Page images
PDF
EPUB

Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημο 32 σύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ· πέμψον οὖν εἰς Ἰόππην καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται παρά τινι Σίμωνι βυρσεῖ, παρὰ 33 θαλάσσαν· ὃς παραγενόμενος λαλήσει σοι. ἐξαυτῆς οὖν 5 ἔπεμψα πρὸς σέ σύ τε καλῶς ἐποίησας παραγενόμενος.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἵνα δείξῃ ἑαυτὸν ἄξιον ὄντα ἐπειδὴ εἶπεν, “ ἐπίστασθε ὡς ἀθέμιτόν ἐστιν Ἰουδαίῳ κολλᾶσθαι, ἢ συνεύ χεσθαι ἀλλοφύλῳ” οὐκ ἔστι τοῦτο κενοδοξίας· “ πάντες ὑμεῖς σε ἐπίστασθε, φησὶ, καὶ τὴν ἐκείνων κατεγγυηται γνώμην.

66

66

[ocr errors]

Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Κυρίου. Τοῦ Αὐτοῦ. Ὅρα ὅση πίστις· ὅρα ὅση εὐλάβεια ᾔδει ὅτι οὐδὲν ἀνθρώπινον εἶπε Πέτρος· ὅτι ὁ Θεὸς ἔδειξέ μοι, φησί λέγει λοιπὸν οὗτος, “ πάρεσμεν ἀκοῦσαι τὰ προστεταγμένα σοι ὑπὸ τοῦ 15 σε Κυρίου.”

66

>

Τοῦ Αὐτοῦ. Οὐχὶ ἐνώπιον ἀνθρώπου ἀλλὰ τοῦ Θεοῦ· οὕτω δεῖ προσέχειν τοῖς τοῦ Θεοῦ δούλοις· εἴδετε διάνοιαν διεγηγερμένην εἴδετε πῶς ἄξιος ἦν πάντων τούτων.

34 Ανοίξας δὲ Πέτρος τὸ στόμα αὐτοῦ εἶπεν· ἐπ ̓ ἀλη- 20 θείας καταλαμβάνομαι.

ΕΙΡΗΝΑΙΟΥ Επισκόπου ΛΟΥΓΔΟΥΝΩΝ. Τρανῶς σημαίνει ὅτι ὃν πρότερον Θεὸν ἐφοβεῖτο ὁ Κορνήλιος, τὸν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν κατηχεῖτο, δι ̓ ὧν καὶ τὰς ἐλεημοσύνας ἐποίει, οὗτος ἐπ' ἀληθείας ἐστὶ Θεός· ἔλειπε δὲ αὐτῷ ἡ τοῦ Υἱοῦ γνῶσις. Ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς,

25

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ. Τουτέστιν ἄν τε ἀκρόβυστος ᾖ, ἄν τε ἐμπερίτομος· τί οὖν φησι; δεκτὸς αὐτῷ ἐστὶν ὁ ἐν Περσίδι; ἂν ᾖ ἄξιος· ταύτῃ δεκτός ἐστι τῷ καταξιωθῆναι τῆς πίστεως· τὸν ἐξ Αἰθιοπίας εὐνοῦχον οὐ περιεῖδε· τί οὖν ἂν εἴποι τις περὶ τῶν 30 θεοσεβῶν τῶν περιοφθέντων; οὐκ ἔστι τινὰ περιοφθῆναί ποτε· ὁ δὲ λέγει τοῦτό ἐστιν, ὅτι οὐδένα ἀπωθεῖται.

[blocks in formation]

Τοῦ Αὐτοῦ. Τουτέστιν οὐ προσώπων ποιότητα, ἀλλὰ πραγμά των ἐξετάζει διαφοράν.

66

66

Τοῦ Αὐτοῦ. Ὡς ὅταν λέγῃ Παῦλος, “ ὅταν γὰρ ἔθνη τὰ μὴ “ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῇ,” καὶ δόγμα τίθησι καὶ πολιτείαν· εἰ γὰρ μάγους οὐ περιεῖδεν, οὐδὲ Αἰθίοπα, οὐδὲ λῃστὴν, 5 οὐδὲ πόρνην, πολλῷ μᾶλλον τοὺς ἐργαζομένους δικαιοσύνην καὶ βουλομένους πάντως.

Τοῦ Αὐτοῦ. Προσίεται γὰρ ἅπαντας τοὺς τῶν ἀγαθῶν ἐπιτηδευμάτων ἐργάτας ὁ φιλαρέτας ἡμῶν Χριστός.

35 Ἀλλ ̓ ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν καὶ ἐργαζό- το μενος δικαιοσύνην, δεκτός αὐτῷ ἐστι.

36

Ἐὰν προσδράμῃ τῷ βαπτίσματι τῷ θείῳ, ἀποστὰς τῆς προτέ ρας πλάνης, ἤγουν τῆς προλαβούσης.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Τὴν πᾶσαν φησὶν ἀρετὴν ἐν τάξει ἀπερριμμένων εἶναι.

b

ΑΜΜΩΝίου. Πρὸ τοῦ οὖν δέξασθαι » τὸν δικαιοπραγοῦντα διὰ τῆς εἰς ἑαυτὸν πίστεως ὁ Χριστὸς εἰς τὴν Ἐκκλησίαν, καὶ πιστεύ σῃς τοῖς θείοις καὶ ἀληθίνοις δόγμασιν, ἀπρόσδεκτος ὤν, οὐκ εἰσέρχεται εἰς τὴν τῶν οὐρανῶν βασιλείαν.

15

Τὸν λόγον ὃν ἀπέστειλε τοῖς υἱοῖς Ἰσραὴλ, εὐαγγε- 20 λιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ, οὗτός ἐστι πάν37 των Κύριος· ὑμεῖς οἴδατε τὸ ῥῆμα τὸ γενόμενον καθ' ὅλης τῆς Ἰουδαίας, ἀρξάμενον ἀπὸ τῆς Γαλιλαίας, μετὰ τὸ βάπτισμα ὃ ἐκήρυξεν Ἰωάννης.

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ταῦτα λέγει καὶ διὰ τοὺς παρόντας· ἵνα 25 καὶ ἐκείνους πείσῃ· διὰ τοῦτο ἀναγκάζει τὸν Κορνήλιον εἰπεῖν· καὶ δίδωσιν αὐτοῖς τοῖς υἱοῖς Ἰσραὴλ τὸ ἐξαίρετον.

38 Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι Ἁγίῳ καὶ δυνάμει.

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ἐπειδὴ ἐκένωσεν ἑαυτὸν, καὶ παραπλησίως 30

b δέξαι prim. man. corr. postea δέξασθαι. dein corr. aliq. πιστεύσει. Leg. κἂν πιστεύσῃ.

c Prim. man. πιστεύση

ἡμῖν μέτεσχεν αἵματος καὶ σαρκός· καὶ ταῦτα ἅπερ ἔχει κατὰ φύσιν ὡς Θεὸς, λαμβάνειν λέγεται διὰ τὸ ἀνθρώπινον· δέχεται γὰρ οὐχ ἑαυτῷ, μᾶλλον δὲ καθ ̓ ὃ Θεὸς Λόγος ἐστίν· ἴδια γὰρ ἦν αὐ τοῦ· ἀλλ ̓ ἡμῖν ὡς ἐν ἀπαρχῇ δι ̓ ἑαυτοῦ.

ΔΙΔΥΜΟΥ. Ιστέον ὡς ἡ τάξις ἡ κατὰ τὴν ἐπαγγελίαν τῆς 5 προφορᾶς, οὐ πάντως ἕπεται τῇ τῶν σημαινομένων πραγμάτων ἁρμονίᾳ· εἰ καί ποτε συμπίπτει τοῦτο· διὸ καὶ πραττόμενον ἐν τῇ προφορᾷ τῆς δυνάμεως τοῦ Θεοῦ εὑρίσκεται τὸ Πνεῦμα, οὐ δεῖ νομίζειν ὅτι οὕτω καὶ τὰ σημαινόμενα ἔχει· ἅμα γὰρ καὶ ἀδιαίρετον φρονοῦντες εἶναι τὴν Τριάδα, οὐδὲ περὶ οὐσιώδους διαφορᾶς το ἐννοοῦμεν· τῷ μὴ ἐκ διαφόρων συμπληροῦσθαι τὸν Πατερὰ καὶ τὸν Υἱὸν, ἢ τὸ Ἅγιον Πνεῦμα· διὸ καν λέγηται ὁ Ναζωραίος Ἰησοῦς, ὁ ἐκ τῆς παρθένου κυηθεὶς, κεχρίσθαι Πνεύματι Ἁγίῳ καὶ δυνάμει, οὐχ ἕτερόν τι ἐκ τῆς λέξεως μανθάνομεν, ἢ ὅτι Πνεύ ματος Ἁγίου καὶ τῆς τοῦ Θεοῦ δυνάμεως ἐπισκιασάσης αὐτῇ, ἵνα 15 τέκῃ τὸν Ἐμμανουήλ· φαμὲν οὖν τὸ κυηθὲν μὴ ἐξ ἀνδρὸς, ἀλλ ̓ ἐκ Πνεύματος Ἁγίου, καὶ τῆς τοῦ Ὑψίστου δυνάμεως γεγονέναι.

Ως διῆλθεν εὐεργετῶν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένους ὑπὸ τοῦ διαβόλου.

66

20

Του ΧΡΥΣΟΣΤΟΜΟΥ. Ἐντεῦθεν δείκνυσι πολλὰς πηρώσεις διαβολικὰς, καὶ διαστροφὴν σωμάτων ὑπ ̓ ἐκείνου γεγενημένας, ὥσπερ καὶ ὁ Χριστὸς ἔλεγεν. Ἦν γὰρ καὶ τὰς ψυχὰς τῶν ἀνθρώπων δι' ἀπιστίας πεδήσας ὁ Σατανᾶς, καὶ τὰ σώματα λωβησάμενος, κατὰ τὸ, “ ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ὁλοκληρία.” 39 Ὅτι ὁ Θεὸς ἦν μετ ̓ αὐτοῦ· καὶ ἡμεῖς μάρτυρες πάν- 25 των ὧν ἐποίησεν ἐν τῇ χώρᾳ τῶν Ἰουδαίων καὶ ἐν Ἱερουσαλήμ· ὃν καὶ ἀνεῖλον, κρεμάσαντες ἐπὶ ξύλου· 4οτοῦτον ὁ Θεὸς ἤγειρεν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἔδωκεν αὐ τὸν ἐμφανῆ γενέσθαι.

ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ. Πάλιν τὰ ταπεινά. Καὶ μεθ ̓ ἕτερα—Ότε 30 ἔδειξεν ὅτι ἀπὸ Θεοῦ ἀπέσταλται, τότε λέγει ὅτι ἀνηρέθη ἵνα μή τι ἄτοπον φαντασθῆς. ὁρᾶς αὐτοὺς οὐδαμῶς κρύπτοντας τὸν d Leg. vid. καν.

σταυρόν· ἀλλὰ μετὰ τῶν ἄλλων τιθέντας, καὶ τὸν τρόπον, “ ὃν καὶ

66

66

ἀνεῖλον,” φησὶ, “ κρεμάσαντες ἐπὶ ξύλου.”

41 Οὐ παντὶ τῷ λαῷ, ἀλλὰ μάρτυσι τοῖς προκεχειροτονημένοις ὑπὸ τοῦ Θεοῦ, ἡμῖν,

66

Τοῦ Αὐτοῦ. Καίτοι γε αὐτοὺς αὐτὸς ἐξελέξατο· ἀλλὰ καὶ5 τοῦτο ἀνατίθησι τῷ Θεῷ, “ τοῖς προκεχειροτονημένοις” φησίν· ὅρα πόθεν τὴν ἀνάστασιν βεβαιοῦται· διατί μηδὲν ἀναστὰς ἐποίησε σημεῖον, ἀλλ ̓ ἔφαγε καὶ ἔπιεν; ὅτι αὐτὴ ἡ ἀνάστασις μέγα ση μεῖον ἦν· ταύτης δὲ οὐδὲν οὕτω σημεῖον ὡς τὸ φαγεῖν καὶ πιεῖν. σε διαμαρτύρασθαι” φησὶ, φοβερῶς· ἵνα μὴ ἔχωσιν εἰς ἄγνοιαν κατα- 10 πεσεῖν· καὶ οὐκ εἶπεν, ὅτι αὐτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· ἀλλ ̓ ὃ μᾶλλον αὐτοὺς ἐφόβει, ἡ καιρία κατασκευὴ ἡ ἀπὸ τῶν προφητῶν· μεγάλην γὰρ δόξαν εἶχον ἐκεῖνοι, ὅτε τῷ φόβῳ κατέσεισε, τότε ἐπάγει τὴν συγχώρησιν, οὐ παρ' αὐτοῦ λεγομένην, ἀλλὰ παρὰ τῶν προφητῶν.

Οι τινες συνεφάγομεν καὶ συνεπίομεν αὐτῷ, μετὰ τὸ 42 ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν· καὶ παρήγγειλεν ἡμῖν κήρυξαι τῷ λαῷ, καὶ διαμαρτύρασθαι, ὅτι αὐτός ἐστιν ὁ ὡρισμένος ὑπὸ τοῦ Θεοῦ κριτὴς ζώντων καὶ νεκρῶν.

15

ΣΕΤΗΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΑΝΑ-20 ΣΤΑΣΙΑΝ ΔΙΑΚΟΝΟΝ ΕΠΙΣΤΟΛΗΣ. Καὶ μὴν καὶ καινὴν βρῶσιν συνέφαγεν, οὐ κατὰ τὴν προτέραν τάξιν ἣν συνήσθιεν αὐτοῖς καὶ συνέπιε πρὸ τῆς ἀναστάσεως. τότε γὰρ κατὰ πάντα χωρὶς ἁμαρτ τίας ὁμοιωθεὶς ἡμῖν, ἤσθιε καὶ ἔπινε καθάπερ ἡμεῖς ἑκὼν ἐνδιδοὺς τῇ σαρκὶ τὴν τῆς τροφῆς χρείαν ἐπιζητεῖν· διὸ καὶ τὸ τῆς πεινῆς 25 βουλόμενος προσείκατο πάθος μετὰ δέ γε τὴν ἀνάστασιν οὐκέτι κατὰ χρείαν ἔφαγε καὶ ἔπιεν, ἀλλὰ μόνον πιστούμενος καὶ ἐπιδεικνὺς τοῖς οἰκείοις μαθηταῖς· καὶ τοῖς μετὰ ταῦτα δεῖ κεινῶν πιστεύειν μέλλουσι τὴν ἀληθῆ φύσιν τοῦ σώματος· ὃ καὶ πέπονθεν ἑκὼν καὶ ἀνέστη θεοπρεπῶς, πανταχόθεν ἀπελαύνων τὴν τῆς ἐπα-30 ράτου δοκήσεως καὶ φαντασίας ὑπόνοιαν. ταύτην οὖν καὶ καινὴν βρῶσιν καὶ πόσιν ἐκάλεσε τὴν μετὰ τὴν ἀνάστασιν γενομένην αὐτῷ μετὰ τῶν μαθητῶν, οὐ κατὰ τὴν προτέραν συνήθειαν.

43 Τούτῳ πάντες οἱ προφῆται μαρτυροῦσιν, ἄφεσιν ἁμαρτιῶν λαβεῖν διὰ τοῦ αἵματος αὐτοῦ πάντα τὸν πιστεύοντα εἰς αὐτόν.

44

ἘΞ ΑΝΕΠΙΓΡΑΦΟΥ. Ὅσοι, φησὶ, προφῆται ἐλάλησαν περὶ ἁμαρτιῶν ἀφέσεως, ἐν τούτῳ τῷ Ἰησοῦ εἶπαν αὐτὰς ποιεῖσθαι 5 οὕτω καὶ Ἡσαΐας τὸ αὐτοῦ εἰσφέρον πρόσωπον λέγει, “ ἐγώ εἰμι “ ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ τὰς ἀνομίας σου.”

66

ΔΙΔΥΜΟΥ. Εἴ τις μετανοῶν ἐφ ̓ οἷς ἔπραξε κακοῖς, πιστεύσας εἰς τὸ ὄνομα Κυρίου, ἄφεσιν δέχεται τῶν ἡμαρτημένων ἐφ ̓ οἷς γνησίως μετέγνω πάντες δὲ οἱ προφῆται, ὧν φέρεται διδασκα- το λία πρὸς τὸν λαὸν τῶν Ἑβραίων, περὶ μετανοίας καὶ πίστεως τῆς εἰς τὸν Πατέρα εἰρήκασι· ἀκολούθως καθόλου δέξεται πάντας τοὺς προφήτας μαρτυρεῖν ἄφεσιν ἁμαρτιῶν δίδοσθαι τῷ πιστεύοντι εἰς τὸν Κύριον.

Ἔτι λαλοῦντος τοῦ Πέτρου τὰ ῥήματα ταῦτα, ἔπεσε 15 τὸ Πνεῦμα τὸ Ἅγιον ἐπὶ πάντας τοὺς ἀκούοντας τὸν λόγον.

Τοῦ ΧΡΥΣΟΣΤΟΜΟΥ ΕΚ ΤΗ͂Σ ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β' ΕΠΙΣΤΟΛΕΣ ΟΜΙΛΙΑΣ Β ́. Επεπήδησεν εὐθέως τὸ Πνεῦμα ἐπὶ Κορνήλιον, ἐπειδὴ προλαβὼν τὰ παρ' ἑαυτοῦ ἐπεδείξατο, καὶ τὴν πίστιν εἰσ-20 ἤνεγκεν οὕτως τὸ πᾶν τῆς πίστεώς ἐστιν.

Τοῦ Αὐτοῦ. Θέα τοῦ Θεοῦ τὴν οἰκονομίαν· οὐκ ἀφῆκεν ἀπαρ τισθῆναι τὸν λόγον, οὐδὲ ἐκ προστάγματος Πέτρου γενέσθαι τὸ βάπτισμα· ἀλλ ̓ ἐπειδὴ τὴν διάνοιαν αὐτῶν ἔδειξαν θαυμαστὴν οὖσαν, καὶ τῆς διδασκαλίας ἀρχὴ γέγινε, καὶ ἐπίστευσαν ὅτι 25 πάντως τὸ βάπτισμα ἄφεσίς ἐστιν ἁμαρτημάτων, τότε ἐπῆλθε τὸ Πνεῦμα. τοῦτο δὲ γίνεται προοικονομοῦντος ἀπολογίαν μεγάλην τῷ Πέτρῳ τοῦ Θεοῦ· καὶ οὐχ ἁπλῶς Πνεῦμα ἐπῆλθεν, ἀλλὰ καὶ γλωσσαῖς ἐλάλουν· ὅπερ ἐξέπληττε τοὺς συνελθόντας· πάνυ ἐπαχθῶς εἶχον πρὸς τὸ πρᾶγμα· διὸ πανταχοῦ τοῦ Θεοῦ τὸ πᾶν 30 γίνεται· καὶ ὁ Πέτρος σχεδὸν ἁπλῶς πάρεστι παιδευόμενος ὅτι δεῖ αὐτοὺς ἅψασθαι τῶν ἐθνῶν· καὶ ὅτι δι ̓ αὐτῶν δεῖ γενέσθαι τοῦτο. ὅπου γὰρ μετὰ τοσαῦτα, καὶ ἐν Καισαρείᾳ καὶ ἐν Ἱεροσο λύμοις ἀμφισβήτησις γίνεται, τί ἂν ἐγένετο, εἰ μὴ ταῦτα παρη

« PreviousContinue »