. θείας γὰρ ζωῆς καὶ καινῆς λατρείας παρὰ τὴν νομικὴν εἰσαγωγὴν, καὶ ψυχῆς ἑκουσίως σώματος ἑαυτὴν ἀπολυούσης καταγνώμην ὑπῆρχε διδαχῇ, καὶ ἄλλης ἀρχὴ θειοτέρας γενέσεως ὑποτύπωσις ἡ τοῦ κηρύγματος χάρις· καὶ διὰ τοῦτο τῆς τοῦ προστάξαντος ἔχρηζον ἐφ' ἑκάστῳ λόγῳ διδαχῆς οἱ ταύτην το πιστευθέντες τὴν διακονίαν· εἰ δέ τῳν μὴ δοκῶ τοῦ δέοντος εἶναι περιεργότερος, πᾶς λόγος θείας ἐντολῆς δεῖται πάντως τοῦ ἐπ ̓ αὐτῷ πρὸς ἐνέργειαν ὁρισθέντος τρόπου διδαχῆς καὶ ἀποκαλύψεως· οὐ γάρ ἐστι τὸ παράπαν τὸ διαγινῶσκον τόν τινος λόγου τρόπον χωρὶς τοῦ φαμένου τὸν λόγον ἀποκαλύψεως· ὅπερ εἰδὼς καὶ ὁ 15 πανεύφημος Πέτρος, λαβὼν ἤδη παρὰ τοῦ Κυρίου τὸν περὶ τῶν ἐθνῶν τοῦ κηρύγματος λόγον, οὐκ ἐνεχείρησεν· ἀναμένων διδαχθῆς ναι παρὰ τοῦ δόντος τὸν λόγον, του λόγου τὸν τρόπον.

11 Καὶ θεωρεῖ τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ καταβαῖνον σκεῦός τι, ὡς ὀθόνην μεγάλην,

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Σύμβολον τῆς οἰκουμένης ἁπάσης ὁ ἄνθρωπος ἀκρόβυστος ἦν· οὐδὲ γὰρ κοινὸν εἶχε πρὸς Ἰουδαίους· ἔμελλον αὐτοῦ κατηγορεῖν ἅπαντες ὡς παραβάτου· τοῦτο πάνυ αὐτοῖς προσίστατο· ὅρα οὖν τί οἰκονομεῖται, ἵν ̓ ἔχῃ ἀπολογίαν πρὸς τοὺς ἐγκαλοῦντας, ὅ τι καὶ ἀντεῖπε· πάνυ γὰρ αὐτοὺς ἔδει 25 τὸν νόμον φυλάττειν. εἰς ἔθνη ἐπέμπετο· ἵνα οὖν μὴ καὶ οὗτοι αὐτοῦ κατηγορήσωσιν, ὅρα πόσα οἰκονομεῖται· ἵνα γὰρ μὴ δόξῃ φαντασιά τις εἶναι, εἶπον, φησί, σε μηδαμῶς Κύριε.

66

ΕΞΑΓΡΙΟΥ. Αἱ τέσσαρες ἀρχαὶ τὰ τέσσαρα στοιχεῖα δηλοῦσι, καὶ τὸ φανὲν σκεῦος τὸν παχύτερον κόσμον σημαίνει· καὶ τὰ διά- 30 φορα ζῶα τῆς τῶν ἀνθρώπων ἐστὶ καταστάσεως σύμβολα.

12 Τέσσαρσιν ἀρχαῖς δεδεμένον, καὶ καθιέμενον ἐπὶ τῆς γῆς· ἐν ᾧ ὑπῆρχε πάντα τὰ τετράποδα· καὶ τὰ θηρία,

[blocks in formation]

καὶ τὰ ἑρπετὰ τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ πετεινὰ τοῦ οὐ

ρανοῦ.

Τέσσαρσιν εὐαγγελίοις δεδεμένην τὴν Ἐκκλησίαν, ἐν ᾗ ὑπῆρχε πάντα τὰ ἔθνη.

13 Καὶ ἐγένετο φωνὴ πρὸς αὐτὸν, ἀναστὰς, Πέτρε, θῦ- 5 14σον καὶ φάγε. ὁ δὲ Πέτρος εἶπε, μηδαμῶς, Κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον.

Τε

Ἴσως ἐπὶ γόνατα κείμενος εἶδε τὴν ὀπτασίαν· ἐμοὶ δοκεῖ καὶ κήρυγμα τοῦτο ὅτι θεῖον ἦν τὸ γενόμενον· τό τε ἄνωθεν ἰδεῖν, τό τ ἐν ἐκστάσει γενέσθαι, καὶ τὸ φωνὴν ἐκεῖθεν ἥκειν, καὶ τὸ τρὶς το ὁμολογῆσαι ὅτι ἀκάθαρτα ἦν, καὶ τὸ ἐκεῖθεν ἥκειν, καὶ τὸ ἐκεῖ ἀνασπασθῆναι μέγα δεῖγμα καθαρότητος. διατί δὲ καὶ τοῦτο γίνεται ; διὰ τοὺς μετὰ ταῦτα, οἷς μέλλει ἐξηγεῖσθαι· ἐπεὶ αὐτὸς ἤκουσεν, ὅτι “ εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε εἰ γὰρ καὶ περιτομῆς ἐδεήθη καὶ θυσίας ὁ Παῦλος, πολλῷ μᾶλλον τότε, ἐν ἀρχῇ τοῦ 15 κηρύγματος ἀσθενεστέρων ὄντων αὐτῶν.

66

A

ΤΟΥ ΑΓΙΟΥ ΕΠΙΦΑΝΙΟΥ Επισκόπου Κύπρου ΕΚ ΤΟΥ͂ Α ΒΙΒΛΙΟΥ ΤΩΝ ΠΑΝΑΡΙΩΝ ΚΑΤΑ ἘΒΙΩΝΑΙΩΝ. Εὑρεθήσεται ἐκ δύο τρόπων τῆς ἀληθείας ἡ σύστασις· εἰ μὲν γὰρ ἐροῦσι κατὰ πάντων τῶν βρωμάτων διεξεληλυθέναι λόγον τὸν ἅγιον Πέτρον, καὶ λέγειν ὅτι 20 οὐδέποτε κοινὸν ἢ ἀκάθαρτον, ὡς καὶ βόας καὶ αἶγας, καὶ πρός βατα καὶ ὄρνις κοινὰ λέγεσθαι παρ' αὐτῷ, εὐθὺς ἐλεγχθήσονται ἐκ τῆς προτέρας αὐτοῦ ἀναστροφῆς· μετὰ γὰρ τὸ γῆμαι, καὶ τέκνα κεκτῆσθαι, καὶ πενθερὰν ἔχειν, συνέτυχε τῷ Σωτῆρι ἐξ Ἰου δαίων ὁρμωμένος· Ἰουδαῖοι δὲ καὶ σάρκας ἐσθίουσι, καὶ κρεω- 25 φαγία παρ' αὐτοῖς οὐκ ἔστι βδελυκτὴ, οὐδὲ ἀπηγόρευται· ἄρα οὖν αὐτοῦ βεβρωκότος ἀπ ̓ ἀρχῆς, εἰ καὶ εὐθέως τοῦ συναντῆσαι τῷ Σωτῆρι εἴποιμεν, δειχθήσεται ὅτι οὐδὲν ἡγήσατο κοινὸν τῶν οὐ κοινῶν λεγομένων· καὶ γὰρ οὐ κατὰ πάντων ἀπεφήνατο τὸ κοινὸν καὶ ἀκάθαρτον, ἀλλὰ περὶ ὧν ἔλεγεν ὁ νόμος κοινῶν καὶ ἀκαθάρ-30 των· πάλιν δὲ τούτου δειχθέντος, ὅτι οὐ περὶ πάντων κρεῶν ἔλεγεν ὡς κοινῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ κοινῶν τε καὶ ἀκαθάρτων, ὁ Θεὸς τῆς ἁγίας Χριστοῦ Ἐκκλησίας τὸν χαρακτῆρα παραδοὺς, ἔλεγεν αὐτῷ μηδὲν κοινὸν ἡγεῖσθαι· πάντα γὰρ αὐτῷ ἐστι καθαρὰ

μετὰ εὐχαριστίας καὶ εὐλογίας Θεοῦ λαμβανόμενα· ἀλλ ̓ εἰ καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν τὸ αἴνιγμα, ἵνα μὴ ἡγήσηται τοὺς ἐν ἀκροβυστίᾳ κοινοὺς ἢ ἀκαθάρτους, ὅμως ὁ λόγος τοῦ Πέτρου οὐ περὶ ἀνθρώπων εἶχε τὴν ἔμφασιν, ἀλλὰ περὶ τῶν ἐν τῷ νόμῳ ἀπηγορευμένων, ὡς καὶ παντὶ σαφὲς ἂν εἴη.

ΑΜΜΩΝΙΟΥ. Μᾶλλον ἢ πάντα ἀκάθαρτα ἦν ἐν τῷ σκεύει τῷ ὀθονοειδεῖ, ἢ δεικτικῶς ἡ φωνὴ αὐτῷ ἐσήμανεν ἐκ τῶν ἀκαθάρτων φαγεῖν· ἢ καὶ κοινῷ ὀνόματι ἀορίστως εἰποῦσα ἡ φωνὴ, ἀναστὰς, φάγε ὃ δοκεῖ σοι ἐκ τῶν φαινομένων, ἐποίησε τὸν Πέτρον εἰπεῖν,

[ocr errors]

5

σε μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινόν” “ τοῦτο δὲ το ἐγένετο ἐπὶ τρίς.”

66

15 Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτὸν,

66

66

Τοῦ Ἁγίου ΚΥΡΙΛΛΟΥ ΕΚ ΤΟΥ͂ ΔΕΥΤΕΡΟΥ ΤΕΥΧΟΥΣ ΤΩ͂Ν ΚΑΤΑ ἸΟΥΛΙΑΝΟΥ͂. Τοῦ θεσπεσίου Πέτρου ἐπὶ τοῖς Ἰουδαίοις ἔθεσιν ἐμφιλοχωρεῖν ἐθέλοντος, καὶ οἷον ὀκνοῦντος ἰέναι πρὸς τὰ βελτίω, 15 διὰ τὸ ἡττῆσθαι δεινῶς τῇ περὶ τοὺς τύπους αἰδοῖ, καθίησι τὴν ὀθόνην ἐξ οὐρανοῦ Θεὸς, ἐγγεγραμμένων αὐτῇ τῶν ζώων, ἃ ταῖς τοῦ νόμου ψήφοις αἰνιγματώδως μὲν, ὡς ἔφην, πλὴν ὡς βέβηλα κατεκρίνετο καὶ δὴ καὶ σφάττειν ἐκέλευε, καὶ εἴπερ ἕλοιτο ποιεῖσθαι τροφήν· ἀλύοντος δὲ καὶ οὕτω τοῦ μαθητοῦ, καὶ δὴ καὶ 20 λέγοντος Ἰουδαϊκῶς, “ μηδαμῶς Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν “· κοινὸν καὶ ἀκάθαρτον·” οὐδὲ εἰσῆλθεν εἰς τὸ στόμα μου πᾶν κρέας βέβηλον· φωνὴ κατεδόθη, μονονουχὶ καὶ ἐπιπλήττοντος αὐτῷ τοῦ Θεοῦ, λέγοντός τε σαφῶς, “ ἃ ὁ Θεὸς ἐκαθάρισε, σὺ μὴ κοίνου” εἶτα συνῆκεν εὐθὺς, ὡς ἐνειστήκει καιρὸς τοῦ μεταπλάττεσθαι 25 δεῖν πρὸς ἀλήθειαν τὰς σκιάς. ἡ δέ γε τῶν τύπων εἰς ἀλήθειαν μεταφοίτησις, ἀποπεραίνει μᾶλλον αὐτοὺς, καὶ οὐ καθάπερ οἴονταί τινες εἰκῆ τεθειμένους ἀπεφήνειεν ἄν· οὐκοῦν οὐ ποτὲ μὲν ὁ νομοθέτης καθαρὸν οἶδε τὸν σῦν, ἤγουν τὰ ἕτερα, ποτὲ δὲ οὐχί ἀλλ ̓ οἶδεν εὖ γεγονότα· οὐκοῦν εἰ καὶ μὴ πρόσεστιν ὑσὶ τὸ μαρυ- 30 κᾶσθαι τυχὸν, ἀλλ ̓ οὖν οὐκ ἀκάθαρτον ἐδωδιμον δὲ μᾶλλον ἐστὶ τὸ ζῶον κατὰ μίαν· εἰ δέ τινας κατ ̓ οὐδένα τρόπον, τόγε ἧκον εἰς ἰδίαν φύσιν· τύποι γὰρ, ὡς ἔφην, ὁ νόμος, καὶ σκιαὶ μέχρι καιροῦ διορθώσεως ἐπικείμεναι.

66

Η διάτο τοηττῆσθαι Cod.

« PreviousContinue »